§8.1Καὶ ἐγένετο λόγος Κυρίου Παντοκράτορος λέγων §8.2Τάδε λέγει Κύριος Παντοκράτωρ Ἐζήλωκα τὴν Ἰερουσαλὴμ καὶ τὴν Σειὼν ζῆλον μέγαν, καὶ θυμῷ μεγάλῳ ἐζήλωκα αὐτήν.
万军之耶和华的话临到,说:「万军之耶和华如此说:『我为耶路撒冷和锡安大发热心,我为她大发烈怒。
§8.3τάδε λέγει Κύριος Ἐπιστρέψω ἐπὶ Σειών, καὶ κατασκηνώσω ἐν μέσῳ Ἰερουσαλήμ, καὶ κληθήσεται ἡ Ἰερουσαλὴμ πόλις ἡ ἀληθινή, καὶ τὸ ὄρος Κυρίου Παντοκράτορος ὄρος ἅγιον.
』耶和华如此说:『我必回到锡安,要住在耶路撒冷当中。 耶路撒冷必称为「诚实的城」,万军之耶和华的山必称为「圣山」。
§8.4τάδε λέγει Κύριος Παντοκράτωρ Ἔτι καθήσονται πρεσβύτεροι καὶ πρεσβύτεραι ἐν ταῖς πλατείαις Ἰερουσαλήμ, ἕκαστος τὴν ῥάβδον αὐτοῦ ἔχων ἐν τῇ χερὶ αὐτοῦ ἀπὸ πλήθους ἡμερῶν·
』万军之耶和华如此说:『年老的男女必仍坐在耶路撒冷的街上,各人因年纪老迈,手里拿着拐杖。
§8.5καὶ αἱ πλατεῖαι τῆς πόλεως πλησθήσονται παιδαρίων καὶ κορασίων παιζόντων ἐν ταῖς πλατείαις αὐτῆς.
城里的街上必满有男孩女孩,在街上玩耍。
§8.6τάδε λέγει Κύριος Παντοκράτωρ Εἰ ἀδυνατήσει ἐνώπιον τῶν καταλοίπων τοῦ λαοῦ τούτου ἐν ταῖς ἡμέραις ἐκείναις, μὴ καὶ ἐνώπιον ἐμοῦ ἀδυνατήσει;
』万军之耶和华如此说:『到那些日子,这剩下来的百姓若看这事为稀奇,难道在我眼中也看为稀奇吗?
λέγει Κύριος Παντοκράτωρ.
』万军之耶和华说。
§8.7τάδε λέγει Κύριος Παντοκράτωρ Ἰδοὺ ἐγὼ σώζω τὸν λαόν μου ἀπὸ γῆς ἀνατολῶν καὶ ἀπὸ γῆς δυσμῶν,
万军之耶和华如此说:『看哪,我要从东方之地和西方之地拯救我的百姓。
§8.8καὶ εἰσάξω αὐτοὺς καὶ κατασκηνώσω ἐν μέσῳ Ἰερουσαλήμ, καὶ ἔσονταί μοι εἰς λαὸν κἀγὼ ἔσομαι αὐτοῖς εἰς θεὸν ἐν ἀληθείᾳ καὶ ἐν δικαιοσύνῃ.
我要领他们回来,使他们住在耶路撒冷当中。 他们要作我的子民,我要凭真理和公义作他们的神。
§8.9τάδε λέγει Κύριος Παντοκράτωρ Κατισχυέτωσαν αἱ χεῖρες ὑμῶν τῶν ἀκουόντων ἐν ταῖς ἡμέραις ταύταις τοὺς λόγους τούτους ἐκ στόματος τῶν προφητῶν, ἀφʼ ἧς ἡμέρας τεθεμελίωται ὁ οἶκος Κυρίου Παντοκράτορος, καὶ ὁ ναὸς ἀφʼ οὗ ᾠκοδόμηται.
』万军之耶和华如此说:『当万军之耶和华殿的立基之日,就是为了建造圣殿,在这些日子,你们从先知口中听见这些话的人,当亲手强壮。
§8.10διότι πρὸ τῶν ἡμερῶν ἐκείνων ὁ μισθὸς τῶν ἀνθρώπων οὐκ ἔσται εἰς ὄνησιν, καὶ ὁ μισθὸς τῶν κτηνῶν οὐχ ὑπάρξει, καὶ τῷ ἐκπορευομένῳ καὶ τῷ εἰσπορευομένῳ οὐκ ἔσται εἰρήνη ἀπὸ τῆς θλίψεως· καὶ ἐξρποστελῶ πάντας τοὺς ἀνθρώπους ἕκαστον ἐπὶ τὸν πλησίον αὐτοῦ.
因为在那些日子以前,人得不着雇工的赏贴,牲畜也得不着工钱;且因敌人的缘故,出入之人不得平安;我使众人互相攻击。
§8.11καὶ νῦν οὐ κατὰ τὰς ἡμέρας τὰς ἔμπροσθεν ἐγὼ ποιῶ τοῖς καταλοίποις τοῦ λαοῦ τούτου, λέγει Κύριος Παντοκράτωρ,
万军之耶和华说:『但如今,我待这剩下来的百姓,必不像从前那些日子。
§8.12ἀλλ᾿ ἢ δείξω εἰρήνην·
』『因为我必显明平安。
ἡ ἄμπελος δώσει τὸν καρπὸν αὐτῆς, καὶ ἡ γῆ δώσει τὰ γενήματα αὐτῆς, καὶ ὁ οὐρανὸς δώσει τὴν δρόσον αὐτοῦ, καὶ κατακληρονομήσαω τοῖς καταλοίποις τοῦ λαοῦ μου τούτου ταῦτα πάντα.
葡萄树必结果子,地土必有出产,天也必降甘露。 我要使我这剩下来的百姓继承这一切。
§8.13καὶ ἔσται ὃν τρόπον ἦτε ἐν κατάρᾳ ἐν τοῖς ἔθνεσιν οἶκος Ἰούδα καὶ οἶκος Ἰσραήλ, οὕτως διασώσω ὑμᾶς καὶ ἔσεσθε ἐν εὐλογίᾳ·
犹大家和以色列家啊,你们从前在列国中怎样成为可咒诅的,我必照样拯救你们,使你们成为祝愿。
θαρσεῖτε καὶ κατισχύετε ἐν ταῖς χερσὶν ὑμῶν.
不要惧怕,手要强壮。
§8.14διότι τάδε λέγει Κύριος ΙΙαντοκράτωρ Ὃν τρόπον διενοήθην τοῦ κακῶσαι ὑμᾶς ἐν τῷ παροργίσαι με τοὺς πατέρας ὑμῶν, λέγει Κύριος Παντοκράτωρ, καὶ οὐ μετενόησα· §8.15οὕτως παρατέταγμαι καὶ διανενόημαι ἐν ταῖς ἡμέραις ταύταις τοῦ καλῶς ποιῆσαι τὴν Ἰερουσαλὴμ καὶ τὸν οἶκον Ἰούδα·
』因为万军之耶和华如此说:『你们列祖惹我发怒的时候,我怎样定意降祸予你们,并不后悔,』万军之耶和华说:『照样,在这些日子,我定意并准备施恩给耶路撒冷和犹大家。
θαρσεῖτε.
不要惧怕。
§8.16οὗτοι οἱ λόγοι οὓς ποιήσετε· λαλεῖτε ἀλήθειαν ἕκαστος πρὸς τὸν¶ πλησίον αὐτοῦ, ἀλήθειαν καὶ κρίμα εἰρηνικὸν κρίνατε ἐυ ταῖς πύλαις ὑμῶν,
你们所当行的是这些:各人向邻舍说实话,在城门口按真理和和平行审判。
§8.17καὶ ἕκαστος τὴν κακίαν τοῦ πλησίον αὐτοῦ μὴ λογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν, καὶ ὅρκον ψευδῆ μὴ ἀγαπᾶτε·
谁都不可心里谋害邻舍,也不可喜爱起假誓,因为这些事都是我所憎恶的。
διότι ταῦτα πάντα ἐμίσησα, λέγει Κύριος ΙΙαντοκράτωρ.
』这是万军之耶和华说的。
§8.18Καὶ ἐγένετο λόγος Κυρίου αντοκράτορος πρὸς μέ §8.19Λέγει Κύριος Παντοκράτωρ Νηστεία ἡ τετρὰς καὶ νηστεία ἡ πέμπτη καὶ νηστεία ἡ ἑβδόμη καὶ νηστεία ἡ δεκάτη ἔσονται τῷ οἴκῳ Ἰούδα εἰς χαρὰν καὶ εὐφροσύνην καὶ εἰς ἑορτὰς ἀγαθάς, καὶ εὐφρανθήσεσθε, καὶ τὴν ἀλήθειαν καὶ τὴν εἰρήνην ἀγαπήσατε.
」万军之耶和华的话临到我说:「万军之耶和华如此说:『四月、五月、七月、十月的禁食,必变为犹大家欢喜快乐的日子和欢乐的佳节。 所以你们要喜爱真理与和平。
§8.20τάδε λέγει Κύριος Παντοκράτωρ Ἔτι ἥξουσιν λαοὶ πολλοὶ καὶ κατοικοῦντες πόλεις πολλάς,
』万军之耶和华如此说:『将来必还有多族的人和许多城的居民来到。
§8.21καὶ συνελεύσονται κατοικοῦντες πέντε πόλεις εἰς μίαν πόλιν, λέγοντες ΙΙορευθῶμεν δεηθῆναι τοῦ προσώπου Κυρίου καὶ ἐκζητῆσαι τὸ πρόσωπον Κυρίου Παντοκράτορος· πορεύσομαι κἀγώ·
这城的居民必到那城,说:「我们要快去恳求耶和华的恩宠,寻求万军之耶和华;我自己也要去。
§8.22καὶ ἥξουσιν λαοὶ πολλοὶ καὶ ἔθνη πολλὰ ἐκζητῆσαι τὸ πρόσωπον Κυρίου Παντοκράτορος ἐν Ἰερουσαλὴμ καὶ ἐξιλάσασθαι τὸ πρόσαωπον Κυρίου.
」必有多族的人和强盛的国来到耶路撒冷,寻求万军之耶和华,恳求耶和华的恩宠。
§8.23τάδε λέγει Κύριος Παντοκράτωρ Ἐν ταῖς ἡμέραις ἐκείναις, ἐὰν ἐπιλάβωνται δέκα ἄνδρες ἐκ πασῶν τῶν γλωσσῶν τῶν ἐθνῶν, καὶ ἐπιλάβωνται τοῦ κρασπέδου ἀνδρὸς Ἰουδαίου, λέγοντες Πορευσόμεθα μετὰ σοῦ, διότι ἀκηκόαμεν ὅτι θεὸς μεθʼ ὑμῶν ἐστιν.
』万军之耶和华如此说:『在那些日子,必有十个人从列国方言中出来,拉住一个犹大人的衣襟,说:「我们要与你们同去,因为我们听见神与你们同在了。 」』」