§68ταῦτα οὖν πάντα τὰ διαλογίσματα 〈τὰ〉 περὶ ψυχῆς ἀνάγων τις ἐπὶ τὰ πάθη καὶ τὰς αἰσθήσεις, μνημονεύων τῶν ἐν ἀρχῇ ῥηθέντων, ἱκανῶς κατόψεται τοῖς τύποις ἐμπεριειλημμένα εἰς τὸ κατὰ μέρος ἀπὸ τούτων ἐξακριβοῦσθαι βεβαίως.
因此,如果有人将关于灵魂的所有这些思考,结合最初所说的话,对照情感和感觉,他就会充分看出这些思考已经在大纲中得到了包含,从而可以根据这些大纲确切地澄清其细节。
Ἀλλὰ μὴν καὶ τὰ σχήματα καὶ τὰ χρώματα καὶ τὰ μεγέθη καὶ τὰ βάρη καὶ ὅσα ἄλλα κατηγορεῖται σώματος ὡσανεὶ συμβεβηκότα ἢ πᾶσιν ἢ τοῖς ὁρατοῖς καὶ κατὰ τὴν αἴσθησιν † αὐτοῖς γνωστοῖς, οὔθ’ ὡς καθ’ ἑαυτάς εἰσι φύσεις δοξαστέον — §69οὐ γὰρ δυνατὸν ἐπινοῆσαι τοῦτο — οὔτε ὅλως ὡς οὐκ εἰσίν, οὔθ’ ὡς ἕτερ’ ἄττα προσυπάρχοντα τούτῳ ἀσώματα, οὔθ’ ὡς μόρια τούτου, ἀλλ’ ὡς τὸ ὅλον σῶμα καθόλου ἐκ τούτων πάντων τὴν ἑαυτοῦ φύσιν ἔχον ἀίδιον, οὐχ οἷον δὲ εἶναι συμπεφορημένον — ὥσπερ ὅταν ἐξ αὐτῶν τῶν ὄγκων μεῖζον ἄθροισμα συστῇ ἤτοι τῶν πρώτων ἢ τῶν τοῦ ὅλου μεγεθῶν τοῦδε τινὸς ἐλαττόνων —, ἀλλὰ μόνον, ὡς λέγω, ἐκ τούτων ἁπάντων τὴν ἑαυτοῦ φύσιν ἔχον ἀίδιον.
此外,至于形状、颜色、大小、重量以及其他所有作为永久属性而归属于身体的东西——无论是对于所有身体还是对于那些可见且通过感觉为人所知的身体——我们绝不能认为它们是独立存在的本性(实体)—— 因为这是无法想象的——也不能认为它们完全不存在,也不能认为它们是预先存在于身体中的其他无形之物,也不能认为它们是身体的部分;而必须认为,整个身体在整体上由于这一切而具有其自身永恒的本性,但并不是以积聚而成的形式存在——就像原子本身(无论是最初的要素,还是比该特定物体的整体大小更小的要素)组成一个更大的聚集体时那样——而是,正如我所说,仅由于这一切而具有其自身永恒的本性。
καὶ ἐπιβολὰς μὲν ἔχοντα ἰδίας πάντα ταῦτά ἐστι καὶ διαλήψεις, συμπαρακολουθοῦντος δὲ τοῦ ἀθρόου καὶ οὐθαμῇ ἀποσχιζομένου, ἀλλὰ κατὰ τὴν ἀθρόαν ἔννοιαν τοῦ σώματος κατηγορίαν εἰληφότος.
所有这些属性都有其特定的直观把握和区分,只要整体与之随行且绝不分离,而是根据身体的整体概念获得其谓述。
§70Καὶ μὴν καὶ τοῖς σώμασι συμπίπτει πολλάκις καὶ οὐκ ἀίδιον παρακολουθεῖν † οὔτ’ ἐν τοῖς ἀοράτοις καὶ οὔτε ἀσώματα †.
此外,身体也经常发生并不永恒伴随的情况(即偶有性)。
ὥστε δὴ κατὰ τὴν πλείστην φορὰν τούτῳ τῷ ὀνόματι χρώμενοι φανερὰ ποιοῦμεν τὰ συμπτώματα οὔτε τὴν τοῦ ὅλου φύσιν ἔχειν, ὃ συλλαβόντες κατὰ τὸ ἀθρόον σῶμα προσαγορεύομεν, οὔτε τὴν τῶν ἀίδιον παρακολουθούντων, ὧν ἄνευ σῶμα οὐ δυνατὸν νοεῖσθαι.
因此,在最普遍的用法中使用这个名称(偶有性),我们便清楚地表明,偶有性既不具有我们整体把握并称之为“身体”的那个整体的本性,也不具有那些不具有它们身体便无法被想象的永恒伴随属性(永久属性)的本性。
§71κατ’ ἐπιβολὰς δ’ ἄν τινας παρακολουθοῦντος τοῦ ἀθρόου ἕκαστα προσαγορευθείη, ἀλλ’ ὅτε δήποτε ἕκαστα συμβαίνοντα θεωρεῖται, οὐκ ἀίδιον τῶν συμπτωμάτων παρακολουθούντων.
如果整体伴随着它们,各个属性可以根据某些直观而被称呼,但那是在各个偶有事件(属性)被观察到发生的特定时刻,因为偶有性并不永恒伴随。
καὶ οὐκ ἐξελατέον ἐκ τοῦ ὄντος ταύτην τὴν ἐνάργειαν, ὅτι οὐκ ἔχει τὴν τοῦ ὅλου φύσιν ᾧ συμβαίνει ὃ δὴ καὶ σῶμα προσαγορεύομεν, οὐδὲ τὴν τῶν ἀίδιον παρακολουθούντων, οὐδ’ αὖ καθ’ αὑτὰ νομιστέον — οὐδὲ γὰρ τοῦτο διανοητὸν οὔτ’ ἐπὶ τούτων οὔτ’ ἐπὶ τῶν ἀίδιον συμβεβηκότων —, ἀλλ’ ὅπερ καὶ φαίνεται, συμπτώματα πάντα τὰ τοιαῦτα νομιστέον, καὶ οὐκ ἀίδιον παρακολουθοῦντα οὐδ’ αὖ φύσεως καθ’ ἑαυτὰ τάγμα ἔχοντα, ἀλλ’ ὃν τρόπον αὐτὴ ἡ αἴσθησις τὴν ἰδιότητα ποιεῖ, θεωρεῖται.
我们决不能因为偶有性不具有它所发生的那个整体(我们称之为身体)的本性,也不具有永恒伴随属性的本性,就把这一明显的现实从存在者中排除出去。 另一方面,也不应该认为它们是独立存在的——因为这对于偶有性或永恒随伴属性来说都是无法想象的——而是,正如它们显现的那样,必须将所有这些视为偶有性,它们既不永恒伴随,自身也不具有独立本性的地位,而是以感觉本身产生其特征的方式被观察到。
§72Καὶ μὴν καὶ τόδε γε δεῖ προσκατανοῆσαι σφοδρῶς· τὸν γὰρ δὴ χρόνον οὐ ζητητέον ὥσπερ καὶ τὰ λοιπά, ὅσα ἐν ὑποκειμένῳ ζητοῦμεν ἀνάγοντες ἐπὶ τὰς βλεπομένας παρ’ ἡμῖν αὐτοῖς προλήψεις, ἀλλ’ αὐτὸ τὸ ἐνάργημα, καθ’ ὃ τὸν πολὺν ἢ ὀλίγον χρόνον ἀναφωνοῦμεν, συγγενικῶς τοῦτο περιφέροντες, ἀναλογιστέον.
此外,还必须极其深刻地理解这一点:关于时间,我们不应该像寻找其他存在于主基质中的事物那样,通过对照我们在自身中所见到的预先概念(前见)来寻找它,而是必须从那项明白的事实本身进行反省,根据这项事实我们说“时间长”或“时间短”,并同族地表达出来。
καὶ οὕτε δαλέκτους ὡς βέλευς μεταληπτέον, ἀλλ’ αὐταῖς ταῖς ὑπαρχούσαις κατ’ αὐτοῦ χρηστέον, οὔτε ἄλλο τι κατ’ αὐτοῦ κατηγορητέον, ὡς τὴν αὐτὴν οὐσίαν ἔχοντος τῷ ἰδιώματι τούτῳ — καὶ γὰρ τοῦτο ποιοῦσί τινες —, ἀλλὰ μόνον ᾧ συμπλέκομεν τὸ ἴδιον τοῦτο καὶ παραμετροῦμεν, μάλιστα ἐπιλογιστέον.
我们既不能用其他似乎更好的词语来替代,而应该使用那些现有的关于它的词汇,也不能把其他任何东西归于它,就好像它与这一特定的独特性具有相同的本质一样——因为有些人确实在这样做——而只需首先反省我们与这一独特性相联系并赖以衡量的事物本身。
§73καὶ γὰρ τοῦτο οὐκ ἀποδείξεως προσδεῖται ἀλλ’ ἐπιλογισμοῦ, ὅτι ταῖς ἡμέραις καὶ ταῖς νυξὶ συμπλέκομεν καὶ τοῖς τούτων μέρεσιν, ὡσαύτως δὲ καὶ τοῖς πάθεσι καὶ ταῖς ἀπαθείαις, καὶ κινήσεσι καὶ στάσεσιν, ἴδιόν τι σύμπτωμα περὶ ταῦτα πάλιν αὐτὸ τοῦτο ἐννοοῦντες, καθ’ ὃ χρόνον ὀνομάζομεν.
因为这一点不需要证明,而需要反省:我们把时间与白昼、黑夜以及它们的组成部分联系在一起,同样地也与情感和无情感、运动和静止联系在一起,并在这些事物中再次考虑到这同一特定的偶有性,正是根据它我们才称之为“时间”。
(φησὶ δὲ τοῦτο καὶ ἐν τῇ δευτέρᾳ Περὶ φύσεως καὶ ἐν τῇ Μεγάλῃ ἐπιτομῇ.
(他在《论自然》第二卷和《大精选》中也说了这一点。
)
Ἐπί τε τοῖς προειρημένοις τοὺς κόσμους δεῖ καὶ πᾶσαν σύγκρισιν πεπερασμένην τὸ ὁμοειδὲς τοῖς θεωρουμένοις πυκνῶς ἔχουσαν νομίζειν γεγονέναι ἀπὸ τοῦ ἀπείρου, πάντων τούτων ἐκ συστροφῶν ἰδίων ἀποκεκριμένων καὶ μειζόνων καὶ ἐλαττόνων· καὶ πάλιν διαλύεσθαι πάντα, τὰ μὲν θᾶττον, τὰ δὲ βραδύτερον, καὶ τὰ μὲν ὑπὸ τῶν τοιῶνδε, τὰ δὲ ὑπὸ τῶν τοιῶνδε τοῦτο πάσχοντα.
)在上述内容之外,我们必须认为,世界(宇宙)以及与我们所观察到的事物有很强相似性的所有有限复合体,都是从无限中产生的,所有这些都是从较大和较小的特定聚集(或漩涡)中分离出来的;并且,所有这一切又会再次瓦解,有的较快,有的较慢,有的由于这些原因而遭受瓦解,有的则由于那些原因。