Humanitext Reader

七十士译本 · 撒迦利亚书 §3.1-3.10

大祭司约书亚的洁净与大枝的应许

第 3 段,共 14 段 · 希腊语

内容简介

大祭司约书亚从撒旦的控诉中得蒙拯救,换上洁净的长袍和冠冕,并得到了关于未来的“大枝”与“石头”的应许。

§3.1Καὶ ἔδειξέν μοι Κύριος τὸν Ἰησοῦν τὸν ἱερέα τὸν μέγαν, ἑστῶτα πρὸ προσώπου ἀγγέλου Κυρίου, καὶ ὁ διάβολος ἱστήκει ἐκ δεξιῶν αὐτοῦ τοῦ ἀντικεῖσθαι αὐτῷ.
耶和华又使我看见大祭司约书亚站在耶和华的使者面前,撒但也站在约书亚的右边,要与他作对。
§3.2καὶ εἶπεν Κύριος πρὸς τὸν διάβολον Ἐπιτιμήσαι Κύριος ἐν σοί, διάβολε, καὶ ἐπιτιμήσαι Κύριος ἐν σοὶ ὁ ἐκλεξάμενος τὴν Ἰερουσαλήμ·
耶和华对撒我说:“撒我啊,愿耶和华责备你! 愿那拣选耶路撒冷的耶和华责备你!
οὐκ ἰδοὺ τοῦτο ὡς δαλὸς ἐξέσπασμένος ἐκ πυρός;
这不是从火中抽出来的一根柴吗?
§3.3καὶ Ἰησοῦς ἣν ἐνδεδυμένος ἱμάτια ῥυπαρά, καὶ ἱστήκει πρὸ προσώπου τοῦ ἀγγέλου.
” 约书亚穿着污秽的衣服,站在使者面前。
§3.4καὶ ἀπεκρίθη καὶ εἶπεν πρὸς τοὺς ἑστηκότας πρὸ προσώπου αὐτοῦ λέγων¶ Ἀφέλετε τὰ ἱμάτια τὰ ῥυπαρὰ ἀπʼ αὐτοῦ.
使者回答吩咐那些站在他面前的人说:“你们脱去他污秽的衣服。
καὶ εἶπεν πρὸς αὐτόν Ἰδοὺ ἀφῄρηκα τὰς ἀνομίας σου, καὶ ἐνδύσατε αὐτὸν ποδήρη,
”又对约书亚说:“看哪,我使你脱离了你的罪孽,并要给你穿上华美的长袍。
§3.5καὶ ἐπίθετε κίδαριν καθαρὰν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ.
” “还要把洁净的冠冕戴在他头上。
καὶ ἐπέθηκαν κίδαριν καθαρὰν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ περιέβαλον αὐτὸν ἱμάτια.
”他们就把洁净的冠冕戴在他头上,给他穿上衣服。
καὶ ὁ ἄγγελος Κυρίου ἱστήκει·
耶和华的使者也站在旁边。
§3.6καὶ διεμαρτύρατο ὁ ἄγγελος Κυρίου πρὸς Ἰησοῦν λέγων §3.7Τάδε λέγει Κύριος Παντοκράτωρ Ἐν ταῖς ὁδοῖς μου πορεύῃ καὶ ἐν τοῖς προστάγμασίν μου φυλάξῃ, καὶ σὺ διακρινεῖς τὸν οἶκόν μου· καὶ ἐὰν διαφυλάσσῃς τὴν αὐλὴν μου, καὶ δώσω σοι ἀναστρεφομένους ἐν μέσῳ τῶν ἑστηκότων τούτων.
耶和华的使者向约书亚郑重宣告说: “万军之耶和华如此说:‘你若遵行我的道,守我的命令,你也就必管理我的家;你若看守我的院宇,我必使你在这些站立的人中间有可以往来的人。
§3.8ἄκουε δή, Ἰησοῦς ὁ ἱερεὺς ὁ μέγας. σὺ καὶ οἱ πλησίον σου οἱ καθήμενοι πρὸ προσώπου, διότι ἄνδρες τερατοσκόποι εἰσί διότι ἰδοὺ ἐγὼ ἄγω τὸν δοῦλόν μου Ἀνατολήν·
大祭司约书亚啊,你和坐在你面前的同伴都当听,因为他们是作预兆的人。 看哪,我必使我仆人“大枝”发出。
§3.9διότι ὁ λίθος ὃν ἔδωκα πρὸ προσώπου Ἰησοῦ, ἐπὶ τὸν λίθον ἕνα ἑπτὰ ὀφθαλμοί εἰσιν·
看哪,我在约书亚面前所立的石头,在一块石头上有七眼。
ἰδοὺ ἐγὼ ὀρύσσω βόθρον, λέγει Κύριος Παντοκράτωρ, καὶ ψηλαφήσω πᾶσαν τὴν ἀδικίαν τῆς γῆς ἐκείνης ἐν ἡμέρᾳ μιᾷ.
看哪,我要亲自雕刻这石头,这是万军之耶和华说的,并要在一日之间除尽那地的罪孽。
§3.10ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος Παντοκράτωρ, συνκαλέσετε ἕκαστος τὸν πλησίον αὐτοῦ ὑποκάτω ἀμπέλου καὶ ὑποκάτω συκῆς.
在那日,万军之耶和华说:你们各人要邀请邻舍,坐在葡萄树和无花果树下。 ’”

词汇与语法注释

  1. §3.1τοῦ ἀντικεῖσθαι αὐτῷ — 属格冠词加不定式(τοῦ + 不定式)在此用作副词性结构,表示目的(“要与他作对”)。
  2. §3.2Ἐπιτιμήσαι — 这是动词 ἐπιτιμάω 的单数第三人称不定过去时主动语气希求法,在此表示愿望(“愿主责备你”)。
  3. §3.8Ἀνατολήν — 字面意思是“日出”或“东方”,这是七十人译本对希伯来语“枝子”(tsemach)的翻译,在此用作弥赛亚的称号。

引用这一段

七十士译本, 撒迦利亚书 §3.1-3.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0527.tlg046.humanitext-grc1:3.1-3.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。