§122Μήτε νέος τις ὢν μελλέτω φιλοσοφεῖν, μήτε γέρων ὑπάρχων κοπιάτω φιλοσοφῶν.
不要因为年轻就推迟研究哲学,也不要因年纪大了就厌倦研究哲学。
οὔτε γὰρ ἄωρος οὐδείς ἐστιν οὔτε πάρωρος πρὸς τὸ κατὰ ψυχὴν ὑγιαῖνον.
因为对于灵魂的健康而言,没有任何人是太年轻或太迟的。
ὁ δὲ λέγων ἢ μήπω τοῦ φιλοσοφεῖν ὑπάρχειν ὥραν ἢ παρεληλυθέναι τὴν ὥραν ὅμοιός ἐστι τῷ λέγοντι πρὸς εὐδαιμονίαν ἢ μὴ παρεῖναι τὴν ὥραν ἢ μηκέτι εἶναι.
说研究哲学的时机还未到或者已经过去的人,就像是说幸福的时机还未到来或者已经不复存在的人一样。
ὥστε φιλοσοφητέον καὶ νέῳ καὶ γέροντι, τῷ μὲν ὅπως γηράσκων νεάζῃ τοῖς ἀγαθοῖς διὰ τὴν χάριν τῶν γεγονότων, τῷ δὲ ὅπως νέος ἅμα καὶ παλαιὸς ᾖ διὰ τὴν ἀφοβίαν τῶν μελλόντων·
因此,年轻人和老年人都必须研究哲学:后者为了在变老的过程中通过对往事的感激而在美好事物中保持年轻,前者为了由于对未来的无惧而同时既年轻又老练。
μελετᾶν οὖν χρὴ τὰ ποιοῦντα τὴν εὐδαιμονίαν, εἴπερ παρούσης μὲν αὐτῆς πάντα ἔχομεν, ἀπούσης δὲ πάντα πράττομεν εἰς τὸ ταύτην ἔχειν.
因此,必须操练那些能带来幸福的事物,因为如果它存在,我们就拥有了一切;如果它不存在,我们就要做一切事情来获得它。
§123Ἃ δέ σοι συνεχῶς παρήγγελλον, ταῦτα καὶ πρᾶττε καὶ μελέτα, στοιχεῖα τοῦ καλῶς ζῆν ταῦτ’ εἶναι διαλαμβάνων.
我不断向你叮嘱的那些事,你既要付诸实行,又要加以操练,把它们理解为美好生活的首要元素。
Πρῶτον μὲν τὸν θεὸν ζῷον ἄφθαρτον καὶ μακάριον νομίζων, ὡς ἡ κοινὴ τοῦ θεοῦ νόησις ὑπεγράφη, μηθὲν μήτε τῆς ἀφθαρσίας ἀλλότριον μήτε τῆς μακαριότητος ἀνοίκειον αὐτῷ πρόσαπτε·
首先,将神视作一个不死且至福的存在(正如人们关于神的普遍观念所描绘的那样),切勿赋予他任何有悖于不死性或不合于至福的事情。
πᾶν δὲ τὸ φυλάττειν αὐτοῦ δυνάμενον τὴν μετὰ ἀφθαρσίας μακαριότητα περὶ αὐτὸν δόξαζε.
而要确信关于他的一切,凡是能够维护他那伴随不死性的至福的。
θεοὶ μὲν γὰρ εἰσίν· ἐναργὴς γὰρ αὐτῶν ἐστιν ἡ γνῶσις· οἵους δ’ αὐτοὺς 〈οἱ〉 πολλοὶ νομίζουσιν, οὐκ εἰσίν· οὐ γὰρ φυλάττουσιν αὐτοὺς οἵους νομίζουσιν.
因为神确实存在,对于他们的认识是清晰显明的;但他们并不是大多数人所想象的那样,因为人们并没有按照他们所想象的形象去维护神。
ἀσεβὴς δὲ οὐχ ὁ τοὺς τῶν πολλῶν θεοὺς ἀναιρῶν, ἀλλ’ ὁ τὰς τῶν πολλῶν δόξας θεοῖς προσάπτων.
不虔敬的人不是那个消灭大众神明的人,而是把大众的意见强加于神明的人。
§124οὐ γὰρ προλήψεις εἰσὶν ἀλλ’ ὑπολήψεις ψευδεῖς αἱ τῶν πολλῶν ὑπὲρ θεῶν ἀποφάσεις.
因为大众关于神明的断言不是预念,而是虚假的想法。
ἔνθεν αἱ μέγισται βλάβαι† αἴτιαι τοῖς κακοῖς ἐκ θεῶν ἐπάγονται καὶ ὠφέλειαι.
由此产生这样的看法:恶人会受到神明带来的最大伤害,而〈善人会得到最大的〉益处。
ταῖς γὰρ ἰδίαις οἰκειούμενοι διὰ παντὸς ἀρεταῖς τοὺς ὁμοίους ἀποδέχονται, πᾶν τὸ μὴ τοιοῦτον ὡς ἀλλότριον νομίζοντες.
因为神明总是亲近自己特有的德行,接纳与自己相似的人,而将一切不合于此的事物视作异己。
Συνέθιζε δὲ ἐν τῷ νομίζειν μηδὲν πρὸς ἡμᾶς εἶναι τὸν θάνατον· ἐπεὶ πᾶν ἀγαθὸν καὶ κακὸν ἐν αἰσθήσει· στέρησις δέ ἐστιν αἰσθήσεως ὁ θάνατος.
要使自己习惯于确信:死亡对于我们是无足轻重的;因为一切善与恶都在于感觉,而死亡正是感觉的丧失。
ὅθεν γνῶσις ὀρθὴ τοῦ μηθὲν εἶναι πρὸς ἡμᾶς τὸν θάνατον ἀπολαυστὸν ποιεῖ τὸ τῆς ζωῆς θνητόν, οὐκ ἄπειρον προστιθεῖσα χρόνον, ἀλλὰ τὸν τῆς ἀθανασίας ἀφελομένη πόθον.
因此,关于死亡对我们无足轻重的正确认识,使得生命的终有一死变得可以享受,这不是通过增加无限的时间,而是通过消除对不死的渴望。
§125οὐθὲν γάρ ἐστιν ἐν τᾷ ζῆν δεινὸν τῷ κατειληφότι γνησίως τὸ μηδὲν ὑπάρχειν ἐν τῷ μὴ ζῆν δεινόν.
因为对于那些真正领会到“不活着”并无任何可怕的人来说,活着也就没有任何可怕的事了。
ὥστε μάταιος ὁ λέγων δεδιέναι τὸν θάνατον οὐχ ὅτι λυπήσει παρών, ἀλλ’ ὅτι λυπεῖ μέλλων.
因而,那些说自己害怕死亡的人是虚妄的,他们害怕不是因为死亡到来时会带来痛苦,而是因为死亡将要到来这一前景令人痛苦。
ὃ γὰρ παρὸν οὐκ ἐνοχλεῖ, προσδοκώμενον κενῶς λυπεῖ.
因为那在到来时并不构成扰乱的事物,在被预期时却带来痛苦,完全是徒劳的。
τὸ φρικωδέστατον οὖν τῶν κακῶν ὁ θάνατος οὐθὲν πρὸς ἡμᾶς, ἐπειδήπερ ὅταν μὲν ἡμεῖς ὦμεν, ὁ θάνατος οὐ πάρεστιν, ὅταν δὲ ὁ θάνατος παρῇ, τόθ’ ἡμεῖς οὐκ ἐσμέν.
因此,最令人恐惧的恶——死亡,对于我们却无足轻重,因为当我们在时,死亡尚不临头;而当死亡临头时,我们已不复存在。
οὔτε οὖν πρὸς τοὺς ζῶντάς ἐστιν οὔτε πρὸς τοὺς τετελευτηκότας, ἐπειδήπερ περὶ οὓς μὲν οὐκ ἔστιν, οἳ δ’ οὐκέτι εἰσίν.
所以,死亡既与活着的人无关,也与死去的人无关,因为对于前者,死亡尚不存在;对于后者,他们自身已不复存在。
Ἀλλ’ οἱ πολλοὶ τὸν θάνατον ὁτὲ μὲν ὡς μέγιστον τῶν κακῶν φεύγουσιν, ὁτὲ δὲ ὡς ἀνάπαυσιν τῶν ἐν τῷ ζῆν 〈κακῶν αἱροῦνται.
然而,大众有时把死亡当作最大的恶来逃避,有时又把它当作摆脱生活中的〈恶〉的解脱来选择。