← エピクロス

主要教説

§149-154

欲望の三分類と社会契約としての正義

エピクロスは欲望を三つのカテゴリーに分類し、さらに正義とは固有の本質ではなく、互いに害し合わないために結ばれる可変的な社会契約であることを論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§149

Τῶν ἐπιθυμιῶν αἱ μέν εἰσι φυσικαὶ1 καὶ ⟨ἀναγκαῖαι, αἱ δὲ φυσικαὶ καὶ⟩ οὐκ ἀναγκαῖαι, αἱ δὲ οὔτε φυσικαὶ οὔτε ἀναγκαῖαι, ἀλλὰ παρὰ κενὴν δόξαν γινόμεναι. (φυσικὰς καὶ ἀναγκαίας ἡγεῖται ὁ Ἐπίκουρος τὰς ἀλγηδόνος ἀπολυούσας, ὡς ποτὸν ἐπὶ δίψους· φυσικὰς δὲ οὐκ ἀναγκαίας δὲ τάς ποικιλλούσας μόνον τὴν ἡδονήν, μὴ ὑπεξαιρουμένας δὲ τὸ ἄλγημα, ὡς πολυτελῆ σιτία· οὔτε δὲ φυσικὰς οὔτε ἀναγκαίας, ὡς στεφάνους καὶ ἀνδριάντων ἀναθέσεις.) Ἐν αἷς τῶν φυσικῶν ἐπιθυμιῶν, μὴ ἐπ’ ἀλγοῦν δὲ ἐπαναγουσῶν2 ἐὰν μὴ συντελεσθῶσιν, ὑπάρχει ἡ σπουδὴ σύντονος, παρὰ κενὴν δόξαν αὗται γίνονται, καὶ οὐ παρὰ τὴν ἑαυτῶν φύσιν οὐ διαχέονται ἀλλὰ παρὰ τὴν τοῦ ἀνθρώπου κενοδοξίαν.

欲望のうち、あるものは自然かつ〈必要であり、他のものは自然ではあるが〉必要ではなく、また他のものは自然でも必要でもなく、空虚な思い込みによって生じるものである。(エピクロスは、渇きに対する飲み物のように、苦痛から解放してくれるものを自然かつ必要なものと考えている。また、豪華な食事のように、快楽を多様にするだけで苦痛を除き去りはしないものを、自然ではあるが必要ではないものと考えている。そして、花冠や彫像の建立のように、自然でも必要でもないものと考えている。) 自然な欲望のうち、満たされなくても苦痛をもたらさないものにおいて、激しい熱意が存在する場合、それらは空虚な思い込みから生じるのであり、それら自体の本性ゆえに解消されないのではなく、人間の虚栄心(空虚な思い込み)ゆえに解消されないのである。

§150

Τὸ τῆς φύσεως δίκαιόν ἐστι σύμβολον τοῦ συμφέροντος εἰς τὸ μὴ βλάπτειν ἀλλήλους μηδὲ βλάπτεσθαι. Ὅσα τῶν ζῴων μὴ ἐδύνατο συνθήκας ποιεῖσθαι τὰς ὑπὲρ τοῦ μὴ βλάπτειν ἄλληλα μηδὲ βλάπτεσθαι, πρὸς ταῦτα οὐθὲν ἦν δίκαιον οὐδὲ ἄδικον· ὡσαύτως δὲ καὶ τῶν ἐθνῶν ὅσα μὴ ἐδύνατο ἢ μὴ ἐβούλετο τὰς συνθήκας ποιεῖσθαι τὰς ὑπὲρ τοῦ μὴ βλάπτειν μηδὲ βλάπτεσθαι. Οὐκ ἦν τι καθ’ ἑαυτὸ δικαιοσύνη, ἀλλ’ ἐν ταῖς μετ’ ἀλλήλων συστροφαῖς καθ’ ὁπηλίκους δήποτε ἀεὶ τόπους συνθήκη τις ὑπὲρ τοῦ μὴ βλάπτειν ἢ βλάπτεσθαι.

自然の正義とは、互いに害し合わず、また害されないための、互いの便益に関する契約(合意の印)である。 互いに害し合わず害されないための契約を結ぶことができなかった動物たちに対しては、正義も不正も一切存在しなかった。同様に、互いに害し合わず害されないための契約を結ぶことができなかった、あるいは結ぶことを望まなかった諸民族に対しても同様である。 正義とはそれ自体で独立して存在する何ものでもなく、人々の相互の交わりにおいて、いかなる規模の場所であれ、常に、互いに害し合わず害されないための何らかの契約である。

§151

Ἡ ἀδικία οὐ καθ’ ἑαυτὴν κακόν, ἀλλ’ ἐν τῷ κατὰ τὴν ὑποψίαν φόβῳ, εἰ μὴ λήσει3 τοὺς ὑπὲρ τῶν τοιούτων ἐφεστηκότας κολαστάς. Οὐκ ἔστι τὸν λάθρα τι ποιοῦντα ὧν συνέθεντο πρὸς ἀλλήλους εἰς τὸ μὴ βλάπτειν μηδὲ βλάπτεσθαι, πιστεύειν ὅτι λήσει, κἂν μυριάκις ἐπὶ τοῦ παρόντος λανθάνῃ. μέχρι γὰρ καταστροφῆς ἄδηλον εἰ καὶ λήσει. Κατὰ μὲν κοινὸν πᾶσι τὸ δίκαιον τὸ αὐτό, συμφέρον γάρ τι ἦν ἐν τῇ πρὸς ἀλλήλους κοινωνίᾳ· κατὰ δὲ τὸ ἴδιον χώρας καὶ ὅσων δήποτε αἰτίων οὐ πᾶσι συνέπεται τὸ αὐτὸ δίκαιον εἶναι.

不正はそれ自体では悪ではない。そうではなく、そのような行為に対して配置された処罰者たちの目を逃れることができないのではないかという、疑念に伴う恐怖の中にある。 互いに害し合わず害されないために結んだ合意に反することを隠れて行う者が、自分は発覚を免れ続けると信じることは不可能である、仮に現在までに一万回発覚を免れているとしても。なぜなら、生涯の終わりに至るまでは、逃げ切れるかどうかは不明だからである。 一般的に言えば、正義はすべての人にとって同一である、なぜならそれは相互の交わりにおけるある種の共同の便益だからである。しかし、国ごとの個別的な事情や他の様々の原因に従って見れば、同一のものがすべての人にとって正義であるとは限らない。

§152

Τὸ μὲν ἐπιμαρτυρούμενον ὅτι συμφέρει ἐν ταῖς χρείαις τῆς πρὸς ἀλλήλους κοινωνίας τῶν νομισθέντων εἶναι δικαίων, ἔχει τὸ ἐν τοῦ δικαίου χώρᾳ εἶναι, ἐάν τε τὸ αὐτὸ πᾶσι γένηται ἐάν τε μὴ τὸ αὐτό. ἐὰν δὲ νόμον θῆταί τις, μὴ ἀποβαίνῃ δὲ κατὰ τὸ συμφέρον τῆς πρὸς ἀλλήλους κοινωνίας, οὐκέτι τοῦτο τὴν τοῦ δικαίου φύσιν ἔχει. κἂν μεταπίπτῃ τὸ κατὰ τὸ δίκαιον συμφέρον, χρόνον δέ τινα εἰς τὴν πρόληψιν ἐναρμόττῃ, οὐδὲν ἧττον ἐκεῖνον τὸν χρόνον ἦν δίκαιον τοῖς μὴ φωναῖς κεναῖς ἑαυτοὺς συνταράττουσιν4 ἀλλ’ εἰς τὰ πράγματα βλέπουσιν.

正義であるとみなされている法律のうち、相互の交わりの必要において便益があると確認されるものは、すべての人に同一であろうと同一でなかろうと、正義の領域に留まる。しかし、もし誰かが法律を制定しても、それが相互の交わりの便益に適合しない結果となるなら、それはもはや正義の本性を持たない。そして、たとえ正義に基づく便益が変化するとしても、それが一定の期間は事前概念(プロレプシス)に適合しているならば、空虚な言葉によって自らを混乱させず、事実そのものに目を向ける人々にとっては、その期間はまぎれもなく正義であった。

§153

Ἔνθα μὴ καινῶν γενομένων τῶν περιεστώτων πραγμάτων ἀνεφάνη μὴ ἁρμόττοντα εἰς τὴν πρόληψιν τὰ νομισθέντα δίκαια ἐπ’ αὐτῶν τῶν ἔργων, οὐκ ἦν ταῦτα δίκαια. ἔνθα δὲ καινῶν γενομένων τῶν πραγμάτων οὐκέτι συνέφερε τὰ αὐτὰ δίκαια κείμενα, ἐνταῦθα δὴ τότε μὲν ἦν δίκαια, ὅτε συνέφερεν εἰς τὴν πρὸς ἀλλήλους κοινωνίαν τῶν συμπολιτευομένων· ὕστερον δ’ οὐκ ἦν ἔτι δίκαια, ὅτε μὴ συνέφερεν.

周囲の状況に変化が生じないにもかかわらず、正義とみなされていたものが実際の行為において事前概念に適合していないことが明らかになった場合、それらは正義ではなかった。一方、状況が変化したために、制定されていた同一の正義がもはや便益をもたらさなくなった場合、そのときには、市民共同体の相互の交わりに便益をもたらしていた間は正義であったが、後に便益をもたらさなくなったときには、もはや正義ではなかった。

§154

Ὁ τὸ μὴ θαρροῦν ἀπὸ τῶν ἔξωθεν ἄριστα συστησάμενος οὗτος τὰ μὲν δυνατὰ ὁμόφυλα κατεσκευάσατο, τὰ δὲ μὴ δυνατὰ οὐκ ἀλλόφυλά γε· ὅσα δὲ μηδὲ τοῦτο δυνατὸς ἦν, ἀνεπίμεικτος ἐγένετο, καὶ ἐξηρείσατο ὅσα τοῦτ’ ἐλυσιτέλει πράττειν. Ὅσοι τὴν δύναμιν ἔσχον τοῦ τὸ θαρρεῖν μάλιστα ἐκ τῶν ὁμορούντων παρασκευάσασθαι, οὗτοι καὶ ἐβίωσαν μετ’ ἀλλήλων ἥδιστα τὸ βεβαιότατον πίστωμα ἔχοντες, καὶ πληρεστάτην οἰκειότητα ἀπολαβόντες οὐκ ὠδύραντο ὡς πρὸς ἔλεον τὴν τοῦ τελευτήσαντος προκαταστροφήν.

外部からの脅威に対して最もよく安全(不安のない状態)を確保した者は、可能なものについては同族(仲間)とし、不可能なものについても少なくとも敵対者とはしなかった。そして、それさえも不可能であったものとは一切交渉を持たず、そうすることが有益である限りにおいて(彼らを)遠ざけた。 近隣の人々から最大の安心を確保する力を持った人々は、最も確実な保証(信頼の絆)を持ちながら、互いに極めて快く生き、最も完全な親密さを享受したので、亡くなった者が先に世を去るのを見ても、哀れむべきこととして嘆き悲しむことはなかった。

構文注4 件
  1. 149Τῶν ἐπιθυμιῶν αἱ μέν εἰσι φυσικαὶ...

    文頭の属格 Τῶν ἐπιθυμιῶν は部分属格であり、エピクロス派の有名な欲望の三分法を導入するための全体(欲望一般)を示している。

  2. 149μὴ ἐπ’ ἀλγοῦν δὲ ἐπαναγουσῶν

    接続詞 δέ を伴う分詞 ἐπαναγουσῶν は、先行する τῶν φυσικῶν ἐπιθυμιῶν(属格)に一致する限定的用法(形容詞的用法)の分詞である。条件節 ἐὰν μὴ συντελεσθῶσιν(もし満たされなければ)を従え、「満たされない場合にも、苦痛をもたらすことのない(自然な欲望)」という意味になる。

  3. 151εἰ μὴ λήσει

    名詞 φόβῳ(恐怖)の内容を補足する従属節で、直説法未来 λήσει を用いて、処罰者から「逃れられないのではないかという」強い疑念や恐れを表している。古典期の標準的な μή +接続法に代わり、ヘレニズム期のギリシア語でよく見られる εἰ μή +直説法未来による懸念の表現。

  4. 152τοῖς μὴ φωναῖς κεναῖς ἑαυτοὺς συνταράττουσιν

    与格を伴う分詞句であり、コプラ動詞の過去形 ἦν と形容詞 δίκαιον(正義であった)の文脈において、判断の主体となる人々(「〜にとって」)を表す「関与の与格」として機能している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(15 件・最終 2026-11-24)
  • 2026-11-24 AI校閲 — patch 1 件
  • 2026-11-24 AI校閲 — 訳文 12 件
  • 2026-11-14 AI校閲 — 注 1 件
  • 2026-09-21 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0537.tlg013.humanitext-grc1:149-154