§7.1Καὶ ἐγένετο ἐν τῷ τετάρτῳ ἔτει ἐπὶ Δαρείου τοῦ βασιλέως ἐγένετο λόγος Κυρίου πρὸς Ζαχαρίαν, τετράδι τοῦ μηνὸς τοῦ ἐνάτου ὅς ἐστιν Χασελεύ·
大流士王第四年,耶和华的话在九月(即基斯流月)初四日临到撒迦利亚。
§7.2καὶ ἐξαπέστειλεν εἰς Βαιθὴλ Σαράσαρ καὶ Ἀρβεσεἐρ ὁ βασιλεὺς καὶ οἱ ἄνδρες αὐτοῦ ἐξιλάσασθαι τὸν κύριον, §7.3λέγων πρὸς τοὺς ἱερεῖς τοὺς ἐν τῷ οἴκῳ Κυρίου Παντοκράτορος καὶ πρὸς τοὺς προφήτας, λέγων Εἰσελήλυθεν ὧδε ἐν τῷ μηνὶ τῷ πέμπτῳ τὸ ἁγίασμα. καθότι ἐποίησεν ἤδη ἱκανὰ ἔτη.
那时,王和他的臣仆差遣萨拉萨和阿贝色尔往伯特利去,要恳求耶和华的恩宠,对万军之耶和华殿中的祭司和先知说:“在第五个月,圣事是否已进入这里,正如已经行了这许多年那样?
§7.4καὶ ἐγένετο λόγος Κυρίου τῶν δυνάμεων πρὸς μέ λέγων §7.5Εἰπὸν πρὸς ἅπόντα τὸν λαὸν τῆς γῆς καὶ πρὸς τοὺς ἱερεῖς λέγων Ἐὰν νηστεύσητε ἢ κόψησθε ἐν ταῖς πέμπταις ἢ ἐν ταῖς ἑβδόμαις, καὶ ἰδοὺ ἑβδομήκοντα ἔτη μὴ νηστίαν νενηστεύκατέ μοι;
” 万军之耶和华的话临到我说: “你要对这地众百姓和祭司说:‘你们在五月和七月禁食悲哀,看哪,这七十年中,你们岂是真心为我禁食吗?
§7.6καὶ ἐὰν φάγητε ἡ πίητε, οὐχ ὑμεῖς ἔσθετε καὶ πίνετε;
你们吃喝的时候,岂不是为自己吃、为自己喝吗?
§7.7οὐχ οὗτοι οἱ λόγοι εἰσὶν σὓς ἐλάλησεν Κύριος ἐν χερσὶν τῶν προφητῶν τῶν ἔμπροσθεν, ὅτε ἦν Ἰερουσαλὴμ κατοικουμένη καὶ εὐθηνοῦσα, καὶ αἱ πόλεις αὐτῆς κυκλόθεν, καὶ ἡ ὀρεινὴ καὶ ἡ πεδινὴ κατῳκεῖτο;
过去耶路撒冷和周围城邑有人居住、兴旺繁荣,南地和平原也有人居住的时候,耶和华借着从前的先知所宣告的,不就是这些话吗?
§7.8Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ζαχαρίαν λέγων §7.9Τάδε λέγει Κύριος ΙΙαντοκράτωρ Κρίμα δίκαιον κρίνατε, καὶ ἔλεος καὶ οἰκτειρμὸν ποιεῖτε ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ,
’” 耶和华的话临到撒迦利亚说: “万军之耶和华如此说:‘你们要按至理判断,各人以慈爱怜悯待弟兄。
§7.10καὶ χήραν καὶ ὀρφανὸν καὶ προσήλυτον καὶ πένητα μὴ καταδυναστεύετε, καὶ κακίαν ἕκαστος τοῦ ἀδελφοῦ αὐτοῦ μὴ μνησικακείτω ἐν ταῖς καρδίαις ὑμῶν.
不可欺压寡妇、孤儿、寄居的和贫穷人。 谁也不可在心里谋害弟兄。
§7.11καὶ ἠπείθησαν τοῦ προσέχειν, καὶ ἔδωκαν νῶτον παραφρονοῦντα, καὶ τὰ ὦτα αὐτῶν ἐβάρυναν τοῦ μὴ εἰσακούειν,
’ 但他们拒绝听从,执拗地扭转肩头,塞耳不听。
§7.12καὶ τὴν καρδίαν αὐτῶν ἔταξαν ἀπειθῆ τοῦ μὴ εἰσακούειν τοῦ νόμου μου καὶ τοὺς λόγους οὓς ἐξαπέστειλεν Κύριος Παντοκράτωρ ἐν πνεύματι αὐτοῦ ἐν χερσὶν τῶν προφητῶν τῶν ἔμπροσθεν·
他们使心硬如顽石,不听从我的律法,也不听万军之耶和华借着他的灵、借着从前的先知所差遣的话。
καὶ ἐγένετο ὀργὴ μεγάλη παρὰ Κυρίου Παντοκράτορος.
因此,万军之耶和华大发烈怒。
§7.13καὶ ἔσται ὃν τρόπον εἶπεν καὶ οὐκ εἰσήκουσαν, οὕτως κεκράξονται καὶ οὐ μὴ εἰσακούσω, λέγει Κύριος Παντοκράτωρ.
万军之耶和华说:‘正如我呼唤他们,他们不听;照样,他们呼求,我也不听。
§7.14καὶ ἐκβαλῶ αὐτοὺς εἰς πάντα τὰ ἔθνη ἃ οὐκ ἔγνωσαν, καὶ ἡ γῆ ἀφανισθήσεται κατόπισθεν αὐτῶν ἐκ διοδεύοντος καὶ ἐξ ἀναστρέφοντος·
我必将他们吹散到他们所不认识的万国中。 在他们去后,这地就荒凉,无人来往经过。
καὶ ἔταξαν γῆν ἐκλεκτὴν εἰς ἀφανισμόν.
他们使美好之地变为荒凉。 ’”