Humanitext Reader

伊壁鸠鲁 · 致希罗多德信 §52-56

听觉与嗅觉的机制及原子的基本属性

第 4 段,共 9 段 · 希腊语

内容简介

本章节通过物体流出的微粒与感觉器官的相互作用解释了听觉和嗅觉的机制,随后论证了原子仅具有形状、重量和大小而不具有任何性质,并指出原子的尺寸存在限制,从而否定了有限物体的无限分割。

§52καὶ ταύτην οὖν σφόδρα γε δεῖ τὴν δόξαν κατέχειν, ἵνα μήτε τὰ κριτήρια ἀναιρῆται τὰ κατὰ τὰς ἐναργείας μήτε τὸ διημαρτημένον ὁμοίως βεβαιούμενον πάντα συνταράττῃ.
因此,我们必须非常牢固地保持这一意见,以免根据清晰显现的判定标准被否定,也不免让错误以同样的方式被确立,从而将一切陷入混乱。
Ἀλλὰ μὴν καὶ τὸ ἀκούειν γίνεται ῥεύματός τινος φερομένου ἀπὸ τοῦ φωνοῦντος ἢ ἠχοῦντος ἢ ψοφοῦντος ἢ ὅπως δήποτε ἀκουστικὸν πάθος παρασκευάζοντος.
此外,听觉的产生也是由于某种流溢物从发声的、发出声响的、制造噪音的、或以任何方式产生听觉感受的事物中传送出来。
τὸ δὲ ῥεῦμα τοῦτο εἰς ὁμοιομερεῖς ὄγκους διασπείρεται, ἅμα τινὰ διασῴζοντας συμπάθειαν πρὸς ἀλλήλους καὶ ἑνότητα ἰδιότροπον, διατείνουσαν πρὸς τὸ ἀποστεῖλαν καὶ τὴν ἐπαίσθησιν τὴν ἐπ’ ἐκείνου ὡς τὰ πολλὰ ποιοῦσαν, εἰ δὲ μή γε, τὸ ἔξωθεν μόνον ἔνδηλον παρασκευάζουσαν·
而这种流溢物被分散为同质的微粒,这些微粒同时保持着彼此之间的某种感应和独特的统一性,这种统一性延伸到发出该流溢物的事物,并在大多数情况下产生对该事物的知觉,即便不能如此,也至少能让外部的来源变得显而易见。
§53ἄνευ γὰρ ἀναφερομένης τινὸς ἐκεῖθεν συμπαθείας οὐκ ἂν γένοιτο ἡ τοιαύτη ἐπαίσθησις.
因为如果没有从那里传回的某种相互感应,这种知觉就不会产生。
οὐκ αὐτὸν οὖν δεῖ νομίζειν τὸν ἀέρα ὑπὸ τῆς προιεμένης φωνῆς ἢ καὶ τῶν ὁμογενῶν σχηματίζεσθαι — πολλὴν γὰρ ἔνδειαν ἕξει τοῦτο πάσχων ὑπ’ ἐκείνης —, ἀλλ’ εὐθὺς τὴν γινομένην πληγὴν ἐν ἡμῖν, ὅταν φωνὴν ἀφίωμεν, τοιαύτην ἔκθλιψιν ὄγκων τινῶν ῥεύματος πνευματώδους ἀποτελεστικῶν ποιεῖσθαι, ἣ τὸ πάθος τὸ ἀκουστικὸν ἡμῖν παρασκευάζει.
因此,不应当认为空气本身是由发出的声音或类似的声音所塑形的——因为空气如果受到声音的这种作用,将会产生极大的匮乏——,而应当认为,当我们发出声音时,在我们内部直接产生的冲击,造成了形成气状流溢物的某些微粒的压出,从而在我们身上产生听觉感受。
Καὶ μὴν καὶ τὴν ὀσμὴν νομιστέον, ὥσπερ καὶ τὴν ἀκοὴν οὐκ ἄν ποτε οὐθὲν πάθος ἐργάσασθαι, εἰ μὴ ὄγκοι τινὲς ἦσαν ἀπὸ τοῦ πράγματος ἀποφερόμενοι σύμμετροι πρὸς τοῦτο τὸ αἰσθητήριον κινεῖν, οἱ μὲν τοῖοι τεταραγμένως καὶ ἀλλοτρίως, οἱ δὲ τοῖοι ἀταράχως καὶ οἰκείως ἔχοντες.
此外,还应当认为,嗅觉正如听觉一样,如果不是有某些微粒从物体中运送出来、其大小适于刺激这一感觉器官,就绝不会产生任何感受;这些微粒中,有些是混乱和异己的,有些则是安详和契合的。
§54Καὶ μὴν καὶ τὰς ἀτόμους νομιστέον μηδεμίαν ποιότητα τῶν φαινομένων προσφέρεσθαι πλὴν σχήματος καὶ βάρους καὶ μεγέθους καὶ ὅσα ἐξ ἀνάγκης σχήματος συμφυῆ ἐστι.
此外,还应当认为,原子不带有任何显现之物的性质,除了形状、重量、大小以及必然与形状相联系的属性之外。
ποιότης γὰρ πᾶσα μεταβάλλει· αἱ δὲ ἄτομοι οὐδὲν μεταβάλλουσιν, ἐπειδή περ δεῖ τι ὑπομένειν ἐν ταῖς διαλύσεσι τῶν συγκρίσεων στερεὸν καὶ ἀδιάλυτον, ὃ τὰς μεταβολὰς οὐκ εἰς τὸ μὴ ὂν ποιήσεται οὐδ’ ἐκ τοῦ μὴ ὄντος, ἀλλὰ κατὰ μεταθέσεις ἐν πολλοῖς, τινῶν δὲ καὶ προσόδους καὶ ἀφόδους.
因为一切性质都会发生变化,但原子绝不发生变化,因为在复合体的分解中,必须有某种坚固且不可分解的东西存留下来,它不会使变化走向非存在或产生自非存在,而是通过许多原子的位置改变,以及某些原子的加入和退出。
ὅθεν ἀναγκαῖον τὰ [μὴ] μετατιθέμενα ἄφθαρτα εἶναι καὶ τὴν τοῦ μεταβάλλοντος φύσιν οὐκ ἔχοντα, ὄγκους δὲ καὶ σχηματισμοὺςἰδίους· ταῦτα γὰρ καὶ ἀναγκαῖον ὑπομένειν.
因此,那些改变位置的元素必须是不可毁灭的,不具有易变之物的本性,而具有其自身特有的体积和形状;因为这些确实是必然存留下来的。
§55καὶ γὰρ ἐν τοῖς παρ’ ἡμῖν μετασχηματιζομένοις κατὰ τὴν περιαίρεσιν τὸ σχῆμα ἐνυπάρχον λαμβάνεται, αἱ δὲ ποιότητες οὐκ ἐνυπάρχουσαι ἐν τῷ μεταβάλλοντι, ὥσπερ ἐκεῖνο καταλείπεται, ἀλλ’ ἐξ ὅλου τοῦ σώματος ἀπολλύμεναι.
因为在我们的身边,通过削平或剥离而改变形状的事物中,形状仍被视为内在其中的,但性质并不像形状那样存留在改变的事物中,而是从整个物体中完全消失。
ἱκανὰ οὖν τὰ ὑπολειπό μενα ταῦτα τὰς τῶν συγκρίσεων διαφορὰς ποιεῖν, ἐπειδή περ ὑπολείπεσθαί γέ τινα ἀναγκαῖον καὶ 〈μὴ〉 εἰς τὸ μὴ ὂν φθείρεσθαι.
因此,这些存留下来的东西足以产生复合体的差异,因为确实必须有某些东西存留下来,而不消灭为非存在。
Ἀλλὰ μὴν οὐδὲ δεῖ νομίζειν πᾶν μέγεθος ἐν ταῖς ἀτόμοις ὑπάρχειν, ἵνα μὴ τὰ φαινόμενα ἀντιμαρτυρῇ· παραλλαγὰς δέ τινας μεγεθῶν νομιστέον εἶναι.
此外,也不应认为原子具有任何大小,以免与现象相矛盾;而应当认为大小存在某些差异。
βέλτιον γὰρ καὶ τούτου προσ— όντος τὰ κατὰ τὰ πάθη καὶ τὰς αἰσθήσεις γινόμενα ἀποδοθήσεται.
因为如果加上这一属性,我们在感受和感觉中所发生的事情将能得到更好的解释。
§56πᾶν δὲ μέγεθος ὑπάρχειν οὔτε χρήσιμόν ἐστι πρὸς τὰς τῶν ποιοτήτων διαφοράς, ἀφῖχθαί τε ἅμ’ ἔδει καὶ πρὸς ἡμᾶς ὁρατὰς ἀτόμους· ὃ οὐ θεωρεῖται γινόμενον οὔθ’ ὅπως ἂν γένοιτο ὁρατὴ ἄτομος ἔστιν ἐπινοῆσαι.
而且,让所有的大小都存在,既对于解释性质的差异毫无用处,同时,可见的原子也将不得不到达我们这里;而这并未被观察到发生,我们也无法想象原子如何能够变得可见。
Πρὸς δὲ τούτοις οὐ δεῖ νομίζειν ἐν τῷ ὡρισμένῳ σώματι ἀπείρους ὄγκους εἶναι οὐδ’ ὁπηλίκους οὖν.
此外,不应当认为在有限的物体中存在着无限的微粒,无论其大小如何。
ὥστε οὐ μόνον τὴν εἰς ἄπειρον τομὴν ἐπὶ τοὔλαττον ἀναιρετέον, ἵνα μὴ πάντα ἀσθενῆ ποιῶμεν κὰν ταῖς περιλήψεσι τῶν ἀθρόων εἰς τὸ μὴ ὂν ἀναγκαζώμεθα τὰ ὄντα θλίβοντες καταναλίσκειν, ἀλλὰ καὶ τὴν μετάβασιν μὴ νομιστέον γίνεσθαι ἐν τοῖς ὡρισμένοις εἰς ἄπειρον μηδ’ ἐ〈πὶ〉 τοὔλαττον.
因此,我们不仅必须否定向着更小方向的无限分割,以免使一切变得脆弱,并在我们对整体的把握中,因压缩存在之物而被迫将其耗尽直至非存在;而且我们也绝不可认为,在有限之物中存在着向无限的过渡,哪怕是向更小方向的过渡。

词汇与语法注释

  1. §52διατείνουσαν ... ποιοῦσαν ... παρασκευάζουσαν — 这些阴性单数宾格分词修饰前方的名词 ἑνότητα(统一性)。这与修饰 ὄγκους(微粒,阳性复数宾格)的阳性复数宾格分词 διασῴζοντας 形成对比,说明了微粒所保持的独特统一性所具有的能动作用。
  2. §53τοῦτο πάσχων ὑπ’ ἐκείνης — τοῦτο 是内宾格(副词性宾格),分词 πάσχων(阳性单数主格)与主句中省去的规范主语 ὁ ἀήρ(空气)一致。ἐκείνης 指代前文的阴性名词 φωνῆς(声音),意在指出,如果空气受到声音的这种作用(塑形),将会产生极大的匮乏。
  3. §54τὰ [μὴ] μετατιθέμενα — 尽管抄本中保留了否定词 μὴ,但为了不与前文“复合体的变化是由原子的位置改变(μεταθέσεις)所引起”的说明相矛盾,通常将 μὴ 删去,理解为“改变位置(被重新排列)的元素”。
  4. §56ὥστε οὐ μόνον τὴν εἰς ἄπειρον τομὴν... ἀλλὰ καὶ τὴν μετάβασιν... — 在由 ὥστε 引导的从句中,使用了 οὐ μόνον... ἀλλὰ καί...(不仅……而且……)的并列结构。前半句由动形容词 ἀναιρετέον(应当否定)控制,后半句并列连接到由非人称表达 μὴ νομιστέον(不可认为)支配的带不定式的宾格结构上。

引用这一段

伊壁鸠鲁, 致希罗多德信 §52-56. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0537.tlg010.humanitext-grc1:52-56

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。