§47οὐ μὴν οὐδ’ ἅμα κατὰ τοὺς διὰ λόγου θεωρητοὺς χρόνους αὐτὸ τὸ φερόμενον σῶμα ἐπὶ τοὺς πλείους τόπους ἀφικνεῖται — ἀδιανόητον γὰρ —, καὶ τοῦτο συναφικνούμενον ἐν αἰσθητῷ χρόνῳ ὅθεν δήποθεν τοῦ ἀπείρου οὐκ ἐξ οὗ ἂν περιλάβωμεν τὴν φορὰν τόπου ἔσται ἀφιστάμενον·
的确,在仅能通过理智把握的时间内,移动的物体本身并不会同时到达多个地方——因为这是不可思议的——;而且,在可感的时间内从无限空间的任何地方同时到达的这一物体,绝非是从我们开始把握其运动的那个地方出发的。
ἀντικοπῇ γὰρ ὅμοιον ἔσται, κἂν μέχρι τοσούτου τὸ τάχος τῆς φορᾶς μὴ ἀντικοπὲν καταλίπωμεν.
因为,即使我们假设其运动速度在达到这一限度时没有受到阻碍,认为它从任意地方同时到达也会等同于受到了阻碍。
χρήσιμον δὴ καὶ τοῦτο κατασχεῖν τὸ στοιχεῖον.
确实,牢牢掌握这一基本原理是有益的。
εἶθ’ ὅτι τὰ εἴδωλα ταῖς λεπτότησιν ἀνυπερβλήτοις κέχρηται, οὐθὲν ἀντιμαρτυρεῖ τῶν φαινομένων· ὅθεν καὶ τάχη ἀνυπέρβλητα ἔχει, πάντα πόρον σύμμετρον ἔχοντα πρὸς τὸ ἀπείροις αὐτῶν μηθὲν ἀντικόπτειν ἢ ὀλίγα ἀντικόπτειν, πολλαῖς δὲ καὶ ἀπείροις εὐθὺς ἀντικόπτειν τι.
其次,影像具有无与伦比的细密性,这一点与任何现象都不矛盾;因此它们也具有无与伦比的速度,因为它们拥有适合一切通道的尺寸,使得其无限的数量不受阻碍或极少受阻,然而面对众多且无限的其他原子时,它们也会立刻受到一些阻碍。
§48πρός τε τούτοις, ὅτι ἡ γένεσις τῶν εἰδώλων ἅμα νοήματι συμβαίνει.
此外,影像的生成与思想一样迅速。
καὶ γὰρ ῥεῦσις ἀπὸ τῶν σωμάτων τοῦ ἐπιπολῆς συνεχής, οὐκ ἐπίδηλος σημειώσει διὰ τὴν ἀνταναπλήρωσιν, σῴζουσα τὴν ἐπὶ τοῦ στερεμνίου θέσιν καὶ τάξιν τῶν ἀτόμων ἐπὶ πολὺν χρόνον, εἰ καὶ ἐνίοτε συγχεομένη ὑπάρχει, καὶ συστάσεις ἐν τῷ περιέχοντι ὀξεῖαι διὰ τὸ μὴ δεῖν κατὰ βάθος τὸ συμπλήρωμα γίνεσθαι, καὶ ἄλλοι δὲ τρόποι τινὲς γεννητικοὶ τῶν τοιούτων φύσεών εἰσιν.
因为,从物体表面产生的流溢是连续不断的,由于得到了即时的补充,这种流溢在感觉上并不明显,但即使有时会发生混杂,它也能在很长时间内保持原子在坚固物体上的位置和顺序;而且,由于不需要在深处进行补充,周围空间中会发生快速的结合,此外还有其他一些产生此类本性之物的方式。
οὐθὲν γὰρ τούτων ἀντιμαρτυρεῖ〈ται〉 ταῖς αἰσθήσεσιν, ἂν βλέπῃ τις, τίνα τρόπον τὰς ἐναργείας [ἵνα] καὶ τὰς συμπαθείας ἀπὸ τῶν ἔξωθεν πρὸς ἡμᾶς ἀνοίσει.
因为,如果人们观察外部的清晰显现和相互感应是以何种方式传达给我们的,就会发现这些过程都与感觉没有任何矛盾。
§49Δεῖ δὲ καὶ νομίζειν ἐπεισιόντος τινὸς ἀπὸ τῶν ἔξωθεν τὰς μορφὰς ὁρᾶν ἡμᾶς καὶ διανοεῖσθαι·
我们还必须认为,我们是通过从外部进入的某些东西来看到和想到形状的。
οὐ γὰρ ἂν ἐναποσφραγίσαιτο τὰ ἔξω τὴν ἑαυτῶν φύσιν τοῦ τε χρώματος καὶ τῆς μορφῆς διὰ τοῦ ἀέρος τοῦ μεταξὺ ἡμῶν τε κἀκείνων, οὐδὲ διὰ τῶν ἀκτίνων ἢ ὧν δήποτε ῥευμάτων ἀφ’ ἡμῶν πρὸς ἐκεῖνα παραγινομένων, οὕτως ὡς τύπων τινῶν ἐπεισιόντων ἡμῖν ἀπὸ τῶν πραγμάτων ὁμοχρόων τε καὶ ὁμοιομόρφων κατὰ τὸ ἐναρμόττον μέγεθος εἰς τὴν ὄψιν ἢ τὴν διάνοιαν, ὠκέως ταῖς φοραῖς χρωμένων,
因为,外部事物绝不可能通过我们与它们之间的空气,也不可能通过从我们传向它们的射线或任何流溢物,将它们自身的颜色和形状等本性刻印在我们身上;相反,这是由于与事物同色同形、具有适合我们视觉或理智的大小、且运动极其迅速的某些轮廓,从这些事物中进入到我们这里。
§50εἶτα διὰ ταύτην τὴν αἰτίαν τοῦ ἑνὸς καὶ συνεχοῦς τὴν φαντασίαν ἀποδιδόντων καὶ τὴν συμπάθειαν ἀπὸ τοῦ ὑποκειμένου σῳζόντων κατὰ τὸν ἐκεῖθεν σύμμετρον ἐπερεισμὸν ἐκ τῆς κατὰ βάθος ἐν τῷ στερεμνίῳ τῶν ἀτόμων πάλσεως.
然后,由于这个原因,它们呈现出单一且连续的表象,并根据来自那里的适度压力(这种压力源于坚固物体深处原子的振动),保持着来自基质的感应。
καὶ ἣν ἂν λάβωμεν φαντασίαν ἐπιβλητικῶς τῇ διανοίᾳ ἢ τοῖς αἰσθητηρίοις εἴτε μορφῆς εἴτε συμβεβηκότων, μορφή ἐστιν αὕτη τοῦ στερεμνίου, γινομένη κατὰ τὸ ἑξῆς πύκνωμα ἢ ἐγκατάλειμμα τοῦ εἰδώλου·
无论我们是通过理智还是通过感觉器官,以直接把握的方式获得关于形状还是付带属性的任何表象,这都是坚固物体的形状,它是由于影像的相继凝聚或残留而产生的。
τὸ δὲ ψεῦδος καὶ τὸ διημαρτημένον ἐν τῷ προσδοξαζομένῳ ἀεί ἐστιν.
但虚妄和错误总是存在于附加的意见中。
(. . . ἐπιμαρτυρηθήσεσθαι ἢ μὴ ἀντιμαρτυρηθήσεσθαι, εἶτ’ οὐκ ἐπιμαρτυρουμένου 〈ἢ ἀντιμαρτυρουμένου〉 κατά τινα κίνησιν ἐν ἡμῖν αὐτοῖς συνημμένην τῇ φανταστικῇ ἐπιβολῇ, διάληψιν δὲ ἔχουσαν, καθ’ ἣν τὸ ψεῦδος γίνεται.
(……被证实或不被反证,然后,如果不被证实或被反证,按照我们自身内部与表象直接把握相联结但又具有区分的某种运动,虚妄便因此产生。
) §51ἥ τε γὰρ ὁμοιότης τῶν φαντασμῶν οἱονεὶ ἐν εἰκόνι λαμβανομένων ἢ καθ’ ὕπνους γινομένων ἢ κατ’ ἄλλας τινὰς ἐπιβολὰς τῆς διανοίας ἢ τῶν λοιπῶν κριτηρίων οὐκ ἄν ποτε ὑπῆρχε τοῖς οὖσί τε καὶ ἀληθέσι προσαγορευομένοις, εἰ μὴ ἦν τινα καὶ ταῦτα πρὸς ἃ βάλλομεν· τὸ δὲ διημαρτημένον οὐκ ἂν ὑπῆρχεν, εἰ μὴ ἐλαμβάνομεν καὶ ἄλλην τινὰ κίνησιν ἐν ἡμῖν αὐτοῖς συνημμένην μὲν 〈τῇ φανταστικῇ ἐπιβολῇ〉, διάληψιν δὲ ἔχουσαν·
)因为,无论是在画像中、在梦中,还是通过理智或其他判定标准的某些直接把握所获得的那些表象的相似性,如果不存在我们所专注的那些真实事物,它们就绝不会属于那些被称为存在和真实的事物;而如果我们在自身内部不接受另一与表象直接把握相联结、但又具有区分的运动,错误也绝不会存在。
κατὰ δὲ ταύτην [τὴν συνημμένην τῇ φανταστικῇ ἐπιβολῇ, διάληψιν δὲ ἔχουσαν], ἐὰν μὲν μὴ ἐπιμαρτυρηθῇ ἢ ἀντιμαρτυρηθῇ, τὸ ψεῦδος γίνεται· ἐὰν δὲ ἐπιμαρτυρηθῇ ἢ μὴ ἀντιμαρτυρηθῇ, τὸ ἀληθές.
根据这一运动,如果不被证实或被反证,虚妄便产生;如果被证实或不被反证,真理便产生。