Humanitext Reader

伊壁鸠鲁 · 致皮托克勒信 §106-110

风与降水现象以及虹和月晕的成因

第 5 段,共 6 段 · 希腊语

内容简介

本文对地震的补充成因和风的产生进行了说明,并通过原子的碰撞、凝缩、配置变化以及冷气和空气的作用,多元化地解释了雹、雪、露、霜、冰、虹以及月晕等各种气象与光学现象的物理产生机制。

§106καὶ κατ’ ἄλλους δὲ πλείους τρόπους τὰς κινήσεις ταύτας τῆς γῆς γίνεσθαι.
而且大地的这些运动也可能通过其他更多的方式产生。
(τὰ δὲ πνεύματα συμβαίνει γίνεσθαι κατὰ χρόνον ἀλλοφυλίας τινὸς ἀεὶ καὶ κατὰ μικρὸν παρεισδυομένης, καὶ καθ’ ὕδατος ἀφθόνου συλλογήν· [τὰ δὲ λοιπὰ πνεύματα γίνεται] καὶ ὀλίγων πεσόντων εἰς τὰ πολλὰ κοιλώματα, διαδόσεως τούτων γινομένης.
(另一方面,风的产生恰逢某种异质物始终且逐渐渗入之时,以及由于丰富的水的聚集;也由于少数物跌入许多空洞,并且这些物发生传布。
) Χάλαζα συντελεῖται καὶ κατὰ πῆξιν ἰσχυροτέραν, πάντοθεν δὲ πνευματωδῶν περίστασιν τινῶν καὶ καταμέρισιν· καὶ 〈κατὰ〉 πῆξιν μετριωτέραν, ὑδατοειδῶν 〈δέ〉 τινων ὁμούρησιν ἅμα τήν τε σύνωσιν αὐτῶν ποιουμένην καὶ τὴν διάρρηξιν πρὸς τὸ κατὰ μέρη συνίστασθαι πηγνύμενα καὶ κατὰ ἀθρότητα.
)雹的形成由于更强烈的冻结,以及某些具风气的物体从四面八方包围并被细分;也由于较温和的冻结,此时某些水状物体的邻接,同时造成它们的凝缩和破裂,以致于冻结的物体部分地、以及整体地结合起来。
§107ἡ δὲ περιφέρεια οὐκ ἀδυνάτως μὲν ἔχει γίνεσθαι πάντοθεν τῶν ἄκρων ἀποτηκομένων καὶ ἐν τῇ συστάσει πάντοθεν, ὡς λέγεται, κατὰ μέρη ὁμαλῶς περισταμένων εἴτε ὑδατοειδῶν τινων εἴτε πνευματωδῶν.
而其圆球形状的产生并非不可能:由于各端从四面八方融化,以及在结合时,正如所说,无论是某些水状物还是风状物,都从四面八方在各部分上均匀地包围着。
Χιόνα δὲ ἐνδέχεται συντελεῖσθαι καὶ ὕδατος λεπτοῦ ἐκχεομένου ἐκ τῶν νεφῶν (διὰ πόρων συμμετρίας καὶ θλίψεως ἐπιτηδείων νεφῶν καὶ ὑπὸ πνεύματος σπορᾶς), εἶτα τούτου πῆξιν ἐν τῇ φορᾷ λαμβάνοντος διά τινα ἰσχυρὰν ἐν τοῖς κατώτερον τόποις τῶν νεφῶν ψυχρασίας περίστασιν· καὶ κατὰ πῆξιν δ’ ἐν τοῖς νέφεσιν ὁμαλῆ ἀραιότητα ἔχουσαν τοιαύτη πρόεσις ἐκ τῶν νεφῶν γίνοιτο ἂν πρὸς ἄλληλα θλιβομένων, ὑδατοειδῶν τινων συμπαρακειμένων (ἃ οἱονεὶ σύνωσιν ποιούμενα χάλαζαν ἀποτελεῖ, ὃ μάλιστα γίνεται ἐν τῷ ἀέρι)· §108καὶ κατὰ τρῖψιν δὲ νεφῶν πῆξιν εἰληφότων ἀπόπαλσιν ἂν λαμβάνοι τὸ τῆς χιόνος τοῦτο ἄθροισμα.
雪的形成也可能由于微细的水从云中流出(通过孔道的对称和适宜之云的压缩,以及由于风的散播),接着这水在下落过程中,由于云层下方场所中某种强烈的冷气包围而发生冻结;也由于云中具有均匀疏松度的冻结,当云彼此挤压时,在某些水状物体并存的情况下(这些物体仿佛进行凝缩而产生雹,这主要发生在空气中),可能会从云中产生这样的释放;还由于已经冻结的云的摩擦,这一雪的聚集体可能会受到反弹。
καὶ κατ’ ἄλλους δὲ τρόπους ἐνδέχεται χιόνα συντελεῖσθαι.
而且雪也可能通过其他方式形成。
Δρόσος συντελεῖται καὶ κατὰ σύνοδον πρὸς ἄλληλα ἐκ τοῦ ἀέρος τῶν τοιούτων, ἃ τῆς τοιαύτης ὑγρασίας ἀποτελεστικὰ γίνεται· καὶ κατὰ 〈ἀπο〉φορὰν δὲ ἢ ἀπὸ νοτερῶν τόπων ἢ ὕδατα κεκτημένων (ἐν οἷς τόποις μάλιστα δρόσος συντελεῖται), εἶτα σύνοδον τούτων εἰς τὸ αὐτὸ λαβόντων καὶ ἀποτέλεσιν ὑγρασίας καὶ πάλιν φορὰν ἐπὶ τοὺς κάτω τόπους, καθάπερ ὁμοίως καὶ παρ’ ἡμῖν ἐπὶ πλειόνων τοιαῦτά τινα 〈συντελούμενα θεωρεῖται.
露的形成由于大空中那些产生此类湿气的物体的相互汇聚;也由于从潮湿场所或拥有水的场所(在这些场所中露水最常形成)的传送,接着它们在同一处汇聚并产生湿气,再次传送到下方场所,正如在我们身边,许多情况下同样能观察到某些此类事情的发生。
§109Καὶ πάχνη δὲ οὐ διαφερόντως〉 συντελεῖται τῶν δρόσων τούτων πῆξίν τινα ποιὰν λαβόντων διὰ περίστασίν τινα ἀέρος ψυχροῦ.
而霜的形成也与此无异,由于这些露水在某种冷空气的包围下受到了某种冻结。
Κρύσταλλος συντελεῖται καὶ κατ’ ἔκθλιψιν μὲν τοῦ περιφεροῦς σχηματισμοῦ ἐκ τοῦ ὕδατος, σύνωσιν δὲ τῶν σκαληνῶν καὶ ὀξυγωνίων τῶν ἐν τῷ ὕδατι ὑπαρχόντων· καὶ κατὰ ἔξωθεν δὲ τῶν τοιούτων πρόσκρισιν, ἃ συνελασθέντα πῆξιν τῷ ὕδατι παρεσκεύασε, ποσὰ τῶν περιφερῶν ἐκθλίψαντα.
冰的形成由于从水中挤出圆形配置,以及水中存在的不等边和锐角配置的凝缩;还由于外部对这些物体的附着,它们被集聚后,挤出了若干圆形的物体,从而使水发生冻结。
Ἶρις γίνεται κατὰ πρόσλαμψιν [ὑπὸ] τοῦ ἡλίου πρὸς ἀέρα ὑδατοειδῆ· ἢ κατὰ [ἀέρος] φύσιν ἰδίαν τοῦ τε φωτὸς καὶ τοῦ ἀέρος, ἣ τὰ τῶν χρωμάτων τούτων ἰδιώματα ποιήσει εἴτε πάντα εἴτε μονοειδῶς, ἀφ’ οὗ πάλιν ἀπολάμποντος τὰ ὁμοροῦντα τοῦ ἀέρος χρῶσιν ταύτην λήψεται, οἵαν θεωροῦμεν. . . . κατὰ πρόσλαμψιν πρὸς τὰ μέρη.
虹的产生由于太阳照向含水的空气;或者根据光和空气两者的独特本性,这将产生这些颜色的特征,无论是全部的还是单一形态的,当光从中再次反射出来时,邻近的空气将获得这种我们所观察到的色彩……由于照向这些部分。
§110Τὸ δὲ τῆς περιφερείας τούτου φάντασμα γίνεται διὰ τὸ τὸ διάστημα πάντοθεν ἴσον ὑπὸ τῆς ὄψεως θεωρεῖσθαι, ἢ σύνωσιν τοιαύτην λαμβανουσῶν τῶν ἐν τῷ ἀέρι 〈ἀ〉τόμων ἢ ἐν τοῖς νέφεσιν ἀπὸ τοῦ αὐτοῦ ἀέρος [προσφερομένου πρὸς τὴν σελήνην] ἀποφερομένων [ἀτόμων] περιφέρειάν τινα καθίεσθαι τὴν σύγκρισιν ταύτην.
而这圆弧现象的产生,是因为视力从四面八方观察到的距离都是相等的,或者是由于空气中或云中的原子受到这样的凝缩,或从同一空气中被带走,这一结合物便呈某种圆弧状下垂。
Ἅλως περὶ τὴν σελήνην γίνεται [καὶ κατὰ] πάντοθεν ἀέρος προσφερομένου πρὸς τὴν σελήνην ἢ τὰ ἀπ’ αὐτῆς ῥεύματα ἀποφερόμενα ὁμαλῶς ἀναστέλλοντος ἐπὶ τοσοῦτον ἐφ’ ὅσον κύκλῳ περιστῆσαι τὸ νεφοειδὲς τοῦτο καὶ μὴ τὸ παράπαν διακρῖναι, ἢ καὶ τὸν πέριξ αὐτῆς ἀέρα ἀναστέλλοντος συμμέτρως πάντοθεν εἰς τὸ περιφερὲς τὸ περὶ αὐτὴν καὶ παχυμερὲς περιστῆσαι.
月亮周围的晕产生,由于空气从四面八方朝向月亮运送,或者由于空气均匀地阻挡从月亮流出的流体,达到能使这云状物呈环状包围、且不致完全消散的程度;或者也是由于从四面八方对称地阻挡其周围的空气,以使其在周围呈圆形且浓密的形态包围起来。

词汇与语法注释

  1. 106κατὰ χρόνον ἀλλοφυλίας τινὸς ἀεὶ καὶ κατὰ μικρὸν παρεισδυομένης — 属格短语 `ἀλλοφυλίας ... παρεισδυομένης` 修饰介词短语 `κατὰ χρόνον`(在……之时),解释了异质原子或物质逐渐渗入的时间过程。
  2. 106ὑδατοειδῶν 〈δέ〉 τινων ὁμούρησιν — 名词 `ὁμούρησιν`(邻接)作为主语/施事,通过分词 `ποιουμένην`(通常被视为代指主格 `ποιουμένη` 的误写或句式失调)支配了冠词不定式短语 `πρὸς τὸ ... συνίστασθαι`(以致于结合),其逻辑主语为受格 `πηγνύμενα`。
  3. 107οὐκ ἀδυνάτως μὲν ἔχει γίνεσθαι — 动词 `ἔχει` 后接副词(`ἀδυνάτως`)是表示“处于……状态”的惯用表达。结合双重否定 `οὐκ ἀδυνάτως`(并非不可能),并以不定式 `γίνεσθαι` 作为补足语,意为“产生并非不可能”。
  4. 108εἶτα σύνοδον τούτων εἰς τὸ αὐτὸ λαβόντων — 针对由 `κατά` 支配的受格名词 `σύνοδον`(汇聚),属格分词 `λαβόντων` 与代词 `τούτων` 构成了属格绝对(独立属格)结构。这是一种不规则的语法衔接,旨在将逻辑顺序(“接着它们汇聚……”)紧密联系到前文。
  5. 110περιφέρειάν τινα καθίεσθαι τὴν σύγκρισιν ταύτην — 这是一个“受格加不定式”结构(对格不定式),其中 `τὴν σύγκρισιν ταύτην`(这一结合物)作主语,`καθίεσθαι`(下垂)作不定式动词。`περιφέρειάν τινα` 作不定式的表语(呈某种圆弧状)。整个从句隶属于由 `διὰ τὸ` 引入或其概念延伸的因果结构。
  6. 110ἀναστέλλοντος — 这是一个现在分词属格,构成了省略主语 `τοῦ ἀέρος`(空气)的属格绝对(独立属格)结构。它描述了空气在阻挡或反射来自月亮的放射物时的能动作用。

引用这一段

伊壁鸠鲁, 致皮托克勒信 §106-110. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0537.tlg011.humanitext-grc1:106-110

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。