Humanitext Reader

伊壁鸠鲁 · 致希罗多德信 §57-61

原子的极小部分与虚空中的等速运动

第 5 段,共 9 段 · 希腊语

内容简介

作者指出在有限物体中存在无限微粒是不可能的,阐明了感觉和原子极小值作为大小测量尺度的性质,并讨论了无限空间中运动的方向性以及原子在虚空中的等速运动。

§57οὔτε γὰρ ὅπως, ἐπειδὰν ἅπαξ τις εἴπῃ ὅτι ἄπειροι ὄγκοι ἔν τινι ὑπάρχουσιν ἢ ὁπηλίκοι οὖν, ἔστι νοῆσαι· πῶς τ’ ἂν ἔτι τοῦτο πεπερασμένον εἴη τὸ μέγεθος;
因为一旦有人说,在某个物体中存在着无论多大、数量无限的微粒,我们便无法想象这如何可能;而且这一物体的大小又怎能依然是有限的呢?
πηλίκοι γάρ τινες δῆλον ὡς οἱ ἄπειροί εἰσιν ὄγκοι· καὶ οὗτοι [ἐξ ὧν] ὁπηλίκοι ἄν ποτε ὦσιν, ἄπειρον ἂν ἦν καὶ τὸ μέγεθος.
因为很明显,这些无限的微粒都具有某种大小;而无论它们是多大,整体的大小也将变成无限。
ἄκρον τε ἔχοντος τοῦ πεπερασμένου διαληπτόν, εἰ μὴ καὶ καθ’ ἑαυτὸ θεωρητόν, οὐκ ἔστι μὴ οὐ καὶ τὸ ἑξῆς τούτου τοιοῦτον νοεῖν καὶ οὕτω κατὰ τὸ ἑξῆς εἰς τοὔμπροσθεν βαδίζοντα εἰς τὸ ἄπειρον ὑπάρχειν καὶ τὸ τοιοῦτον ἀφικνεῖσθαι τῇ ἐννοίᾳ.
而且,既然有限之物具有一个可区分的极端,即使它本身无法单独被观察到,我们也无法不在思考中认为与其相邻的下一个点也是如此,并以此类推向前迈进,从而在思想中抵达无限。
§58τό τε ἐλάχιστον τὸ ἐν τῇ αἰσθήσει δεῖ κατανοεῖν ὅτι οὔτε τοιοῦτόν ἐστιν οἷον τὸ τὰς μεταβάσεις ἔχον οὔτε πάντῃ πάντως ἀνόμοιον, ἀλλ’ ἔχον μέν τινα κοινότητα τῶν μεταβατῶν, διάληψιν δὲ μερῶν οὐκ ἔχον· ἀλλ’ ὅταν διὰ τὴν τῆς κοινότητος προσεμφέρειαν οἰηθῶμεν διαλήψεσθαί τι αὐτοῦ, τὸ μὲν ἐπιτάδε, τὸ δὲ ἐπέκεινα, τὸ ἴσον ἡμῖν δεῖ προσπίπτειν.
此外,必须理解,感觉中的极小值既不具有推移(部分),也不是与之完全不同,而是与具有推移的事物有某种共同性,但没有部分的区分;不过,由于这种共同性的相似,当我们以为可以区分出它的某一部分,即一侧与另一侧时,呈现在我们面前的必须是相同之物(其自身)。
ἑξῆς τε θεωροῦμεν ταῦτα ἀπὸ τοῦ πρώτου καταρχόμενοι καὶ οὐκ ἐν τῷ αὐτῷ, οὐδὲ μέρεσι μερῶν ἁπτόμενα, ἀλλ’ ἢ ἐν τῇ ἰδιότητι τῇ ἑαυτῶν τὰ μεγέθη καταμετροῦντα, τὰ πλείω πλεῖον καὶ τὰ ἐλάττω ἔλαττον.
我们是在同一位置之外、从第一个开始依次观察这些极小值的,它们并不是部分与部分相接触,而是以其自身的特性来测量大小,多的测量出更大,少的测量出更小。
ταύτῃ τῇ ἀναλογίᾳ νομιστέον καὶ τὸ ἐν τῇ ἀτόμῳ ἐλάχιστον κεχρῆσθαι· §59μικρότητι γὰρ ἐκεῖνο δῆλον ὡς διαφέρει τοῦ κατὰ τὴν αἴσθησιν θεωρουμένου, ἀναλογίᾳ δὲ τῇ αὐτῇ κέχρηται.
根据这一类比,必须认为原子中的极小值也具有同样的关系;因为在微小程度上,它显然不同于通过感觉所观察到的微小值,但它保留了相同的类比。
ἐπεί περ καὶ ὅτι μέγεθος ἔχει ἡ ἄτομος, κατὰ τὴν ἐνταῦθα ἀναλογίαν κατηγορήσαμεν, μικρόν τι μόνον μακρὰν ἐκβαλόντες.
事实上,正是根据这里的类比,我们才断言原子具有大小,只是我们把原子的大小推向了极小、极远的程度。
ἔτι τε τὰ ἐλάχιστα καὶ ἀμερῆ πέρατα δεῖ νομίζειν τῶν μηκῶν τὸ καταμέτρημα ἐξ αὑτῶν πρώτων τοῖς μείζοσι καὶ ἐλάττοσι παρασκευάζοντα τῇ διὰ λόγου θεωρίᾳ ἐπὶ τῶν ἀοράτων.
此外,必须认为,在对不可见事物的理性观察中,这些极小且无部分的极端从自身出发作为第一标准,为更大和更小者提供长度的测量。
ἡ γὰρ κοινότης ἡ ὑπάρχουσα αὐτοῖς πρὸς τὰ †ἀμετάβολα ἱκανὴ τὸ μέχρι τούτου συντελέσαι, συμφόρησιν δὲ ἐκ τούτων κίνησιν ἐχόντων οὐχ οἷόν τε γίνεσθαι.
因为它们与不变之物之间存在的共同性足以起到这种测量作用,但如果这些部分具有独立的运动,便不可能由它们聚集产生出物体。
§60Καὶ μὴν καὶ τοῦ ἀπείρου ὡς μὲν ἀνωτάτω ἢ κατωτάτω οὐ δεῖ κατηγορεῖν τὸ ἄνω ἢ κάτω.
此外,对于无限,不应在绝对最上或最下的意义上断言“上”或“下”。
† εἰς μέντοι τὸ ὑπὲρ κεφαλῆς, ὅθεν ἂν στῶμεν, εἰς ἄπειρον ἄγειν †ὂν† μηδέποτε φανεῖσθαι τοῦτο ἡμῖν· ἢ τὸ ὑποκάτω τοῦ νοηθέντος εἰς ἄπειρον ἅμα ἄνω τε εἶναι καὶ κάτω πρὸς τὸ αὐτό†· τοῦτο γὰρ ἀδύνατον διανοηθῆναι.
然而,无论我们站在哪里,向我们头顶上方的方向无限延伸,绝不会向我们显现为一个极限;同样,从所设想的点向下方无限延伸,也不可能相对于同一事物同时既是上又是下,因为这是无法想象的。
ὥστε ἔστι μίαν λαβεῖν φορὰν τὴν ἄνω νοουμένην εἰς ἄπειρον καὶ μίαν τὴν κάτω, ἂν καὶ μυριάκις πρὸς τοὺς πόδας τῶν ἐπάνω τὸ παρ’ ἡμῶν φερόμενον 〈εἰς〉 τοὺς ὑπὲρ κεφαλῆς ἡμῶν τόπους ἀφικνῆται ἢ ἐπὶ τὴν κεφαλὴν τῶν ὑποκάτω τὸ παρ’ ἡμῶν κάτω φερόμενον· ἡ γὰρ ὅλη φορὰ οὐθὲν ἧττον ἑκατέρα ἑκατέρᾳ ἀντικειμένη ἐπ’ ἄπειρον νοεῖται.
因此,可以设定一个想象中通往无限的向上运动,以及一个通往无限的向下运动,即使从我们这里向头顶上方空间运送的东西一万次到达我们上方之人的脚下,或者从我们这里向下运送的东西到达我们下方之人的头上;因为这两种方向的整体运动仍被想象为各自朝向相反的方向无限进行。
§61Καὶ μὴν καὶ ἰσοταχεῖς ἀναγκαῖον τὰς ἀτόμους εἶναι, ὅταν διὰ τοῦ κενοῦ εἰσφέρωνται μηθενὸς ἀντικόπτοντος.
此外,当原子在虚空中运动且没有受到任何阻碍时,它们必须具有相等的运动速度。
οὔτε γὰρ τὰ βαρέα θᾶττον οἰσθήσεται τῶν μικρῶν καὶ κούφων, ὅταν γε δὴ μηδὲν ἀπαντᾷ αὐτοῖς· οὔτε τὰ μικρὰ τῶν μεγάλων, πάντα πόρον σύμμετρον ἔχοντα, ὅταν μηθὲν μηδὲ ἐκείνοις ἀντικόπτῃ· οὔθ’ ἡ ἄνω οὔθ’ ἡ εἰς τὸ πλάγιον διὰ τῶν κρούσεων φορά, οὔθ’ ἡ κάτω διὰ τῶν ἰδίων βαρῶν.
因为重原子既不会比微小而轻的原子运动得更快,只要没有任何东西迎面阻挡它们;微小原子也不会比大原子运动得更快,因为它们都具有适宜的通道,只要没有任何东西阻碍它们;无论是由于碰撞产生的向上或向侧方的运动,还是由于自身重力产生的向下运动,都是如此。
ἐφ’ ὁπόσον γὰρ ἂν κατίσχῃ ἑκάτερον, ἐπὶ τοσοῦτον ἅμα νοήματι τὴν φορὰν σχήσει, ἕως ἀντικόψῃ ἢ ἔξωθεν ἢ ἐκ τοῦ ἰδίου βάρους πρὸς τὴν τοῦ πλήξαντος δύναμιν.
因为只要这两种运动中的任一种占主导地位,它就将以如同思想一般的速度保持其运动,直到受到外部的阻碍,或者由于自身重力对抗碰撞者的力量而被阻挡。

词汇与语法注释

  1. §57ἄκρον τε ἔχοντος τοῦ πεπερασμένου διαληπτόν, εἰ μὴ καὶ καθ’ ἑαυτὸ θεωρητόν, οὐκ ἔστι μὴ οὐ καὶ τὸ ἑξῆς τούτου τοιοῦτον νοεῖν — 伴随着用作独立属格的“ἄκρον ἔχοντος τοῦ πεπερασμένου”(当有限之物具有可区分的极端时),主句中出现了双重否定“οὐκ ἔστι μὴ οὐ”(不能不……)。这表明了逻辑上的必然性,即即使极端本身无法单独被观察到,在思考中也必须无限地构想与其相邻的下一个点。
  2. §58οὔτε τοιοῦτόν ἐστιν οἷον τὸ τὰς μεταβάσεις ἔχον οὔτε πάντῃ πάντως ἀνόμοιον — 此处描述了感觉极小值(感知的最小单位)的性质。它既不同于“τὰς μεταβάσεις ἔχον”(具有推移或部分之物,即普通的大物体),也不是与其完全“不同”(ἀνόμοιον),由此指出了它与具有物理延展性之物之间的连续性与非连续性的双重特征。
  3. §61ἐφ’ ὁπόσον γὰρ ἂν κατίσχῃ ἑκάτερον — 带有虚拟语气“κατίσχῃ”的关系从句,表示条件或期限:“只要这两种运动中的任何一种占主导地位”。“ἑκάτερον”指前文中提到的两种运动,即因碰撞产生的受迫运动和因重力产生的自然运动之任一者。

引用这一段

伊壁鸠鲁, 致希罗多德信 §57-61. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0537.tlg010.humanitext-grc1:57-61

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。