Humanitext Reader

伊壁鸠鲁 · 主要教义 §144-148

财富的自然界限与理智对快乐的调控

第 2 段,共 3 段 · 希腊语

内容简介

本章论述了顺应自然的财富边界、理性对肉体与心灵快乐的调控,指出通过感觉判断真伪的重要性,并阐明了友谊是获得安全感的最重要途径。

§144XV Ὁ τῆς φύσεως πλοῦτος καὶ ὥρισται καὶ εὐπόριστός ἐστιν· ὁ δὲ τῶν κενῶν δοξῶν εἰς ἄπειρον ἐκπίπτει.
XV 自然的财富是有限的,且容易获得;但虚无的成见所带来的财富则会无限蔓延。
XVΙ Βραχέα σοφῷ τύχη παρεμπίπτει, τὰ δὲ μέγιστα καὶ κυριώτατα ὁ λογισμὸς διῴκηκε καὶ κατὰ τὸν συνεχῆ χρόνον τοῦ βίου διοικεῖ καὶ διοικήσει.
XVI 贤者极少受到命运的干扰,因为最大且最重要的事务已经由理性支配,并且在人生的整个连续时间中支配着,将来也将支配。
XVΙΙ Ὁ δίκαιος 〈βίος〉 ἀταρακτότατος, ὁ δ’ ἄδικος πλείστης ταραχῆς γέμων.
XVII 公正的〈生活〉最不受干扰,而不公正的生活则充满了最大的动荡。
XVΙΙΙ Οὐκ ἐπαύξεται ἐν τῇ σαρκὶ ἡ ἡδονή, ἐπειδὰν ἅπαξ τὸ κατ’ ἔνδειαν ἀλγοῦν ἐξαιρεθῇ, ἀλλὰ μόνον ποικίλλεται· τῆς δὲ διανοίας τὸ πέρας τὸ κατὰ τὴν ἡδονὴν ἀπεγέννησεν ἥ τε τούτων αὐτῶν ἐκλόγισις καὶ τῶν ὁμογενῶν τούτοις, ὅσα τοὺς μεγίστους φόβους παρεσκεύαζε τῇ διανοίᾳ.
XVIII 一旦因匮乏而产生的痛苦被消除,肉体中的快乐便不会再增加,而只是多样化;而心灵的快乐限界,则是通过对这些肉体状态本身及其同类事物——即那些曾给心灵带来最大恐惧的事物——进行理性反省而产生的。
§145XΙX Ὁ ἄπειρος χρόνος ἴσην ἔχει τὴν ἡδονὴν καὶ ὁ πεπερασμένος, ἐάν τις αὐτῆς τὰ πέρατα καταμετρήσῃ τῷ λογισμῷ.
XIX 如果人们用理性测度快乐的边界,无限的时间与有限的时间便拥有同等的快乐。
XX Ἡ μὲν σὰρξ ἀπέλαβε τὰ πέρατα τῆς ἡδονῆς ἄπειρα, κἂν ἄπειρος αὐτὴν χρόνος παρεσκεύασεν.
XX 肉体将快乐的边界视为无限,仿佛无限的时间能提供它一样。
ἡ δὲ διάνοια τοῦ τῆς σαρκὸς τέλους καὶ πέρατος λαβοῦσα τὸν ἐπιλογισμὸν καὶ τοὺς ὑπὲρ τοῦ αἰῶνος φόβους ἐκλύσασα τὸν παντελῆ βίον παρεσκεύασε, καὶ οὐθὲν ἔτι τοῦ ἀπείρου χρόνου προσεδεήθη[μεν]· ἀλλ’ οὔτε ἔφυγε τὴν ἡδονήν, οὐδ’ ἡνίκα τὴν ἐξαγωγὴν ἐκ τοῦ ζῆν τὰ πράγματα παρεσκεύαζεν, ὡς ἐλλείπουσά τι τοῦ ἀρίστου βίου κατέστρεφεν.
然而,心灵在对肉体的目的和限界获得理性理解,并消除了对永恒的恐惧之后,便为我们预备了完善的生活,我们不再需要无限的时间;但心灵既不逃避快乐,也不在境况准备让我们退出生活时,怀着仿佛错过了最完美生活的遗憾而结束生命。
§146XXΙ Ὁ τὰ πέρατα τοῦ βίου κατειδὼς οἶδεν, ὡς εὐπόριστόν ἐστι τὸ 〈τὸ〉 ἀλγοῦν κατ’ ἔνδειαν ἐξαιροῦν καὶ τὸ τὸν ὅλον βίον παντελῆ καθιστάν· ὥστε οὐδὲν προσδεῖται πραγμάτων ἀγῶνας κεκτημένων.
XXI 洞悉生活限界的人知道,消除因匮乏而产生痛苦的事物,以及使整个生活变得完善的事物,是多么容易获得;因此,他完全不需要那些伴随着斗争的事物。
XXΙΙ Τὸ ὑφεστηκὸς δεῖ τέλος ἐπιλογίζεσθαι καὶ πᾶσαν τὴν ἐνάργειαν, ἐφ’ ἣν τὰ δοξαζόμενα ἀνάγομεν· εἰ δὲ μή, πάντα ἀκρισίας καὶ ταραχῆς ἔσται μεστά.
XXII 我们必须思考既定的目的和所有的明晰感觉——我们将意见的对象归结于此以作判断;否则,一切都将充满无判断力和混乱。
XXΙΙΙ Εἰ μαχῇ πάσαις ταῖς αἰσθήσεσιν, οὐχ ἕξεις οὐδ’ ἃς ἂν φῇς αὐτῶν διεψεῦσθαι πρὸς τί ποιούμενος τὴν ἀναγωγὴν κρίνῃς.
XXIII 如果你与所有的感觉作斗争,你将失去借以判断的依据,甚至连你声称被欺骗的那些感觉也无法判定。
§147XXΙV Εἴ τιν ἐκβαλεῖς ἁπλῶς αἴσθησιν καὶ μὴ διαιρήσεις τὸ δοξαζόμενον κατὰ τὸ προσμένον καὶ τὸ παρὸν ἤδη κατὰ τὴν αἴσθησιν καὶ τὰ πάθη καὶ πᾶσαν φανταστικὴν ἐπιβολὴν τῆς διανοίας, συνταράξεις καὶ τὰς λοιπὰς αἰσθήσεις τῇ ματαίῳ δόξῃ, ὥστε τὸ κριτήριον ἅπαν ἐκβαλεῖς.
XXIV 如果你简单地抛弃某种感觉,而不对意见中等待证实的部分与在感觉、情感以及心灵的任何表象直观中已经现存的部分进行区分,你就会用虚无的意见来扰乱其余的感觉,从而抛弃所有的标准。
εἰ δὲ βεβαιώσεις καὶ τὸ προσμένον ἅπαν ἐν ταῖς δοξαστικαῖς ἐννοίαις καὶ τὸ μὴ τὴν ἐπιμαρτύρησιν * * οὐκ † ἐκλείψεις τὸ διεψευσμένον, ὥσ〈τε〉 τετηρηκὼς ἔσῃ πᾶσαν ἀμφισβήτησιν καὶ πᾶσαν κρίσιν τοῦ ὀρθῶς ἢ μὴ ὀρθῶς.
但如果你在意见概念中确认所有等待证实的事物以及缺乏证实的事物,你就无法避免错误,从而你将保留对正确或错误的所有质疑和所有判断。
§148XXV Εἰ μὴ παρὰ πάντα καιρὸν ἐπανοίσεις ἕκαστον τῶν 11 πραττομένων ἐπὶ τὸ τέλος τῆς φύσεως, ἀλλὰ προκαταστρέψεις εἴτε φυγὴν εἴτε δίωξιν ποιούμενος εἰς ἄλλο τι, οὐκ ἔσονταί σοι τοῖς λόγοις αἱ πράξεις ἀκόλουθοι.
XXV 如果你不能在任何时刻将 11 每一项行为都归结于自然的目的,而是在逃避或追求时预先偏向其他事物,你的行为将不会与你的言论相一致。
XXVΙ Τῶν ἐπιθυμιῶν ὅσαι μὴ ἐπ’ ἀλγοῦν ἐπανάγουσιν ἐὰν μὴ συμπληρωθῶσιν, οὐκ εἰσὶν ἀναγκαῖαι, ἀλλ’ εὐδιάχυτον τὴν ὄρεξιν ἔχουσιν, ὅταν δυσπόριστοι ἢ βλάβης ἀπεργαστικαὶ δόξωσιν εἶναι.
XXVI 在欲望中,凡是若不满足也不会导致痛苦的,都是非必要的;当它们难以获得或显得会造成伤害时,其渴望是极易消散的。
XXVΙΙ Ὧν ἡ σοφία παρασκευάζεται εἰς τὴν τοῦ ὅλου βίου μακαριότητα, πολὺ μέγιστόν ἐστιν ἡ τῆς φιλίας κτῆσις.
XXVII 在智慧为一生的幸福所准备的一切事物中,友谊的获得是远为最重大的。
XXVΙΙΙ Ἡ αὐτὴ γνώμη θαρρεῖν τε ἐποίησεν ὑπὲρ τοῦ μηθὲν αἰώνιον εἶναι δεινὸν μηδὲ πολυχρόνιον, καὶ τὴν ἐν αὐτοῖς τοῖς ὡρισμένοις ἀσφάλειαν φιλίᾳ μάλιστα κατεῖδε συντελουμένην.
XXVIII 那使我们确信没有任何恐怖是永恒的或长期存在的同一种认识,也洞察到在那限定的范围之内的安全,主要是通过友谊来得以圆满实现的。

词汇与语法注释

  1. XVIIIτῆς δὲ διανοίας τὸ πέρας τὸ κατὰ τὴν ἡδονὴν ἀπεγέννησεν ἥ τε τούτων αὐτῶν ἐκλόγισις — 宾格短语“心灵中快乐的界限”(τῆς δὲ διανοίας τὸ πέρας τὸ κατὰ τὴν ἡδονὴν)是动词的宾语,而后置的主格短语“对这些事物本身的理性反省”(ἥ τε τούτων αὐτῶν ἐκλόγισις)是主语。这是一个倒装句,需要注意根据格的性质区分主语和宾语。
  2. XXκἂν ἄπειρος αὐτὴν χρόνος παρεσκεύασεν — 连词 κἄν(由 καὶ ἄν / καὶ ἐάν 缩合而来)与直说过去时(παρεσκεύασεν)连用,引导一个违背事实的虚拟条件句,意为“仿佛即使无限的时间提供了它一样”。
  3. XXIVτὸ προσμένον... καὶ τὸ μὴ τὴν ἐπιμαρτύρησιν — 伊壁鸠鲁认识论中的专门术语。前者指“尚待确证(见证)的意见”,后者指“尚未获得确证(即缺乏无反证支持)的意见”。作者强调,如果不将它们与感觉中“已经现前的事物(τὸ παρὸν ἤδη)”明确区分,所有认识的标准都将崩溃。

引用这一段

伊壁鸠鲁, 主要教义 §144-148. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0537.tlg013.humanitext-grc1:144-148

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。