Humanitext Reader

伊壁鸠鲁 · 致美诺西乌斯信 §131-135

真正快乐的定义、审慎与对命运的态度

第 3 段,共 3 段 · 希腊语

内容简介

伊壁鸠鲁将真正的快乐定义为免除身体痛苦与灵魂扰乱,而非放荡享乐;他将审慎奉为最大的善,并阐明了对待必然与偶然的理智态度以结束全信。

§131ὅταν ἅπαν τὸ ἀλγοῦν κατ’ ἔνδειαν ἐξαιρεθῇ, καὶ μᾶζα καὶ ὕδωρ τὴν ἀκροτάτην ἀποδίδωσιν ἡδονήν, ἐπειδὰν ἐνδέων τις αὐτὰ προσενέγκηται.
当因匮乏而产生的一切痛苦被消除时,即便是面包和水也能带来极顶的快乐,只要一个处于匮乏之中的人去食用它们。
τὸ συνεθίζειν οὖν ἐν ταῖς ἁπλαῖς καὶ οὐ πολυτελέσι διαίταις καὶ ὑγιείας ἐστὶ συμπληρωτικὸν καὶ πρὸς τὰς ἀναγκαίας τοῦ βίου χρήσεις ἄοκνον ποιεῖ τὸν ἄνθρωπον καὶ τοῖς πολυτελέσιν ἐκ διαλειμμάτων προσερχομένοις κρεῖττον ἡμᾶς διατίθησι καὶ πρὸς τὴν τύχην ἀφόβους παρασκευάζει.
因此,习惯于简单而不奢华的饮食,既能使身体完全健康,又能使人在面对生活中必要的用途时毫不懈怠,并且在我们间歇性地接触奢华之物时使我们处于更好的状态,还使我们做好准备,对命运毫无畏惧。
Ὅταν οὖν λέγωμεν ἡδονὴν τέλος ὑπάρχειν, οὐ τὰς τῶν ἀσώτων ἡδονὰς καὶ τὰς ἐν ἀπολαύσει κειμένας λέγομεν, ὥς τινες ἀγνοοῦντες καὶ οὐχ ὁμολογοῦντες ἢ κακῶς ἐκδεχόμένοι νομίζουσιν, ἀλλὰ τὸ μήτε ἀλγεῖν κατὰ σῶμα μήτε ταράττεσθαι κατὰ ψυχήν·
因此,当我们说快乐是终极目的时,我们所说的并非放荡者的快乐或在于享受之中的快乐,正如一些因无知、不赞同或错误理解我们的人所认为的那样,而是指身体免于痛苦,灵魂免于扰乱。
§132οὐ γὰρ πότοι καὶ κῶμοι συνείροντες οὐδ’ ἀπολαύσεις παίδων καὶ γυναικῶν οὐδ’ ἰχθύων καὶ τῶν ἄλλων, ὅσα φέρει πολυτελὴς τράπεζα, τὸν ἡδὺν γεννᾷ βίον, ἀλλὰ νήφων λογισμὸς καὶ τὰς αἰτίας ἐξερευνῶν πάσης αἱρέσεως καὶ φυγῆς καὶ τὰς δόξας ἐξελαύνων, ἐξ ὧν πλεῖστος τὰς ψυχὰς καταλαμβάνει θόρυβος.
因为并非连续不断的宴饮和狂欢,也非对男孩和女人的肉体享受,亦非鱼类以及奢华餐桌所提供的其他东西创造了愉快的生命,而是清醒的理性,它探究每一次选择和忌避的原因,并驱逐那些使灵魂陷入最大骚乱的信念。
Τούτων δὲ πάντων ἀρχὴ καὶ τὸ μέγιστον ἀγαθὸν φρόνησις.
而在这一切之中,首要且最大的善就是审慎。
διὸ καὶ φιλοσοφίας τιμιώτερον ὑπάρχει φρόνησις, ἐξ ἧς αἱ λοιπαὶ πᾶσαι πεφύκασιν ἀρεταί, διδάσκουσα ὡς οὐκ ἔστιν ἡδέως ζῆν ἄνευ τοῦ φρονίμως καὶ καλῶς καὶ δικαίως 〈οὐδὲ φρονίμως καὶ καλῶς καὶ δικαίως〉 ἄνευ τοῦ ἡδέως.
因此,审慎甚至比哲学更为尊贵,所有其他的德性都源于它,它教导我们:若不审慎、高尚和公正地生活,就不可能愉快地生活;而不愉快地生活,也就无法审慎、高尚和公正地生活。
συμπεφύκασι γὰρ αἱ ἀρεταὶ τῷ ζῆν ἡδέως, καὶ τὸ ζῆν ἡδέως τούτων ἐστὶν ἀχώριστον.
因为诸德性与愉快地生活是融为一体的,而愉快地生活与这些德性是不可分离的。
§133Ἐπεὶ τίνα νομίζεις εἶναι κρείττονα τοῦ καὶ περὶ θεῶν ὅσια δοξάζοντος καὶ περὶ θανάτου διὰ παντὸς ἀφόβως ἔχοντος καὶ τὸ τῆς φύσεως ἐπιλελογισμένου τέλος, καὶ τὸ μὲν τῶν ἀγαθῶν πέρας ὡς ἔστιν εὐσυμπλήρωτόν τε καὶ εὐπόριστον διαλαμβάνοντος, τὸ δὲ τῶν κακῶν ὡς ἢ χρόνους ἢ πόνους ἔχει βραχεῖς;
因为你认为有谁能比这样的人更好呢:他对神明持有虔敬的看法,对死亡完全毫无畏惧,对自然的终极目的进行了深思熟虑,并理解到善的界限是易于圆满且易于获得的,而恶的界限要么时间短暂,要么痛苦轻微?
τὴν δὲ ὑπό τινων δεσπότιν εἰσαγομένην πάντων †ἀγγέλλοντος * * (〈λέγει ἐν ἄλλοις γίνεσθαι ἃ μὲν κατ’ ἀνάγκην〉, ἃ δὲ ἀπὸ τύχης, ἃ δὲ παρ’ ἡμᾶς, διὰ τὸ τὴν μὲν ἀνάγκην ἀνυπεύθυνον εἶναι, τὴν δὲ τύχην ἄστατον ὁρᾶν, τὸ δὲ παρ’ ἡμᾶς ἀδέσποτον, ᾧ καὶ τὸ μεμπτὸν καὶ τὸ ἐναντίον παρακολουθεῖν πέφυκεν) —
还有谁能比那[嘲笑]被一些人引入为万物主宰的宿命之人更好呢? (因为他在其他著作中提到,有些事情是必然发生的,有些是出于偶然,有些则是由于我们自己,因为必然是不必承担责任的,偶然看起来是不稳定的,而由于我们自己的事情则是自主的,非难与赞赏很自然地会伴随其后。
§134ἐπεὶ κρεῖττον ἦν τῷ περὶ θεῶν μύθῳ κατακολουθεῖν ἢ τῇ τῶν φυσικῶν εἱμαρμένῃ δουλεύειν·
) — 因为顺从关于神明的神话,也比成为自然哲学家们口中宿命的奴隶要好;因为前者通过敬意勾勒出了取悦神明的希望,而后者则具有不可动摇的必然性。
ὁ μὲν γὰρ ἐλπίδα παραιτήσεως ὑπογράφει θεῶν διὰ τιμῆς, ἣ δὲ ἀπαραίτητον ἔχει τὴν ἀνάγκην — τὴν δὲ τύχην οὔτε θεὸν ὡς οἱ πολλοὶ νομίζουσιν ὑπολαμβάνων — οὐθὲν γὰρ ἀτάκτως θεῷ πράττεται ἀβέβαιον οὔτε αἰτίαν — 〈οὐκ〉 οἴεται μὲν γὰρ ἀγαθὸν ἢ κακὸν ἐκ ταύτης πρὸς τὸ μακαρίως ζῆν ἀνθρώποις δίδοσθαι, ἀρχὰς μέντοι μεγάλων ἀγαθῶν ἢ κακῶν ὑπὸ ταύτης χορηγεῖσθαι — §135κρεῖττον εἶναι νομίζων εὐλογίστως ἀτυχεῖν ἢ ἀλογίστως εὐτυχεῖν — βέλτιον γὰρ ἐν ταῖς πράξεσι τὸ καλῶς κριθὲν 〈μὴ ὀρθωθῆναι ἢ τὸ μὴ καλῶς κριθὲν〉 ὀρθωθῆναι διὰ ταύτην.
他也不像大众所信的那样把偶然当成神(因为神不会做出任何无秩序的事),也不把它当成不稳定的原因(因为他并不认为人类至福生活的善或恶是由偶然赐予的,虽然他认为重大善恶的开端是由它提供的) — 因为他认为理智地遭遇不幸,也比不理智地获得幸运要好;因为在行动中,宁可让判断妥当的事未能成功,也不愿让判断不妥的事由于偶然原因而成功。
Ταῦτα οὖν καὶ τὰ τούτοις συγγενῆ μελέτα πρὸς σεαυτὸν ἡμέρας καὶ νυκτὸς πρός 〈τε〉 τὸν ὅμοιον σεαυτῷ, καὶ οὐδέποτε οὔθ’ ὕπαρ οὔτ’ ὄναρ διαταραχθήσῃ, ζήσῃ δὲ ὡς θεὸς ἐν ἀνθρώποις.
因此,要在白天和黑夜,向你自己,也向与你志同道合的人,默想这些事情以及与之类似的事情,你就永远不会在醒着或梦中受到扰乱,而将像人间之神一样生活。
οὐθὲν γὰρ ἔοικε θνητῷ ζῴῳ ζῶν ἄνθρωπος ἐν ἀθανάτοις ἀγαθοῖς.
因为一个生活在不朽之善中的人,绝不像一个终有一死的动物。

词汇与语法注释

  1. 131τοῖς πολυτελέσιν ἐκ διαλειμμάτων προσερχομένοις — 与格分词 `προσερχομένοις` 在格上与后文的宾格代词 `ἡμᾶς` 不一致,但它在语义上指向隐含的主语“我们”。注意不要误将其视作修饰中性复数 `τοῖς πολυτελέ信` 的成分。它在此起时间或条件状语的作用,意为“当我们间歇性地接触奢华之物时”。
  2. 132τὸν ἡδὺν γεννᾷ βίον — 动词 `γεννᾷ` 采用单数形式,这与前面出现的复数主语(`πότοι καὶ κῶμοι`, `ἀπολαύσεις`)不一致,而是与否定句之后出现的真正主语 `νήφων λογισμός`(单数)相一致。
  3. 133τὴν δὲ ὑπό τινων δεσπότιν εἰσαγομένην — 由于文本破损(`†ἀγγέλλοντος`),支配的分词已不存,但在语境中,它必须与表示比较的属格 `τοῦ...` 并列,意为“比那[嘲笑]宿命的人”。括号内的插入语解释了伊壁鸠鲁关于必然、偶然和人类自身这三种原因的学说。
  4. 134οὔτε ἀβέβαιον αἰτίαν — `ἀβέβαιον αἰτίαν`(不稳定的原因)通过 `οὔτε` 与 `οὔτε θεόν`(神)并列,两者均为分词 `ὑπολαμβάνων`(“视偶然为……”)的补足语,意为“既不把偶然视为神,也不视为不稳定的原因”。
  5. 135〈μὴ ὀρθωθῆναι ἢ τὸ μὴ καλῶς κριθὲν〉 — 这一补缺部分填补了文本的空白,用以完成反讽性的对比(“判断妥当的事未能成功”与“判断不妥的事由于偶然原因而成功”),从而支持了整句的论点,即“理智地遭遇不幸优于不理智地获得幸运”。

引用这一段

伊壁鸠鲁, 致美诺西乌斯信 §131-135. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0537.tlg012.humanitext-grc1:131-135

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。