§6.1Καὶ ἐπέστρεψα καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον, καὶ ἰδοὺ τέσσαρα ἅρματα ἐκπορευόμενα ἐκ μέσου δύο ὀρέων, καὶ τὰ ὄρη ἦν ὄρη χαλκᾶ.
我又举目观看,见有四辆战车从两山中间出来,那山是铜山。
§6.2ἐν τῷ ἅρματι τῷ πρώτῳ ἵπποι πυρροί, καὶ ἐν τῷ ἄρματι τῷ δευτέρῳ ἵπποι μέλανες, §6.3καὶ ἐν τῷ ἄρματι τῷ τρίτῳ ἵπποι λευκοί, καὶ ἐν τῷ ἄρματι τῷ τετάρτῳ ἵπποι ποικίλοι ψαροί.
第一辆战车套着红马,第二辆战车套着黑马,第三辆战车套着白马,第四辆战车套着斑点灰马。
§6.4καὶ ἀπεκρίθην καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοί Τί ἐστιν ταῦτα, κύριε;
我问与我说话的使者说:“主啊,这些是什么意思?
§6.5καὶ ἀπεκρίθη ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ καὶ εἶπεν Ταῦτά ἐστιν οἱ τέσσαρες ἄνεμοι τοῦ οὐρανοῦ, ἐκπορεύονται παραστῆναι τῷ κυρίῳ πάσης τῆς γῆς.
” 与我说话的使者回答我说:“这些是天的四方风,是在伺候全地之主后出来的。
§6.6ἐν ᾧ ἤσαν οἱ ἵπποι οἱ μέλανες. ἐξεπορεύοντο ἐπὶ γῆν βορρᾶ, καὶ οἱ λευκοὶ ἐξεπορεύοντο κατόπισθεν αὐτῶν, καὶ οἱ ποικίλοι ἐξεπορεύοντο ἐπὶ γῆν νότου,
” 套着黑马的战车往北方之地去,白马紧随其后,斑点马往南方之地去。
§6.7καὶ οἱ ψαροὶἐξεπορεύοντο καὶ ἐπέβλεπον τοῦ πορεύεσθαι τοῦ περιοδεῦσαι τὴν γῆν.
灰马也出来,想要前去巡行全地。
καὶ εἶπεν Πορεύεσθε καὶ περιοδεύσατε τὴν γῆν·
使者说:“你们去巡行全地吧。
καὶ περιώδευσαν τὴν γῆν.
”它们就巡行全地。
§6.8καὶ ἀνεβόησαν, καὶ ἐλάλησεν πρὸς μέ λέγων Ἰδοὺ οἱ ἐκπορευόμενοι ἐπὶ γῆν βορρᾶ, καὶ ἀνέπαυσαν τὸν θυμόν μου ἐν γῇ βορρᾶ.
他又呼唤我,对我说:“看哪,往北方之地去的,已在北方之地使我的心意得息。
§6.9Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ λέγων §6.10Λάβε τὰ ἐκ τῆς αἰχμαλωσίας παρὰ τῶν ἀρχόντων καὶ παρὰ τῶν χρησίμων αὐτῆς καὶ παρὰ τῶν ἐπεγνωκότων αὐτήν, καὶ εἰσελεύσῃ σὺ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς τὸν οἶκον Ἰωσίου τοῦ Σοφονίου τοῦ ἥκοντος ἐκ Βαβυλῶνος
” 耶和华的话临到我说: “你要从被掳之人中,就是从首领、能人及认识她的人那里取礼物。 就在那日,你要进到那从巴比伦回来的西番雅的儿子约西亚的家里。
§6.11καὶ λήψῃ ἀργύριον καὶ χρυσίον καὶ ποιήσεις στεφάνους, καὶ ἐπιθήσεις ἐπὶ τὴν κεφαλὴν Ἰησοῦ τοῦ Ἰωσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου,
你要取银子和金子做冠冕,戴在约撒答的儿子大祭司约书亚的头上。
§6.12καὶ ἐρεῖς πρὸς αὐτόν Γάδε λέγει Κύριος Παντοκράτωρ Ἰδοὺ ἀνήρ, Ἀνατολὴ ὄνομα αὐτῷ, καὶ ὑποκάτωθεν αὐτοῦ ἀνατελεῖ, καὶ οἰκοδομήσει τὸν οἶκον Κυρίου·
对他说:‘万军之耶和华如此说:“看哪,有一人,名叫“多”,他要在自己的地方发芽,并要建造耶和华的殿。
§6.13καὶ αὐτὸς λήμψεται ἀρετήν, καὶ καθιεῖται καὶ κατάρξει ἐπὶ τοῦ θρόνου αὐτοῦ, καὶ ἔσται ὁ ἱερεὺς ἐκ δεξιῶν αὐτοῦ, καὶ βουλὴ εἰρηνικὴ ἔσται ἀνὰ μέσον ἀμφοτέρων.
”’ ‘“他要承受尊荣,坐在位上掌权,又必在右边作祭司,两职之间筹定和平。
§6.14ὁ δὲ στέφανος ἔσται τοῖς ὑπομένουσιν καὶ τοῖς χρησίμοις αὐτῆς καὶ τοῖς ἐπεγνωκόσιν αὐτὴν, καὶ εἰς χάριτα υἱοῦ Σοφονίου, καὶ εἰς ψαλμὸν ἐν οἵκῳ Κυρίου.
”’ ‘“这冠冕要归那些忍耐的人、她有用的人、认识她的人,并西番雅的儿子,在耶和华的殿中作纪念,并作诗歌之用。
§6.15καὶ οἱ μακρὰν ἀπʼ αὐτῶν ἥξουσιν καὶ οἰκοδομήσουσιν ἐν τῷ οἴκῳ Κυρίου, καὶ γνώσεσθε διότι Κύριος ΙΙαντοκράτωρ ἀπέσταλκέν με πρὸς ὑμᾶς καὶ ἔσται ἐὰν εἰσακούοντες εἰσακούσητε τῆς φωνῆς Κυρίου τοῦ θεοῦ ὑμῶν.
”’ ‘“远方的人也要来建造耶和华的殿,你们就知道万军之耶和华差遣我到你们这里来。 你们若留意听从耶和华你们神的话,这事必然显现。 ”’