Humanitext Reader

伊壁鸠鲁 · 致美诺西乌斯信 §126-130

欲望的分类与作为至善的快乐及自足

第 2 段,共 3 段 · 希腊语

内容简介

论述了哲人对生死的态度、欲望的分类,并将快乐定义为至福生活的始基和终极,同时强调通过理性的权衡与自足来达到身体无痛苦、灵魂无恐惧的状态。

§126ὁ δὲ σοφὸς οὔτε παραιτεῖται τὸ ζῆν〉 οὔτε φοβεῖται τὸ μὴ ζῆν· οὔτε γὰρ αὐτῷ προσίσταται τὸ ζῆν οὔτε δοξάζει κακὸν εἶναί τι τὸ μὴ ζῆν.
哲人既不拒绝活着,也不害怕不活着;因为活着对他而言并非负担,他也不认为不活着是什么坏事。
ὥσπερ δὲ τὸ σιτίον οὐ τὸ πλεῖον πάντως ἀλλὰ τὸ ἥδιστον αἱρεῖται, οὕτω καὶ χρόνον οὐ τὸν μήκιστον ἀλλὰ τὸν ἥδιστον καρπίζεται.
正如人们选择食物时,绝非仅挑分量最多的,而是挑最美味的;同样地,在时间上,他所享受的也不是最长的,而是最愉悦的。
Ὁ δὲ παραγγέλλων τὸν μὲν νέον καλῶς ζῆν, τὸν δὲ γέροντα καλῶς καταστρέφειν, εὐήθης ἐστὶν οὐ μόνον διὰ τὸ τῆς ζωῆς ἀσπαστόν, ἀλλὰ καὶ διὰ τὸ τὴν αὐτὴν εἶναι μελέτην τοῦ καλῶς ζῆν καὶ τοῦ καλῶς ἀποθνήσκειν.
那劝诫年轻人要善生、劝诫老年人要善终的人是愚蠢的,这不仅是因为生命本身令人向往,也是因为善生与善终的操练是完全相同的。
πολὺ δὲ χείρων καὶ ὁ λέγων "καλὸν μὲν μὴ φῦναι,φύντα δ’ ὅπως ὤκιστα πύλας Ἀίδαο περῆσαι.
而那说以下这句话的人则要糟糕得多:“不出生才是好,一旦出生,就应尽快通过哈得斯的门户。
" §127Εἰ μὲν γὰρ πεποιθὼς τουτό φησν, πῶς οὐκ ἀπέρχεται ἐκ τοῦ ζῆν;
” 因为如果他是确信才这样说,他为何不离开生命呢?
ἐν ἑτοίμῳ γὰρ αὐτῷ τοῦτ’ ἐστίν, εἴπερ ἦν βεβουλευμένον αὐτῷ βεβαίως·
因为如果这确实是他坚定决定的,这对他而言是轻而易举的。
εἰ δὲ μωκώμενος, μάταιος ἐν τοῖς οὐκ ἐπιδεχομένοις.
但如果他只是在开玩笑,那么他在不容戏谑的事情上就是虚妄的。
Μνημονευτέον δὲ ὡς τὸ μέλλον 〈οὔτε πάντως ἡμέτερον〉 οὔτε πάντως οὐχ ἡμέτερον, ἵνα μήτε πάντως προσμένωμεν ὡς ἐσόμενον μήτε ἀπελπίζωμεν ὡς πάντως οὐκ ἐσόμενον.
必须记住,未来既不完全属于我们,也不完全不属于我们,这样我们既不会把它当作必然会发生的事来一味等待,也不会把它当作必然不会发生的事而感到绝望。
Ἀναλογιστέον δὲ ὡς τῶν ἐπιθυμιῶν αἱ μέν εἰσι φυσικαί, αἱ δὲ κεναί, καὶ τῶν φυσικῶν αἱ μὲν ἀναγκαῖαι, αἱ δὲ φυσι καὶ μόνον· τῶν δὲ ἀναγκαίων αἱ μὲν πρὸς εὐδαιμονίαν εἰσὶν ἀναγκαῖαι, αἱ δὲ πρὸς τὴν τοῦ σώματος ἀοχλησίαν, αἱ δὲ πρὸς αὐτὸ τὸ ζῆν.
我们必须考虑到,在欲望中,有些是自然的,有些是虚无的;在自然的欲望中,有些是必要的,有些则仅是自然的;在必要的欲望中,有些是为幸福所必要,有些是为身体免受扰乱所必要,有些则是为生命本身所必要。
§128τούτων γὰρ ἀπλανὴς θεωρία πᾶσαν αἵρεσιν καὶ φυγὴν ἐπανάγειν οἶδεν ἐπὶ τὴν τοῦ σώματος ὑγίειαν καὶ τὴν 〈τῆς ψυχῆς〉 ἀταραξίαν, ἐπεὶ τοῦτο τοῦ μακαρίως ζῆν ἐστι τέλος.
因为对这些欲望的无误观照,知道如何将每一次选择和忌避都归结于身体的健康和灵魂的平宁,因为这就是至福生活的目的。
τούτου γὰρ χάριν πάντα πράττομεν, ὅπως μήτε ἀλγῶμεν μήτε ταρβῶμεν.
我们所做的一切都是为了这个目的,即让我们既不感到痛苦也不感到恐惧。
ὅταν δὲ ἅπαξ τοῦτο περὶ ἡμᾶς γένηται, λύεται πᾶς ὁ τῆς ψυχῆς χειμών, οὐκ ἔχοντος τοῦ ζῴου βαδίζειν ὡς πρὸς ἐνδέον τι καὶ ζητεῖν ἕτερον ᾧ τὸ τῆς ψυχῆς καὶ τοῦ σώματος ἀγαθὸν συμπληρώσεται.
一旦这一状态在我们身上实现,灵魂的一切风暴就会平息,生物无需再像走向某种匮乏之物那样前行,也无需寻找其他事物来使灵魂和身体的善得以圆满。
τότε γὰρ ἡδονῆς χρείαν ἔχομεν, ὅταν ἐκ τοῦ μὴ παρεῖναι τὴν ἡδονὴν ἀλγῶμεν· ‹ ὅταν δὲ μὴ ἀλγῶμεν,〉 οὐκέτι τῆς ἡδονῆς δεόμεθα.
因为只有当我们因缺乏快乐而感到痛苦时,我们才需要快乐;而当我们不感到痛苦时,我们就不再需要快乐了。
§129Καὶ διὰ τοῦτο τὴν ἡδονὴν ἀρχὴν καὶ τέλος λέγομεν εἶναι τοῦ μακαρίως ζῆν.
因此,我们说快乐是至福生活的始基和终极。
ταύτην γὰρ ἀγαθὸν πρῶτον καὶ συγγενικὸν ἔγνωμεν, καὶ ἀπὸ ταύτης καταρχόμεθα πάσης αἱρέσεως καὶ φυγῆς, καὶ ἐπὶ ταύτην καταντῶμεν ὡς κανόνι τῷ πάθει πᾶν ἀγαθὸν κρίνοντες.
因为我们认识到快乐是首要的、与生俱来的善,我们从快乐出发开始每一次选择和忌避,并且我们回到快乐,以情感为标准来判断一切善。
Καὶ ἐπεὶ πρῶτον ἀγαθὸν τοῦτο καὶ σύμφυτον, διὰ τοῦτο καὶ οὐ πᾶσαν ἡδονὴν αἱρούμεθα, ἀλλ’ ἔστιν ὅτε πολλὰς ἡδονὰς ὑπερβαίνομεν, ὅταν πλεῖον ἡμῖν τὸ δυσχερὲς ἐκ τούτων ἕπηται· καὶ πολλὰς ἀλγηδόνας ἡδονῶν κρείττους νομίζομεν, ἐπειδὰν μείζων ἡμῖν ἡδονὴ παρακολουθῇ πολὺν χρόνον ὑπομείνασι τὰς ἀλγηδόνας.
既然这是首要的、与生俱来的善,因此我们并不选择所有的快乐,而是在有些时候我们越过许多快乐,当这些快乐会带来更大的不便时;当我们在忍受了长期的痛苦之后能获得更大的快乐时,我们甚至认为许多痛苦要比快乐更好。
πᾶσα οὖν ἡδονὴ διὰ τὸ φύσιν ἔχειν οἰκείαν ἀγαθόν, οὐ πᾶσα μέντοι αἱρετή· καθάπερ καὶ ἀλγηδὼν πᾶσα κακόν, οὐ πᾶσα δὲ ἀεὶ φευκτὴ πεφυκυῖα.
因此,每种快乐因其具有亲和的自然本性都是善,但并非每种快乐都值得选择;正如每种痛苦都是恶,却并非每种痛苦都总是必须逃避。
§130τῇ μέντοι συμμετρήσει καὶ συμφερόντων καὶ ἀσυμφόρων βλέψει ταῦτα πάντα κρίνειν καθήκει.
然而,我们应当通过对有益与无益之事的相互考量和审视来判断这一切。
χρώμεθα γὰρ τῷ μὲν ἀγαθῷ κατά τινας χρόνους ὡς κακῷ, τῷ δὲ κακῷ τοὔμπαλιν ὡς ἀγαθῷ.
因为我们有时把善当作恶来对待,反之把恶当作善来对待。
Καὶ τὴν αὐτάρκειαν δὲ ἀγαθὸν μέγα νομίζομεν, οὐχ ἵνα πάντως τοῖς ὀλίγοις χρώμεθα, ἀλλ’ ὅπως ἐὰν μὴ ἔχωμεν τὰ πολλά, τοῖς ὀλίγοις ἀρκώμεθα, πεπεισμένοι γνησίως ὅτι ἥδιστα πολυτελείας ἀπολαύουσιν οἱ ἥκιστα ταύτης δεόμενοι, καὶ ὅτι τὸ μὲν φυσικὸν πᾶν εὐπόριστόν ἐστι, τὸ δὲ κενὸν δυσπόριστον, ὅτι τε λιτοὶ χυλοὶ ἴσην πολυτελεῖ διαίτῃ τὴν ἡδονὴν ἐπιφέρουσιν,
我们也认为自足是一种极大的善,这不为了让我们总是只使用很少的东西,而是为了使我们在没有很多东西时,能满足于很少的东西。 因为我们真诚地确信:最不需要奢华的人,最能惬意地享受奢华;而且凡是自然的都容易获得,而虚无的则难以获得;粗茶淡饭所带来的快乐,并不亚于奢华的膳食,

词汇与语法注释

  1. 126προσίσταται — 意为“阻碍”或“令人厌恶”。主语是 τὸ ζῆν(活着),动词搭配与格 αὐτῷ(对贤者而言)。
  2. 127ἦν βεβουλευμένον — 由完成时被动分词 βεβουλευμένον 与 ἦν 组成的迂回过去完成时,表示过去已经完成的状态:“如果这确实是他坚定决定的”。
  3. 128οὐκ ἔχοντος τοῦ ζῴου — 属格绝对结构。动词 ἔχω 加上不定式(βαδίζειν)表示“必须”或“能够”,与否定词 οὐκ 连用,意为“生物无需(朝着匮乏之物)前行”。

引用这一段

伊壁鸠鲁, 致美诺西乌斯信 §126-130. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0537.tlg012.humanitext-grc1:126-130

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。