Humanitext Reader

卡利马科斯 · 阿耳忒弥斯颂歌 §197-268

阿尔特密斯的圣地与以弗所神殿的起源

第 4 段,共 4 段 · 希腊语

内容简介

诗人歌颂了与阿尔特密斯相关的各种别名和圣地、亚马逊人的舞蹈和以弗所神殿的起源,以及侵犯她神圣尊严之人的悲惨结局,最后提出了对不敬行为的警告并向女神致敬。

§197δίκτυα, τά σφʼ ἐσάωσαν·
渔网,它们救了她。
ὅθεν μετέπειτα Κύδωνες §198νύμφην μὲν Δίκτυναν, ὄρος δʼ ὅθεν ἥλατο νύμφη §199Δικταῖον καλέουσιν, ἀνεστήσαντο δὲ βωμοὺς §200ἱερά τε ῥέζουσι·
因此后来库多尼亚人将这位宁芙称为迪克堤娜,而她跳下的那座山被称为迪克特,并且他们建立起祭坛奉献祭祀。
τὸ δὲ στέφος ἤματι κείνῳ §201ἢ πίτυς ἢ σχῖνος, μύρτοιο δὲ χεῖρες ἄθικτοι· §202δὴ τότε γὰρ πέπλοισιν ἐνέσχετο μύρσινος ὄζος §203τῆς κούρης, ὅτʼ ἔφευγεν·
那一天的花冠是松树或乳香木,而双手不可触碰香桃木;因为正是在那时,一枝香桃木勾住了少女的衣裳,在她逃跑时。
ὅθεν μέγα χώσατο μύρτῳ.
因此她对香桃木大为愤怒。
§204Οὖπι ἄνασσʼ εὐῶπι φαεσφόρε, καὶ δὲ σὲ κείνγς §205Κρηταέες καλέουσιν ἐπωνυμίην ἀπὸ νύμφης.
乌庇斯,容貌美丽的带来光明之女王,的确你也被克里特人以这位宁芙的名字相称。
§206καὶ μὴν Κυρήνην ἑταρίσσαο, τῇ ποτʼ ἔδωκας §207αὐτὴ θηρητῆρε δύω κύνε, τοῖς ἔνι κούρη
并且你让库勒涅成了你的同伴,你曾亲自给予她两只猎犬。
§208Ὑψηὶς παρὰ τύμβον Ἰώλκιον ἔμμορʼ ἀέθλου.
凭借这两只犬,许普修斯的女儿在约尔科斯的墓旁赢得了竞赛的奖赏。
§209καὶ Κεφάλου ξανθὴν ἄλοχον Δηιονίδαο, §210πότνια, σὴν ὁμόθηρον ἐθήκαο· καὶ δὲ σὲ φασὶ §211καλὴν Ἀντίκλειαν ἴσον φαέεσσι φιλῆσαι §212αἳ πρῶται θοὰ τόξα καὶ ἀμφʼ ὤμοισι φαρέτρας §213ἰοδόκους ἐφόρησαν· ἀσίλλωτοι δέ φιν ὦμοι §214δεξιτεροὶ καὶ γυμνὸς ἀεὶ παρεφαίνετο μαζός.
还有刻法罗斯的金发妻子,德伊奥纽斯的女儿,女王啊,你让她成为你的狩猎伴侣;人们说你爱美丽的安提克勒亚,如同爱护自己的眼睛一样,她们是最先佩戴敏捷的弓与肩负装箭之箭袋的女性;而她们的右肩裸露,袒露的胸部总是显现。
§215ᾔνησας δʼ ἔτι πάγχυ ποδορρώρην Ἀταλάντην, §216κούρην Ἰασίοιο συοκτόνον Ἀρκασίδαο, §217καί ἑ κυνηλασίην τε καὶ εὐστοχίην ἐδίδαξας.
并且你极力赞美了捷足的阿塔兰忒,亚西俄斯的女儿,杀死野猪的阿卡迪亚少女,你还教授她用犬狩猎和射击的精准。
§218οὔ μιν ἐπίκλητοι Καλυδωνίου ἀγρευτῆρες §219μέμφονται κάπροιο· τὰ γὰρ σημήια νίκης §220Ἀρκαδίην εἰσῆλθεν, ἔχει δʼ ἔτι θηρὸς ὀδόντας·
受邀捕猎卡吕冬野猪的猎人们并不指责她;因为胜利的证据已带入阿卡迪亚,她至今仍保存着那怪兽的牙齿。
§221οὐδὲ μὲν Ὑλαῖόν τε καὶ ἄφρονα Ῥοῖκον ἔολπα §222οὐδέ περ ἐχθαίροντας ἐν Ἄιδι μωμήσασθαι §223τοξότιν· οὐ γάρ σφιν λαγόνες συνεπιψεύσονται, §224τάων Μαιναλίη νᾶεν φόνῳ ἀκρώρεια.
我也不认为许莱俄斯和愚蠢的勒科斯,即使在冥府憎恨她,能够贬低这位女射手;因为他们的肋部不会对他们撒谎,迈纳洛斯的山顶曾流淌着他们那里的鲜血。
§225πότνια πουλυμέλαθρε, πολύπτολι, χαῖρε Χιτώνη §226Μιλήτῳ ἐπίδημε· σὲ γὰρ ποιήσατο Νηλεὺς §227ἡγεμόνην, ὅτε νηυσὶν ἀνήγετο Κεκροπίηθεν.
拥有众多神殿、众多城市的女王,你好,衣衫之神,居住在米利都;因为内琉斯在驾船离开克克罗皮亚时,尊你为向导。
§228Χησιὰς Ἰμβρασίη πρωτόθρονε, σοὶ δʼ Ἀγαμέμνων §229πηδάλιον νηὸς σφετέρης ἐγκάτθετο νηῷ §230μείλιον ἀπλοΐης, ὅτε οἱ κατέδησας ἀήτας, §231Τευκρῶν ἡνίκα νῆες Ἀχαιίδες ἄστεα κήδειν §232ἔπλεον ἀμφʼ Ἑλένῃ Ῥαμνουσίδι θυμωθεῖσαι.
赫西亚斯,因布拉索斯的,拥有首席之座的,阿伽门农将自己船只的舵奉献于你的神殿中,作为对无法航行的安抚,当你为他束缚风时,当阿开亚人的船只为了给拉姆诺斯的女儿海伦报仇,愤怒地起航去袭扰特洛伊人的城市时。
§233ἦ μέν τοι Προῖτός γε δύω ἐκαθίσσατο νηούς, §234ἄλλον μὲν Κορίης, ὅτι οἱ συνελέξαο κούρας §235οὔρεα πλαζομένας Ἀζήνια, τὸν δʼ ἐνὶ Λούσοις §236ἡμέρῃ, οὕνεκα θυμὸν ἀπʼ ἄγριον εἵλεο παίδων.
确实,普罗伊托斯为你建立了两个神殿,一个是科利亚的,因为你为他聚集了在阿扎尼亚山中彷徨的女儿们;另一个在卢索伊,献给赫墨拉,因为你除去了少女们粗野的心灵。
§237σοὶ καὶ Ἀμαζονίδες πολέμου ἐπιθυμήτειραι §238ἔν ποτε παρραλίῃ Ἐφέσῳ βρέτας ἱδρύσαντο §239φηγῷ ὑπὸ πρέμεῳ, τέλεσεν δέ τοι ἱερὸν Ἱππώ· §240αὐταὶ δʼ, Οὖπι ἄνασσα, περὶ πρύλιν ὠρχήσαντο §241πρῶτα μὲν ἐν σακέεσσιν ἐνόπλιον, αὖθι δὲ κύκλῳ §242στησάμεναι χορὸν εὐρύν· ὑπήεισαν δὲ λίγειαι §243λεπταλέον σύριγγες, ἵνα ῥήσσωσιν ὁμαρτῇ· §244οὐ γάρ πω νέβρεια διʼ ὀστέα τετρήναντο, §245ἔργονʼ Ἀθηναίης ἐλάφῳ κακόν· ἔδραμε δʼ ἠχὼ §246Σάρδιας ἔς τε νομὸν Βερεκύνθιον.
渴望战争的亚马逊人也曾在海岸边的以弗所建立木像,在一棵橡树的树干下,希波为你举行了神圣的仪式;她们自己,乌庇斯女王啊,围绕木像跳起舞来,首先是持盾的武器舞,接着在原地环绕结成宽广的舞圈;清脆而纤细的笛声伴奏,好让她们一齐踏步;因为那时她们尚未在小鹿的骨头上钻孔,那是雅典娜的发明,对鹿而言却是灾难;声音传到了萨尔迪斯和贝雷昆托斯的牧场。
αἱ δὲ πόδεσσιν §247οὖλα κατεκροτάλιζον, ἐπεψόφεον δὲ φαρέτραι.
她们用双脚激烈地踏步,箭袋也发出声响。
§248κεῖνο δέ τοι μετέπειτα περὶ βρέτας εὐρὺ θέμειλον §249δωμήθη, τοῦ δʼ οὔτε θεώτερον ὄψεται ἠὼς §250οὐδʼ ἀφνειότερον· ῥέα κεν Πυθῶνα παρέλθοι.
后来在那个木像周围建立起宽阔地基的神殿,曙光从未见过比这更神圣、或者是更富庶的神殿;它能轻易超越普托。
§251τῶ ῥα καὶ ἠλαίνων ἀλαπαξέμεν ἠπείλησε §252Λύγδαμις ὑβριστής· ἐπὶ δὲ στρατὸν ἱππημολγῶν §253ἤγαγε Κιμμερίων ψαμάθῳ ἴσον, οἵ ῥα παρʼ αὐτὸν §254κεκλιμένοι ναίουσι βοὸς πόρον Ἰναχιώνης.
因此,心智迷狂的傲慢的吕格达米斯威胁要将其洗劫;他率领着挤马奶的西美里亚人的军队,多如沙粒,他们居住在靠近伊那科斯女儿之牛渡口的地方。
§255ἆ δειλὸς βασιλέων, ὅσον ἤλιτεν·
叹息,可怜的君王,犯下了多么大的罪过!
οὐ γὰρ ἔμελλεν §256οὔτʼ αὐτὸς Σκυθίηνδε παλιμπετὲς οὔτε τις ἄλλος §257ὅσσων ἐν λειμῶνι Καϋστρίῳ ἔσταν ἅμαξαι §258νοστήσειν· Ἐφέσου γὰρ ἀεὶ τεὰ τόξα πρόκειται.
因为他既不能自己返回斯基泰,其他任何人那些在凯斯特罗斯原野停驻马车的人也不能返回;因为对于以弗所,你的弓箭永远立于其前。
§259πότνια Μουνιχίη λιμενοσκόπε, χαῖρε Φεραίη.
慕尼基亚的、守卫港口的女王,你好,费拉亚。
§260μή τις ἀτιμήσῃ τὴν Ἄρτεμιν· οὐδὲ γὰρ Οἰνεῖ §261βωμὸν ἀτιμήσαντι καλοὶ πόλιν ἦλθον ἀγῶνες· §262μηδʼ ἐλαφηβολίην μηδʼ εὐστοχίην ἐριδαίνειν· §263οὐδὲ γὰρ Ἀτρεΐδης ὀλίγῳ ἔπι κόμπασε μισθῷ· §264μηδέ τινα μνᾶσθαι τὴν παρθένον· οὐδὲ γὰρ Ὦτος, §265οὐδὲ μὲν Ὠαρίων ἀγαθὸν γάμον ἐμνήστευσαν· §266μηδὲ χορὸν φεύγειν ἐνιαύσιον· οὐδὲ γὰρ Ἱππὼ §267ἀκλαυτεὶ περὶ βωμὸν ἀπείπατο κυκλώσασθαι· §268χαῖρε μέγα κρείουσα καὶ εὐάντησον ἀοιδῇ.
任何人都不要对阿尔特密斯不敬;因为对奥纽斯而言,当他蔑视祭坛时,美丽的斗争并未给他的城市带来好运;也不要在射鹿和射击精准上与她竞争;因为阿特柔斯之子并非以微小的代价吹嘘;任何人都不要向这位处女求婚;因为奥托斯和俄里翁都没能因求婚而得到好的婚姻;也不要逃避每年的舞蹈;因为希波在拒绝围绕祭坛跳舞时,未能免于流泪;你好,伟大的统治者,愿你宽大接纳我的歌声。

词汇与语法注释

  1. §197τά σφʼ ἐσάωσαν — σφε 是第三人称代词的宾格,在此处指代前文所提到的宁芙(布里托玛耳提斯,阴性单数)。
  2. §201μύρτοιο δὲ χεῖρες ἄθικτοι — ἄθικτοι 是意为“未触碰的”形容词,支配属格 μύρτοιο,用以表达因女神逃亡时被香桃木勾住而产生的触碰香桃木的禁忌。
  3. §221οὐδὲ μὲν Ὑλαῖόν τε καὶ ἄφρονα Ῥοῖκον ἔολπα... μωμήσασθαι — 现在完成时(具现在时意义)的动词 ἔολπα(预料、认为)支配“对格+不定式”结构(对格 Ὑλαῖόν τε καὶ ἄφρονα Ῥοῖκον,不定式 μωμήσασθαι),意为“我不认为许莱俄斯和愚蠢的勒科斯能够贬低(阿塔兰忒)”。
  4. §230ἀπλοΐης — 名词 ἀπλοΐα(无法起航)的属格,修饰名词 μείλιον(安抚物/礼物),充当客观属格(“对无法起航的安抚”)或原因属格。
  5. §256οὔτʼ αὐτὸς... νοστήσειν — 未来不定式 νοστήσειν(返回)受前文 §255 的动词 ἔμελλεν 支配,构成 μέλλω + 不定式结构,用以表达注定无法返回的命运。

引用这一段

卡利马科斯, 阿耳忒弥斯颂歌 §197-268. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0533.tlg017.humanitext-grc3:197-268

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。