§79τὸ δ’ ἐν τῇ ἱστορίᾳ πεπτωκὸς τῆς δύσεως καὶ ἀνατολῆς καὶ τροπῆς καὶ ἐκλείψεως καὶ ὅσα συγγενῆ τούτοις μηθὲν ἔτι πρὸς τὸ μακάριον τῆς γνώσεως συντείνειν, ἀλλ’ ὁμοίως τοὺς φόβους ἔχειν τοὺς ταῦτα κατειδότας, τίνες δ’ αἱ φύσεις ἀγνοοῦντας καὶ τίνες αἱ κυριώταται αἰτίαι, καὶ εἰ μὴ προσῄδεσαν ταῦτα· τάχα δὲ καὶ πλείους, ὅταν τὸ θάμβος ἐκ τῆς τούτων προσκατανοήσεως μὴ δύνηται τὴν λύσιν λαμβάνειν κατὰ τὴν περὶ τῶν κυριωτάτων οἰκονομίαν.
属于详细记录的日落、日出、回归、食以及与此类似现象的知识,对于知识带来的幸福已无任何贡献。 相反,那些观察到这些现象却不知道它们本性是什么、最根本原因是什么的人,同样会感到恐惧,就像他们根本不知道这些事情一样;甚至可能会有更大的恐惧,因为从进一步观察这些现象中产生的惊异,无法根据最根本事物的世界管理得到解决。
διὸ δὴ καὶ πλείους αἰτίας εὑρίσκομεν τροπῶν καὶ δύσεων καὶ ἀνατολῶν καὶ ἐκλείψεων καὶ τῶν τοιουτοτρόπων ὥσπερ καὶ ἐν τοῖς κατὰ μέρος γινομένοις,
这就是为什么我们对回归、日落、日出、食以及类似现象能找到多种原因,就像我们在日常个别发生的事情中所做的一样。
§80καὶ οὐ δεῖ νομίζειν τὴν ὑπὲρ τούτων χρείαν ἀκρίβειαν μὴ ἀπειληφέναι, ὅση πρὸς τὸ ἀτάραχον καὶ μακάριον ἡμῶν συντείνει.
我们不应认为,对于这些事物的研究所达到的精密程度,不足以促进我们的安宁与幸福。
ὥστε παραθεωροῦντας ποσαχῶς παρ’ ἡμῖν τὸ ὅμοιον γίνεται, αἰτιολογητέον ὑπέρ τε τῶν μετεώρων καὶ παντὸς τοῦ ἀδήλου, καταφρονοῦντας τῶν οὔτε 〈τὸ〉 μοναχῶς ἔχον ἢ γινόμενον γνωριζόντων οὔτε τὸ πλεοναχῶς συμβαῖνον, τὴν ἐκ τῶν ἀποστημάτων φαντασίαν παριδόντων, ἔτι τε ἀγνοούντων καὶ ἐν ποίοις οὐκ ἔστιν ἀταρακτῆσαι 〈καὶ ἐν ποίοις ὁμοίως ἀταρακτῆσαι〉.
因此,通过比较我们身边类似的事情以多少种方式发生,我们必须对天体现象和一切不可见的事物进行原因解释,同时轻视那些既不认识是以单一方式存在或发生,也不认识是以多种方式发生的人,他们忽视了由于遥远距离产生的表象,甚至不知道在何种情况下不可能获得安宁,以及在何种情况下同样可以获得安宁。
ἂν οὖν οἰώμεθα καὶ ὡδί πως ἐνδεχόμενον αὐτὸ γίνεσθαι [καὶ ἐν ποίοις ὁμοίως ἀταρακτῆσαι], αὐτὸ τὸ ὅτι πλεοναχῶς γίνεται γνωρίζοντες, ὥσπερ κἂν ὅτι ὡδί πως γίνεται εἰδῶμεν, ἀταρακτήσομεν.
因此,如果我们认为某个现象也可以这样发生,认识到它能以多种方式发生这一事实,我们就会获得安宁,就像我们知道它是以这种特定方式发生一样。
§81Ἐπὶ δὲ τούτοις ὅλως ἅπασιν ἐκεῖνο δεῖ κατανοεῖν, ὅτι τάραχος ὁ κυριώτατος ταῖς ἀνθρωπίναις ψυχαῖς γίνεται ἐν τῷ ταὐτὰ μακάριά τε δοξάζειν 〈εἶναι〉 καὶ ἄφθαρτα καὶ ὑπεναντίας ἔχειν τούτοις ἅμα βουλήσεις καὶ πράξεις καὶ αἰτίας, καὶ ἐν τῷ αἰώνιόν τι δεινὸν ἢ προσδοκᾶν ἢ ὑποπτεύειν κατὰ τοὺς μύθους, εἴτε καὶ αὐτὴν τὴν ἀναισθησίαν τὴν ἐν τῷ τεθνάναι φοβουμένους ὥσπερ οὖσαν κατ’ αὐτούς, καὶ ἐν τῷ μὴ δόξαις ταῦτα πάσχειν ἀλλ’ ἀλόγῳ γέ τινι παραστάσει, ὅθεν μὴ ὁρίζοντας τὸ δεινὸν τὴν ἴσην ἢ καὶ ἐπιτεταμένην ταραχὴν λαμβάνειν τῷ εἰ καὶ ἐδόξαζον ταῦτα·
在所有这些之外,我们必须明白,人类灵魂中最主要的动荡在于:人们既相信同一个存在既是幸福的又是不朽的,同时又对它们抱有与这些品质相反的意志、行为和原因;还在于他们根据神话而期待或怀疑某种永恒的恐怖,或者害怕死亡中的无感觉本身,仿佛这种无感觉对他们而言仍然存在似的;并且在于他们经历这些并非由于坚定的信念,而是由于某种无理性的心象,因此不能明确限定所惧怕的事物,从而承受与他们实际抱有这些信念时同等甚至更强烈的动荡。
§82ἡ δὲ ἀταραξία τῷ τούτων πάντων ἀπολελύσθαι καὶ συνεχῆ μνήμην 11 ἔχειν τῶν ὅλων καὶ κυριωτάτων.
而安宁则在于从这一切中解脱出来,并对整体和最主要的原则保持连续的记忆。
Ὅθεν τοῖς. πάθεσι προσεκτέον τοῖς παροῦσι καὶ ταῖς αἰσθήσεσι, κατὰ μὲν τὸ κοινὸν ταῖς κοιναῖς, κατὰ δὲ τὸ ἴδιον ταῖς ἰδίαις, καὶ πάσῃ τῇ παρούσῃ καθ’ ἕκαστον τῶν κριτηρίων ἐναργείᾳ.
因此,我们必须关注当下的情感和感觉——在共同的事物上关注共同的感觉,在个别的事物上关注个别的感觉,并根据每一个标准关注当下所有的明证性。
ἂν γὰρ τούτοις προσέχωμεν, τὸ ὅθεν ὁ τάραχος καὶ ὁ φόβος ἐγίνετο ἐξαιτιολογήσομεν ὀρθῶς καὶ ἀπολύσομεν, ὑπέρ τε μετεώρων αἰτιολογοῦντες καὶ τῶν λοιπῶν τῶν ἀεὶ παρεμπιπτόντων, ὅσα φοβεῖ τοὺς λοιποὺς ἐσχάτως.
因为如果我们关注这些,我们就能正确地找出动荡和恐惧的根源并予以消除,解释天体现象以及其他经常插足并极度恐吓他人的其余事物。
Ταῦτά σοι, ὦ Ἡρόδοτε, ἔστι κεφαλαιωδέστατα ὑπὲρ τῆς τῶν ὅλων φύσεως ἐπιτετμημένα·
赫罗多托斯啊,这些就是为你简化的关于万物本性最核心的原则。
§83ὥστ’ ἐὰν γένηται οὗτος ὁ λόγος δυνατὸς κατασχεθεὶς μετ’ ἀκριβείας, οἶμαι, ἐὰν μὴ καὶ πρὸς ἅπαντα βαδίσῃ τις τῶν κατὰ μέρος ἀκριβωμάτων, ἀσύμβλητον αὐτὸν πρὸς τοὺς λοιποὺς ἀνθρώπους ἁδρότητα λήψεσθαι.
因此,如果这个论述能够被精确而牢固地掌握,我相信,即使一个人没有深入到所有个别细节的精微之处,他也将获得与其他普通人无法比拟的坚实基础。
καὶ γὰρ καὶ καθαρὰ ἀφ’ ἑαυτοῦ ποιήσει πολλὰ τῶν κατὰ μέρος ἐξακριβουμένων κατὰ τὴν ὅλην πραγματείαν ἡμῖν, καὶ αὐτὰ ταῦτα ἐν μνήμῃ τιθέμενα συνεχῶς βοηθήσει.
因为这个简编本身就会使我们整个体系中许多在细节上被精确化的事物自显,并且将这些事物本身牢记在心将会不断提供帮助。
τοιαῦτα γάρ ἐστιν, ὥστε καὶ τοὺς κατὰ μέρος ἤδη ἐξακριβοῦντας ἱκανῶς ἢ καὶ τελείως, εἰς τὰς τοιαύτας ἀναλύοντας ἐπιβολὰς τὰς πλείστας τῶν περιοδειῶν ὑπὲρ τῆς ὅλης φύσεως ποιεῖσθαι· ὅσοι δὲ μὴ παντελῶς αὐτῶν τῶν ἀποτελουμένων εἰσίν, ἐκ τούτων καὶ κατὰ τὸν ἄνευ φθόγγων τρόπον τὴν ἅμα νοήματι περίοδον τῶν κυριωτάτων πρὸς γαληνισμὸν ποιοῦνται.
因为它们具有这样的性质:即使是那些已经足够或完全掌握细节的人,也能通过将它们还原为这些基本观念,来对整个自然进行大部分的思维考察;而那些尚未完全达到圆满境界的人,也能基于这些原则,以无言的方式,在思考的同时对最核心的原则进行思维考察,从而走向平静。