§134οἴκους ἑστηῶτας ἐσίνατο·
房屋立于其上,安然无恙。
ταὶ δὲ θυωρὸν §135εἰνάτερες γαλόῳ τε μίαν περὶ δίφρα τίθενται.
而在门口,妯娌们与小姑子将一乘坐椅围置其周。
§136πότνια, τῶν εἴη μὲν ἐμοὶ φίλος ὅστις ἀληθής, §137εἴην δʼ αὐτός, ἄνασσα, μέλοι δέ μοι αἰὲν ἀοιδή·
女神啊,在这些人中愿我有真挚的朋友,愿我自己也是其中之一,女王啊,愿歌唱永远是我的心愿。
§138τῇ ἔνι μὲν Λητοῦς γάμος ἔσσεται, ἐν δὲ σὺ πολλή, §139ἐν δὲ καὶ Ἀπόλλων, ἐν δʼ οἵ σεο πάντες ἄεθλοι, §140ἐν δὲ κύνες καὶ τόξα καὶ ἄντυγες, αἵ τέ σε ῥεῖα §141θηητὴν φορέουσιν, ὅτʼ ἐς Διὸς οἶκον ἐλαύνεις.
歌声中将有勒托的婚礼,也将有你显赫的身影,亦有阿波罗,以及你所有的功绩,还有猎犬、弓箭和战车,它们轻捷地载着美丽的你,当你驾车驶向宙斯的神殿时。
§142ἔνθα τοι ἀντιόωντες ἐνὶ προμολῇσι δέχονται §143ὅπλα μὲν Ἑρμείης Ἀκακήσιος, αὐτὰρ Ἀπόλλων §144θηρίον ὅττι φέρῃσθα· πάροιθέ γέ, πρίν περ ἱκέσθαι §145καρτερὸν Ἀλκεΐδην· νῦν δʼ οὐκέτι τοῦτον ἄεθλον §146Φοῖβος ἔχει, τοῖος γὰρ ἀεὶ Τιρύνθιος ἄκμων §147ἕστηκε πρὸ πυλέων ποτιδέγμενος, εἴ τι φέρουσα §148νεῖαι πῖον ἔδεσμα·
在那里,迎候你的人们在门口接待你:阿卡凯西奥斯的赫耳墨斯接收你的武具,而阿波罗接收你带回的任何猎物——至少在从前,在强壮的阿尔凯德斯到来之前是如此;但如今,斐玻斯不再承担这项工作,因为提林斯之砧总是立在门前等待,看你是否会带回肥美的食物。
θεοὶ δʼ ἐπὶ πάντες ἐκείνῳ §149ἄλληκτον γελόωσι, μάλιστα δὲ πενθερὴ αὐτή, §150ταῦρον ὅτʼ ἐκ δίφροιο μάλα μέγαν ἢ ὅ γε χλούνην §151κάπρον ὀπισθιδίοιο φέροι ποδὸς ἀσπαίροντα·
众神看着他笑个不停,尤其是他的岳母赫拉本人,当他从战车上拖下一头硕大的公牛,或是一只挣扎着的野猪,正抓着它的后脚时。
§152κερδαλέῳ μύθῳ σε, θεή, μάλα τῷδε πινύσκει §153βάλλε κακοὺς ἐπὶ θῆρας, ἵνα θνητοί σε βοηθὸν §154ὡς ἐμὲ κικλήσκωσιν.
女神啊,他用这番聪明的言辞劝告你: “去射杀有害的野兽,好让凡人称呼你为帮手,就像称呼我一样。
让幼鹿和野兔在山间吃草吧;因为幼鹿和野兔能做什么呢?
σύες ἔργα, σύες φυτὰ λυμαίνονται.
野猪践踏庄稼,野猪摧残作物。
§157καὶ βόες ἀνθρώποισι κακὸν μέγα· βάλλʼ ἐπὶ καὶ τούς.
并且公牛也是人类的大害,去把它们也射杀吧。
§158ὣς ἔνεπεν, ταχινὸς δὲ μέγαν περὶ θῆρα πονεῖτο.
” 他如此说着,便迅速忙于处理那头巨兽。
§159οὐ γὰρ ὅ γε Φρυγίῃ περ ὑπὸ δρυὶ γυῖα θεωθεὶς §160παύσατʼ ἀδηφαγίης· ἔτι οἱ πάρα νηδὺς ἐκείνη, §161τῇ ποτʼ ἀροτριόωντι συνήντετο Θειοδάμαντι.
因为即便当他的四肢在弗里吉亚橡树下被神格化之后,他也未曾停止暴食;他依然保留着那个胃袋,正如他当年在耕地时遇到忒俄达马斯时一样。
§162σοὶ δʼ Ἀμνισιάδες μὲν ὑπὸ ζεύγληφι λυθείσας §163ψήχουσιν κεμάδας, παρὰ δέ σφισι πουλὺ νέμεσθαι §164Ἥρης ἐκ λειμῶνος ἀμησάμεναι φορέουσιν §165ὠκύθοον τριπέτηλον, ὃ καὶ Διὸς ἵπποι ἔδονσιν· §166ἐν καὶ χρυσείας ὑποληνίδας ἐπλήσαντο §167ὕδατος, ὄφρʼ ἐλάφοισι ποτὸν θυμάρμενον εἴη.
为你,阿姆尼索斯的宁芙们将那些卸下轭的雌鹿们擦拭干净,并在它们身旁送上可丰盛牧放的、从赫拉的草地上收割来的、繁茂的三叶草,那也是宙斯的骏马所食之物;她们还将黄金饲料槽装满清水,好让雌鹿们有惬意的饮水。
§168αὐτὴ δʼ ἐς πατρὸς δόμον ἔρχεαι· οἱ δέ σʼ ἐφʼ ἕδρην §169πάντες ὁμῶς καλέουσι· σὺ δʼ Ἀπόλλωνι παρίζεις.
而你则走向你父亲的府邸;众神也都请你入座,而你坐在阿波罗的身旁。
§170ἡνίκα δʼ αἱ νύμφαι σε χορῷ ἔνι κυκλώσονται §171ἀγχόθι πηγάων Αἰγυπτίου Ἰνωποῖο §172ἢ Πιτάνης (καὶ γὰρ Πιτάνη σέθεν) ἢ ἐνὶ Λίμναις, §173ἢ ἵνα, δαῖμον, Ἀλὰς Ἀραφηνίδας οἰκήσονσα §174ἦλθες ἀπὸ Σκυθίης, ἀπὸ δʼ εἴπαο τέθμια Ταύρων, §175μὴ νειὸν τημοῦτος ἐμαὶ βόες εἵνεκα μισθοῦ §176τετράγυον τέμνοιεν ὑπʼ ἀλλοτρίῳ ἀροτῆρι·
当宁芙们在舞中将你环绕,在埃及的伊诺波斯河的源头附近,或是在皮塔内(因为皮塔内也是你的),或是在利姆奈,或是当你,女神啊,从斯基泰前来居住在阿拉埃·阿拉斐尼得斯,并拒绝了陶洛伊人的习俗时,在那时,愿我雇来的公牛不要在陌生的犁地者手下,去耕作那四英亩的新开垦地。
§177ἦ γάρ κεν γυιαί τε καὶ αὐχένα κεκμηυῖαι §178κόπρον ἔπι προγένοιντο, καὶ εἰ Στυμφαιίδες εἶεν §179εἰναετιζόμεναι κεραελκέες, αἳ μέγʼ ἄρισται §180τέμνειν ὦλκα βαθεῖαν·
因为它们必定会四肢与颈项疲惫不堪,倒伏在粪堆上,即使它们是斯廷法利斯的九岁大、角力强健、最擅长开凿深沟的牛。
ἐπεὶ θεὸς οὔποτʼ ἐκεῖνον §181ἦλθε παρʼ Ἠέλιος καλὸν χορόν, ἀλλὰ θεῆται §182δίφρον ἐπιστήσας, τὰ δὲ φάεα μηκύνονται.
因为太阳神决不会匆匆走过那美丽的舞蹈,而是停下战车注视,从而白昼的时光得以延长。
§183τίς δέ νύ τοι νήσων, ποῖον δʼ ὄρος εὔαδε πλεῖστον,
那么在岛屿中,哪一座最合你意?
§184τίς δὲ λιμήν, ποίη δὲ πόλις;
哪一座山,哪一个港口,哪一座城市?
τίνα δʼ ἔξοχα νυμφέων
在宁芙中你格外宠爱哪一位?
§185φίλαο, καὶ ποίας ἡρωίδας ἔσχες ἑταίρας;
你以哪些女英雄为伴?
§186εἰπέ, θεή, σὺ μὲν ἄμμιν, ἐγὼ δʼ ἑτέροισιν ἀείσω.
告诉我吧,女神,你对我们诉说,而我将为他人歌唱。
在岛屿中,多利刻最合你意;在城市中,是佩尔格;在山岳中,是泰格托斯;在港口中,是尤里普斯的港口。
相比其他宁芙,你最爱那位戈尔特斯的宁芙,捕鹿者、神射手布里托玛耳提斯。
ἧς ποτε Μίνως §191πτοιηθεὶς ὑπʼ ἔρωτι κατέδραμεν οὔρεα Κρήτης.
米诺斯曾为爱而狂,追逐她跨越了克里特的山峦。
§192ἡ δʼ ὁτὲ μὲν λασίῃσιν ὑπὸ δρυσὶ κρύπτετο νύμφη, §193ἄλλοτε δʼ εἱαμενῇσιν· ὁ δʼ ἐννέα μῆνας ἐφοίτα §194παίπαλά τε κρημνούς τε καὶ οὐκ ἀνέπαυσε διωκτύν, §195μέσφʼ ὅτε μαρπτομένη καὶ δὴ σχεδὸν ἥλατο πόντον §196πρηόνος ἐξ ὑπάτοιο καὶ ἔνθορεν εἰς ἁλιήων
宁芙有时躲在茂密的橡树下,有时躲在湿地牧场中;而他徘徊了九个月,越过崎岖的山路与悬崖,追逐从未止息,直到她几乎被捕获时,她从高耸的峭壁上跳入大海,落入了渔民的网中……