§126ὁ δὲ σοφὸς οὔτε παραιτεῖται τὸ ζῆν〉 οὔτε φοβεῖται τὸ μὴ ζῆν·
賢者は生きることを拒みもせず、生きないことを恐れもしない。
οὔτε γὰρ αὐτῷ προσίσταται τὸ ζῆν οὔτε δοξάζει κακὸν εἶναί τι τὸ μὴ ζῆν.
なぜなら、彼にとって生きることが重荷になるわけではなく、生きないことが何か悪いことだとも思わないからである。
ὥσπερ δὲ τὸ σιτίον οὐ τὸ πλεῖον πάντως ἀλλὰ τὸ ἥδιστον αἱρεῖται, οὕτω καὶ χρόνον οὐ τὸν μήκιστον ἀλλὰ τὸν ἥδιστον καρπίζεται.
食べ物において、単に量が多いものではなく、最も美味しいものを人が選ぶように、時間においても、最も長いものではなく、最も心地よいものを享受するのである。
Ὁ δὲ παραγγέλλων τὸν μὲν νέον καλῶς ζῆν, τὸν δὲ γέροντα καλῶς καταστρέφειν, εὐήθης ἐστὶν οὐ μόνον διὰ τὸ τῆς ζωῆς ἀσπαστόν, ἀλλὰ καὶ διὰ τὸ τὴν αὐτὴν εἶναι μελέτην τοῦ καλῶς ζῆν καὶ τοῦ καλῶς ἀποθνήσκειν.
若者には善く生きよ、老人には善く生涯を終えよと勧める者は、人生を歓迎すべきものとするためだけでなく、善く生きることと善く死ぬことの訓練が同一であることのためにも、愚かである。
πολὺ δὲ χείρων καὶ ὁ λέγων
"καλὸν μὲν μὴ φῦναι,φύντα δ’ ὅπως ὤκιστα πύλας Ἀίδαο περῆσαι. "
また、「生まれぬことが善く、生まれたなら速やかにハデスの門をくぐることだ」と言う者は、はるかに劣っている。
§127Εἰ μὲν γὰρ πεποιθὼς τουτό φησν, πῶς οὐκ ἀπέρχεται ἐκ τοῦ ζῆν;
なぜなら、もし彼が確信を持ってそう言うなら、なぜ生から去らないのか。
ἐν ἑτοίμῳ γὰρ αὐτῷ τοῦτ’ ἐστίν, εἴπερ ἦν βεβουλευμένον αὐτῷ βεβαίως·
もし彼がそれを確かに決意していたなら、それは彼の手の届くことだからである。
εἰ δὲ μωκώμενος, μάταιος ἐν τοῖς οὐκ ἐπιδεχομένοις.
だが、もしからかっているだけなら、ふざける余地のない事柄において愚かである。
Μνημονευτέον δὲ ὡς τὸ μέλλον 〈οὔτε πάντως ἡμέτερον〉 οὔτε πάντως οὐχ ἡμέτερον, ἵνα μήτε πάντως προσμένωμεν ὡς ἐσόμενον μήτε ἀπελπίζωμεν ὡς πάντως οὐκ ἐσόμενον.
未来は完全に私たちの支配下にあるわけでもなく、完全に私たちの支配下にないわけでもない、ということを記憶にとどめねばならない。 それは、私たちが未来が必ず来るものとしてひたすら待つこともなく、必ず来ないものとして絶望することもないためである。
Ἀναλογιστέον δὲ ὡς τῶν ἐπιθυμιῶν αἱ μέν εἰσι φυσικαί, αἱ δὲ κεναί, καὶ τῶν φυσικῶν αἱ μὲν ἀναγκαῖαι, αἱ δὲ φυσι καὶ μόνον·
欲望には、自然なものと虚しいものがあり、自然なものの中には必要なものと、単に自然なだけのものがあることを考慮しなければならない。
τῶν δὲ ἀναγκαίων αἱ μὲν πρὸς εὐδαιμονίαν εἰσὶν ἀναγκαῖαι, αἱ δὲ πρὸς τὴν τοῦ σώματος ἀοχλησίαν, αἱ δὲ πρὸς αὐτὸ τὸ ζῆν.
そして必要なものの中には、幸福のために必要なもの、身体の苦痛がないために必要なもの、そして生きることそのもののために必要なものがある。
§128τούτων γὰρ ἀπλανὴς θεωρία πᾶσαν αἵρεσιν καὶ φυγὴν ἐπανάγειν οἶδεν ἐπὶ τὴν τοῦ σώματος ὑγίειαν καὶ τὴν 〈τῆς ψυχῆς〉 ἀταραξίαν, ἐπεὶ τοῦτο τοῦ μακαρίως ζῆν ἐστι τέλος.
なぜなら、これらについての誤りのない観照は、あらゆる選択と忌避を身体の健康と魂の平穏(アタラクシア)へと帰着させることを知っているからであり、これこそが至福に生きることの目的だからである。
τούτου γὰρ χάριν πάντα πράττομεν, ὅπως μήτε ἀλγῶμεν μήτε ταρβῶμεν.
この目的のために私たちはすべてのことを行う。 それは、私たちが苦痛を感じることもなく、恐れることもないためである。
ὅταν δὲ ἅπαξ τοῦτο περὶ ἡμᾶς γένηται, λύεται πᾶς ὁ τῆς ψυχῆς χειμών, οὐκ ἔχοντος τοῦ ζῴου βαδίζειν ὡς πρὸς ἐνδέον τι καὶ ζητεῖν ἕτερον ᾧ τὸ τῆς ψυχῆς καὶ τοῦ σώματος ἀγαθὸν συμπληρώσεται.
そして、一度この状態が私たちに実現すれば、魂のあらゆる嵐は静まり、生き物は何か不足しているものへと向かって歩む必要もなく、魂と身体の善がそれによって満たされるような別の何かを探し求める必要もなくなる。
τότε γὰρ ἡδονῆς χρείαν ἔχομεν, ὅταν ἐκ τοῦ μὴ παρεῖναι τὴν ἡδονὴν ἀλγῶμεν·
なぜなら、私たちは快楽がそこにないために苦痛を感じるときにこそ快楽を必要とするからである。
‹ ὅταν δὲ μὴ ἀλγῶμεν,〉 οὐκέτι τῆς ἡδονῆς δεόμεθα.
苦痛を感じていないときには、もはや快楽を必要としない。
§129Καὶ διὰ τοῦτο τὴν ἡδονὴν ἀρχὴν καὶ τέλος λέγομεν εἶναι τοῦ μακαρίως ζῆν.
このために、私たちは快楽を至福に生きることの始まりであり終わりであると言う。
ταύτην γὰρ ἀγαθὸν πρῶτον καὶ συγγενικὸν ἔγνωμεν, καὶ ἀπὸ ταύτης καταρχόμεθα πάσης αἱρέσεως καὶ φυγῆς, καὶ ἐπὶ ταύτην καταντῶμεν ὡς κανόνι τῷ πάθει πᾶν ἀγαθὸν κρίνοντες.
なぜなら、私たちはこの快楽を第一の、生まれながらに備わった善であると認識しており、この快楽からすべての選択と忌避を開始し、感情を基準としてあらゆる善を判断しつつ、この快楽へと至るからである。
Καὶ ἐπεὶ πρῶτον ἀγαθὸν τοῦτο καὶ σύμφυτον, διὰ τοῦτο καὶ οὐ πᾶσαν ἡδονὴν αἱρούμεθα, ἀλλ’ ἔστιν ὅτε πολλὰς ἡδονὰς ὑπερβαίνομεν, ὅταν πλεῖον ἡμῖν τὸ δυσχερὲς ἐκ τούτων ἕπηται·
そして、これが第一の、生まれながらの善であるからこそ、私たちはすべての快楽を選択するわけではなく、むしろ、そこからより大きな不都合が従う場合には多くの快楽をやり過ごすこともある。
καὶ πολλὰς ἀλγηδόνας ἡδονῶν κρείττους νομίζομεν, ἐπειδὰν μείζων ἡμῖν ἡδονὴ παρακολουθῇ πολὺν χρόνον ὑπομείνασι τὰς ἀλγηδόνας.
また、苦痛を耐え忍んだ後に、より大きな快楽が私たちに伴う場合には、多くの苦痛を快楽よりも優れたものとみなす。
πᾶσα οὖν ἡδονὴ διὰ τὸ φύσιν ἔχειν οἰκείαν ἀγαθόν, οὐ πᾶσα μέντοι αἱρετή·
それゆえ、すべての快楽は独自の性質を持つために善であるが、すべての快楽が選択されるべきわけではない。
καθάπερ καὶ ἀλγηδὼν πᾶσα κακόν, οὐ πᾶσα δὲ ἀεὶ φευκτὴ πεφυκυῖα.
同様に、すべての苦痛は悪であるが、すべての苦痛が常に避けるべきものであるわけではない。
§130τῇ μέντοι συμμετρήσει καὶ συμφερόντων καὶ ἀσυμφόρων βλέψει ταῦτα πάντα κρίνειν καθήκει.
しかしながら、有益なものと不利益なものとを考量し、見極めることによって、これらすべてを判断することがふさわしい。
χρώμεθα γὰρ τῷ μὲν ἀγαθῷ κατά τινας χρόνους ὡς κακῷ, τῷ δὲ κακῷ τοὔμπαλιν ὡς ἀγαθῷ.
というのも、私たちはある時には善を悪として扱い、逆に悪を善として扱うことがあるからである。
Καὶ τὴν αὐτάρκειαν δὲ ἀγαθὸν μέγα νομίζομεν, οὐχ ἵνα πάντως τοῖς ὀλίγοις χρώμεθα, ἀλλ’ ὅπως ἐὰν μὴ ἔχωμεν τὰ πολλά, τοῖς ὀλίγοις ἀρκώμεθα, πεπεισμένοι γνησίως ὅτι ἥδιστα πολυτελείας ἀπολαύουσιν οἱ ἥκιστα ταύτης δεόμενοι, καὶ ὅτι τὸ μὲν φυσικὸν πᾶν εὐπόριστόν ἐστι, τὸ δὲ κενὸν δυσπόριστον, ὅτι τε λιτοὶ χυλοὶ ἴσην πολυτελεῖ διαίτῃ τὴν ἡδονὴν ἐπιφέρουσιν,
また、私たちは自足を大きな善であるとみなす。 それは、私たちが常にわずかなものだけを用いるためではなく、多くのものを持たない場合にわずかなもので満足するためである。 これは、「最も贅沢を必要としない者が、最も心地よく贅沢を享受する」ということ、また「自然なものはすべて手に入れやすく、虚しいものは手に入れにくい」ということ、そして「簡素な食べ物も、贅沢な食事と同じだけの快楽をもたらす」ということを真に確信しているからである。