§111ὃ γίνεται κατὰ μέρη τινὰ ἤτοι ἔξωθεν βιασαμένου τινὸς ῥεύματος ἢ τῆς θερμασίας ἐπιτηδείων πόρων ἐπιλαμβανομένης εἰς τὸ τοῦτο ἀπεργάσασθαι.
这由于以下原因而部分地产生:或者是外部强行侵入的某种流体,或者是热量占据了适宜的通道以完成此事。
Κομῆται ἀστέρες γίνονται ἤτοι πυρὸς ἐν τόποις τισὶ διὰ χρόνων τινῶν ἐν τοῖς μετεώροις συντρεφομένου περιστάσεως γινομένης, ἢ ἰδίαν τινὰ κίνησιν διὰ χρόνων τοῦ οὐρανοῦ ἴσχοντος ὑπὲρ ἡμᾶς, ὥστε τὰ τοιαῦτα ἄστρα ἀναφανῆναι (ἢ αὐτὰ ἐν χρόνοις τισὶν ὁρμῆσαι διά τινα περίστασιν καὶ εἰς τοὺς καθ’ ἡμᾶς τόπους ἐλθεῖν καὶ ἐκφανῆ γενέσθαι.
彗星的产生或者是由于在某些时段内,在上空的某些地方聚集并滋养了火气;或者是由于我们头顶的天空在某些时段内具有某种独特的运动,以致此类星体显现;或者是由于它们自身在某些时候因某种情况而开始运动,来到我们所在的区域并显现出来。
τήν τε ἀφάνισιν τούτων γίνεσθαι παρὰ τὰς ἀντικειμένας ταύταις αἰτίας).
而它们的消失则是由于与这些相反的原因。
§112〈Τῶν ἄστρων〉 τινὰ ἀναστρέφεται αὐτοῦ, ὃ συμβαίνει οὐ μόνον τῷ τὸ μέρος τοῦτο τοῦ κόσμου ἑστάναι, περὶ ὃ τὸ λοιπὸν στρέφεται, καθάπερ τινές φασιν, ἀλλὰ καὶ τῷ δίνην ἀέρος ἔγκυκλον αὐτοῖς περιεστάναι, ἢ κωλυτικὴ γίνεται τοῦ περιπολεῖν ὡς καὶ τὰ ἄλλα· ἢ καὶ διὰ τὸ ἑξῆς μὲν αὐτοῖς ὕλην ἐπιτηδείαν μὴ εἶναι, ἐν δὲ τούτῳ τῷ τόπῳ ἐν ᾧ κείμενα θεωρεῖται.
星体中有一些在原地转动,这发生不仅是因为正如某些人所说,宇宙的这一部分是静止的,其余部分环绕着它转动,而且也是因为空气的圆状涡旋围绕着它们,阻碍了它们像其他星体那样巡回运行;或者也是因为,在它们的运行路径上并没有相继存在适宜的燃料,而只存在于它们被观察到所处的这一地方。
καὶ κατ’ ἄλλους δὲ πλείονας τρόπους τοῦτο δυνατὸν συντελεῖσθαι, ἐάν τις δύνηται τὸ σύμφωνον τοῖς φαινομένοις συλλογίζεσθαι.
如果有人能够推论出与现象相符的解释,那么通过其他更多的方式也是可能实现这一点的。
§113Τινὰ τῶν ἄστρων πλανᾶσθαι, εἰ οὕτω ταῖς κινήσεσι χρώμενα συμβαίνει, τινὰ δὲ μὴ [κινεῖσθαι] ἐνδέχεται μὲν καὶ παρὰ τὸ κύκλῳ κινούμενα ἐξ ἀρχῆς οὕτω κατηναγκάσθαι, ὥστε τὰ μὲν κατὰ τὴν αὐτὴν δῖναν φέρεσθαι ὁμαλὴν οὖσαν, τὰ δὲ κατὰ τὴν ἅμα τισὶν ἀνωμαλίαις χρωμένην· ἐνδέχεται δὲ καὶ καθ’ οὓς τόπους φέρεται οὗ μὲν παρεκτάσεις ἀέρος εἶναι ὁμαλεῖς ἐπὶ τὸ αὐτὸ συνωθούσας κατὰ τὸ ἑξῆς ὁμαλῶς τε ἐκκαούσας, οὗ δὲ ἀνωμαλεῖς οὕτως ὥστε τὰς θεωρουμένας παραλλαγὰς συντελεῖσθαι.
有些星体漂移(如果它们确实进行这样的运动),而有些星体则不移动,这可能由于:它们从一开始就进行圆周运动,并受到如此的强制,以至于一些星体沿着同样均匀的涡旋运送,而另另一些则沿着带有某些不规则性的涡旋运送;也可能由于在它们被运送的场所中,在某些地方空气的延伸是均匀的,顺次均匀地将它们燃起并推向同一方向,而在另一些地方空气则是不均匀的,以致于完成了所观察到的位置变异。
τὸ δὲ μίαν αἰτίαν τούτων ἀποδιδόναι, πλεοναχῶς τῶν φαινομένων ἐκκαλουμένων, μανικὸν καὶ οὐ καθηκόντως πραττόμενον ὑπὸ τῶν τὴν ματαίαν ἀστρολογίαν ἐζηλωκότων καὶ εἰς τὸ κενὸν αἰτίας τινῶν ἀποδιδόντων, ὅταν τὴν θείαν φύσιν μηθαμῇ λειτουργιῶν ἀπολύωσι.
但是,当现象召唤着多种解释时,却只为这些现象归结单一的原因,这是疯狂的,是由那些效法虚妄星象学的人所做出的不当行为,他们无端地为某些事情指派原因,此时他们绝不把神圣的本性从任何役务中解脱出来。
§114Τινὰ ἄστρα ὑπολειπόμενά τινων θεωρεῖσθαι συμβαίνει καὶ παρὰ τὸ βραδύτερον συμπεριφέρεσθαι τὸν αὐτὸν κύκλον περιόντα, καὶ παρὰ τὸ τὴν ἐναντίαν κινεῖσθαι ἀντισπώμενα ὑπὸ τῆς αὐτῆς δίνης, καὶ παρὰ τὸ περιφέρεσθαι τὰ μὲν διὰ πλείονος τόπου, τὰ δὲ δι’ ἐλάττονος, τὴν αὐτὴν δῖναν περικυκλοῦντα.
有些星体被观察到落后于其他星体,其发生由于:它们在绕行同一圆周时旋转得更慢,或者由于它们在相反方向运动并被同一涡旋逆向牵引,或者由于它们绕行同一涡旋时,一些在更广的空间中旋转,另一些在更窄的空间中旋转。
τὸ δὲ ἀπλῶς ἀποφαίνεσθαι περὶ τούτων καθῆκόν ἐστι τοῖς τερατεύεσθαί τι πρὸς τοὺς πολλοὺς βουλομένοις.
而对这些事情做出绝对的断言,只适合于那些想要对大众炫耀神异之人。
Οἱ λεγόμενοι ἀστέρες ἐκπίπτειν (καὶ) παρὰ μέρος (καὶ παρὰ τρῖψιν† ἑαυτῶν) δύνανται συντελεῖσθαι (καὶ παρὰ ἔκπτωσιν οὗ ἂν ἡ ἐκπνευμάτωσις γένηται), καθάπερ καὶ ἐπὶ τῶν ἀστραπῶν ἐλέγομεν· §115καὶ κατὰ σύνοδον δὲ ἀτόμων πυρὸς ἀποτελεστικῶν, συμφυλίας γενομένης εἰς τὸ τοῦτο τελέσαι, καὶ κατὰ κίνησιν οὗ ἂν ἡ ὁρμὴ ἐξ ἀρχῆς κατὰ τὴν σύνοδον γένηται· καὶ κατὰ πνευμάτων δὲ συλλογὴν ἐν πυκνώμασί τισιν [ἐν] ὀμιχλοειδέσι καὶ ἐκπύρωσιν τούτων διὰ τὴν κατείλησιν, εἶτ’ [ἐπ]ἔκρηξιν 〈ἐκ〉 τῶν περιεχόντων, καὶ ἐφ’ ὃν ἂν τόπον ἡ ὁρμὴ γένηται τῆς φορᾶς, εἰς τοῦτον φερομένων.
所谓的流星能够通过自身的一部分以及自身的摩擦而形成,也可以由于发生风的喷发之处的下坠而形成,正如我们对闪电所说的那样;也由于产生火的原子的合流,当同类的合流发生以完成此事时,以及由于合流时最初动力所朝向的运动;还由于风在某些雾状凝聚物中的聚集,以及由于受困而发火,接着从包围它们的物体中爆发出来,并被运送到它们的运行势头所朝向的地方。
καὶ ἄλλοι δὲ τρόποι εἰς τοῦτο τελέσαι ἀμύθητοί εἰσιν.
而且实现这一点的其他方式是无法数计的。
Αἱ δ’ ἐπισημασίαι αἱ γινόμεναι ἐπί τισι ζῴοις κατὰ συγκύρημα γίνονται τοῦ καιροῦ.
而发生在某些动物身上的天象预兆,是由于时节的巧合而发生的。
οὐ γὰρ τὰ ζῷα ἀνάγκην τινὰ προσφέρεται τοῦ ἀποτελεσθῆναι χειμῶνα, οὐδὲ κάθηταὶ τις θεία φύσις παρατηροῦσα τὰς τῶν ζῴων τούτων ἐξόδους κἄπειτα τὰς ἐπισημασίας ταύτας ἐπιτελεῖ.
因为动物并不会对冬天的形成施加任何必然性,也没有任何神圣的本性坐着观察这些动物的进出,然后完成这些预兆。
§116οὐδὲ γὰρ 〈ἂν〉 εἰς τὸ τυχὸν ζῷον κἂν μικρῷ χαριέστερον ᾖ, ἡ τοιαύτη μωρία ἐκπέσοι, μὴ ὅτι εἰς παντελῆ εὐδαιμονίαν κεκτημένον.
因为即使是稍微聪明一点的普通动物,也不会落入此种愚蠢之中,更不用说拥有完全幸福的[神圣本性]了。
Ταῦτα δὴ πάντα, Πυθόκλεις, μηνμόνευσον· κατὰ πολύ τε γὰρ τοῦ μύθου ἐκβήσῃ καὶ τὰ ὁμογενῆ τούτοις συνορᾶν δυνήσῃ, μάλιστα δὲ σεαυτὸν ἀπόδος εἰς τὴν τῶν ἀρχῶν καὶ ἀπειρίας καὶ τῶν συγγενῶν τούτοις θεωρίαν, ἔτι τε κριτηρίων καὶ παθῶν, καὶ οὗ ἕνεκεν ταῦτα ἐκλογιζόμεθα.
彼多克勒啊,你务必要记住这一切;因为你将极大地脱离神话,并且能够共同看清与这些相似的事情,尤其是要将自己献给对原理、无限以及与之相近之物的考察,还有对准则和情感的考察,以及我们推论这些事物的目的。
ταῦτα γὰρ μάλιστα συνθεωρούμενα ῥᾳδίως τὰς περὶ τῶν κατὰ μέρος αἰτίας συνορᾶν ποιήσει.
因为这些事物若能共同被考察,将很容易使你看清关于各个部分的具体原因。
οἱ δὲ ταῦτα μὴ καταγαπήσαντες ᾖ μάλιστα οὔτε 〈ἂν〉 αὐτὰ ταῦτα καλῶς συνθεωρήσαιεν οὔτε οὗ ἕνεκεν δεῖ θεωρεῖν ταῦτα περιεποιήσαντο.
而那些没有最深切地热爱这些事物的人,既不能很好地共同考察这些事物本身,也没有获得必须考察这些事物的目的。