§106καὶ κατ’ ἄλλους δὲ πλείους τρόπους τὰς κινήσεις ταύτας τῆς γῆς γίνεσθαι.
また、地のこれらの運動が、他のさらに多くの方法によっても生じる[ことは可能です]。
(τὰ δὲ πνεύματα συμβαίνει γίνεσθαι κατὰ χρόνον ἀλλοφυλίας τινὸς ἀεὶ καὶ κατὰ μικρὸν παρεισδυομένης, καὶ καθ’ ὕδατος ἀφθόνου συλλογήν·
(他方、風については、異質な何かが常に少しずつ忍び込む際、および、豊富な水が集まる際に、時を同じくして生じます。
[τὰ δὲ λοιπὰ πνεύματα γίνεται] καὶ ὀλίγων πεσόντων εἰς τὰ πολλὰ κοιλώματα, διαδόσεως τούτων γινομένης. )
Χάλαζα συντελεῖται καὶ κατὰ πῆξιν ἰσχυροτέραν, πάντοθεν δὲ πνευματωδῶν περίστασιν τινῶν καὶ καταμέρισιν·
また、少数のものが多くの空洞へと落下し、これらが伝播することによっても[風は生じます]。 )雹は、より強い凍結によって、また風のような性質のものがあらゆる方向から取り囲み、かつ細分されることによっても形成されます。
καὶ 〈κατὰ〉 πῆξιν μετριωτέραν, ὑδατοειδῶν 〈δέ〉 τινων ὁμούρησιν ἅμα τήν τε σύνωσιν αὐτῶν ποιουμένην καὶ τὴν διάρρηξιν πρὸς τὸ κατὰ μέρη συνίστασθαι πηγνύμενα καὶ κατὰ ἀθρότητα.
また、より緩やかな凍結によっても、また、水のような性質のいくつかのものが隣接し、それが同時にそれらの凝縮と、凍結したものが部分ごとに、また集団としても、結合するようになるための破裂をもたらすことによっても[形成されます]。
§107ἡ δὲ περιφέρεια οὐκ ἀδυνάτως μὲν ἔχει γίνεσθαι πάντοθεν τῶν ἄκρων ἀποτηκομένων καὶ ἐν τῇ συστάσει πάντοθεν, ὡς λέγεται, κατὰ μέρη ὁμαλῶς περισταμένων εἴτε ὑδατοειδῶν τινων εἴτε πνευματωδῶν.
他方、その[雹の]球形は、四方から端が溶け落ちること、また結合する際にあらゆる方向から、言われているように、水のような性質のものであれ風のような性質のものであれ、部分ごとに均等を取り囲むことによって、生じることが不可能ではありません。
Χιόνα δὲ ἐνδέχεται συντελεῖσθαι καὶ ὕδατος λεπτοῦ ἐκχεομένου ἐκ τῶν νεφῶν (διὰ πόρων συμμετρίας καὶ θλίψεως ἐπιτηδείων νεφῶν καὶ ὑπὸ πνεύματος σπορᾶς), εἶτα τούτου πῆξιν ἐν τῇ φορᾷ λαμβάνοντος διά τινα ἰσχυρὰν ἐν τοῖς κατώτερον τόποις τῶν νεφῶν ψυχρασίας περίστασιν·
雪は、微細な水が雲から流れ出ること(通路の適合性、適当な雲の圧縮、風による散布を通じて)、次いでこれが落下する間に、雲より低い場所における何らかの強い冷気の取り囲みによって凍結することによっても、形成され得ます。
καὶ κατὰ πῆξιν δ’ ἐν τοῖς νέφεσιν ὁμαλῆ ἀραιότητα ἔχουσαν τοιαύτη πρόεσις ἐκ τῶν νεφῶν γίνοιτο ἂν πρὸς ἄλληλα θλιβομένων, ὑδατοειδῶν τινων συμπαρακειμένων (ἃ οἱονεὶ σύνωσιν ποιούμενα χάλαζαν ἀποτελεῖ, ὃ μάλιστα γίνεται ἐν τῷ ἀέρι)·
また、雲のなかで均等な疎さを有する凍結が生じることによっても、雲が互いに押しつぶされるときに、水のような性質のいくつかのものが隣接していることで(それらは言わば凝縮をもたらして雹を作り出しますが、これはとりわけ空気中で生じます)、雲からこのような放出が生じ得ます。
§108καὶ κατὰ τρῖψιν δὲ νεφῶν πῆξιν εἰληφότων ἀπόπαλσιν ἂν λαμβάνοι τὸ τῆς χιόνος τοῦτο ἄθροισμα.
また、すでに凍結を被っている雲の摩擦によっても、この雪の集まりが反発を受け得るでしょう。
καὶ κατ’ ἄλλους δὲ τρόπους ἐνδέχεται χιόνα συντελεῖσθαι.
また、他の方法によっても雪が形成されることは可能です。
Δρόσος συντελεῖται καὶ κατὰ σύνοδον πρὸς ἄλληλα ἐκ τοῦ ἀέρος τῶν τοιούτων, ἃ τῆς τοιαύτης ὑγρασίας ἀποτελεστικὰ γίνεται·
露は、大気中から、そのような湿気を作り出す性質のあるもの同士が互いに合流することによっても形成されます。
καὶ κατὰ 〈ἀπο〉φορὰν δὲ ἢ ἀπὸ νοτερῶν τόπων ἢ ὕδατα κεκτημένων (ἐν οἷς τόποις μάλιστα δρόσος συντελεῖται), εἶτα σύνοδον τούτων εἰς τὸ αὐτὸ λαβόντων καὶ ἀποτέλεσιν ὑγρασίας καὶ πάλιν φορὰν ἐπὶ τοὺς κάτω τόπους, καθάπερ ὁμοίως καὶ παρ’ ἡμῖν ἐπὶ πλειόνων τοιαῦτά τινα 〈συντελούμενα θεωρεῖται.
また、湿った場所、あるいは水を保持している場所(それらの場所ではとりわけ露が形成されます)からの運搬によっても[形成され]、次いでそれらが同じ場所に合流して湿気を作り出し、再び下の場所へと運ばれることによります。 これは、私たちの身近において、多くのケースで同様のいくつかの事象が形成されるのが観察されるのと同様です。
§109Καὶ πάχνη δὲ οὐ διαφερόντως〉 συντελεῖται τῶν δρόσων τούτων πῆξίν τινα ποιὰν λαβόντων διὰ περίστασίν τινα ἀέρος ψυχροῦ.
また霜も、これらの露が冷たい空気の何らかの取り囲みによって、ある種の凍結を被ることによって、これら[の露]と違わずに形成されます。
Κρύσταλλος συντελεῖται καὶ κατ’ ἔκθλιψιν μὲν τοῦ περιφεροῦς σχηματισμοῦ ἐκ τοῦ ὕδατος, σύνωσιν δὲ τῶν σκαληνῶν καὶ ὀξυγωνίων τῶν ἐν τῷ ὕδατι ὑπαρχόντων·
氷は、水から球形の配置が押し出されること、他方、水の中に存在する不同辺および鋭角の配置が凝縮することによっても形成されます。
καὶ κατὰ ἔξωθεν δὲ τῶν τοιούτων πρόσκρισιν, ἃ συνελασθέντα πῆξιν τῷ ὕδατι παρεσκεύασε, ποσὰ τῶν περιφερῶν ἐκθλίψαντα.
また、外部からそのようなものが付着することによっても[形成され]、それらは、押し集められると、いくらかの球形のものを押し出して、水に凍結をもたらすのです。
Ἶρις γίνεται κατὰ πρόσλαμψιν [ὑπὸ] τοῦ ἡλίου πρὸς ἀέρα ὑδατοειδῆ·
虹は、太陽の光が水を含んだ空気に照り映えることによって生じます。
ἢ κατὰ [ἀέρος] φύσιν ἰδίαν τοῦ τε φωτὸς καὶ τοῦ ἀέρος, ἣ τὰ τῶν χρωμάτων τούτων ἰδιώματα ποιήσει εἴτε πάντα εἴτε μονοειδῶς, ἀφ’ οὗ πάλιν ἀπολάμποντος τὰ ὁμοροῦντα τοῦ ἀέρος χρῶσιν ταύτην λήψεται, οἵαν θεωροῦμεν. . . .
あるいは、光と空気の固有の性質によるものであり、それがこれらの色の特徴を、すべてであれ単一の形態であれ作り出し、そこから再び光が輝き出ると、隣接する空気が私たちが観察するようなこの彩色を帯びることになるのです。
κατὰ πρόσλαμψιν πρὸς τὰ μέρη.
…その各部分への照射によって。
§110Τὸ δὲ τῆς περιφερείας τούτου φάντασμα γίνεται διὰ τὸ τὸ διάστημα πάντοθεν ἴσον ὑπὸ τῆς ὄψεως θεωρεῖσθαι, ἢ σύνωσιν τοιαύτην λαμβανουσῶν τῶν ἐν τῷ ἀέρι 〈ἀ〉τόμων ἢ ἐν τοῖς νέφεσιν ἀπὸ τοῦ αὐτοῦ ἀέρος [προσφερομένου πρὸς τὴν σελήνην] ἀποφερομένων [ἀτόμων] περιφέρειάν τινα καθίεσθαι τὴν σύγκρισιν ταύτην.
他方、これの円弧の現象が生じるのは、視覚によってあらゆる方向から距離が等しく観察されるためであるか、あるいは、空気中または雲の中の原子がこのような凝縮を被ることによって、あるいは、同じ空気から運ばれていく[原子]によって、この結合が一種 of 円弧として下垂するためです。
Ἅλως περὶ τὴν σελήνην γίνεται [καὶ κατὰ] πάντοθεν ἀέρος προσφερομένου πρὸς τὴν σελήνην ἢ τὰ ἀπ’ αὐτῆς ῥεύματα ἀποφερόμενα ὁμαλῶς ἀναστέλλοντος ἐπὶ τοσοῦτον ἐφ’ ὅσον κύκλῳ περιστῆσαι τὸ νεφοειδὲς τοῦτο καὶ μὴ τὸ παράπαν διακρῖναι, ἢ καὶ τὸν πέριξ αὐτῆς ἀέρα ἀναστέλλοντος συμμέτρως πάντοθεν εἰς τὸ περιφερὲς τὸ περὶ αὐτὴν καὶ παχυμερὲς περιστῆσαι.
月をめぐる暈は、四方から空気が月へと運ばれることによって、あるいは、[空気が]月からの放出を、それが円状にこの雲のようなものを取り囲み、かつ完全に分散させてしまわない程度にまで、均等に押し返すことによって、あるいはまた、月の周囲の空気を、四方から釣り合いよく押し返すことによって、その周囲に円状の、かつ濃厚な部分からなる取り囲みを作る(凝縮させる)ことによって[生じます]。