§2.1Καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον, καὶ ἰδοὺ ἀνὴρ καὶ ἐν τῇ χειρὶ αὐτοῦ σχοινίον γεωμετρικόν.
我睁眼观看,见有一人,他手拿准绳。
§2.2καὶ εἶπα πρὸς αὐτόν Ποῦ σὺ πορεύῃς;
我问他说:“你往哪里去?
καὶ εἶπεν πρὸς μέ Διαμετρῆσαι τὴν Ἰερουσαλήμ, τοῦ ἰδεῖν πηλίκον τὸ πλάτος αὐτῆς ἐστιν καὶ πηλίκον τὸ μῆκος.
”他对我说:“去量耶路撒冷,看它有多宽,有多长。
§2.3καὶ ἰδοὺ ὁ ἅγγελος ὁ λαλῶν ἐν ἐμοὶ ἱστήκει, καὶ ἄγγελος ἕτερος ἐξεπορεύετο εἰς συνάντησιν αὐτῷ, §2.4καὶ εἶπεν πρὸς αὐτὸν λέγων Δράμε καὶ λάλησον πρὸς τὸν νεανίαν ἐκεῖνον λέγων Κατακάρπαως κατοικηθήσεται Ἰερουσαλὴμ ἀπὸ πλήθους ἀνθρώπων κμὶ κτηνῶν ἐν μέσῳ αὐτῆς·
” 看哪,那与我说话的天使站在那里,又有另一个天使迎着他走来,对他说:“你跑去告诉那少年人说:‘耶路撒冷必因其中人口和牲畜的众多,而丰盛地有人居住。
§2.5καὶ ἐγὼ ἔσομαι αὐτῇ, λέγει Κύριος. τεῖχος πυρὸς κυκλόθεν, καὶ εἰς δόξαν ἔσομαι ἐν μέσῳ αὐτῆς.
’ ‘耶和华说:我必作她四围火的城墙,并要作她中间的荣耀。
§2.6ὢ ὢ φεύγετε ἀπὸ γῆς βορρᾶ, λέγει Κύριος, διότι ἐκ τῶν τεσσάρων ἀνέμων τοῦ οὐρανοῦ συνάξω ὑμᾶς, λέγει Κύριος·
’” “哎! 哎! 你们要从北方之地逃走,这是耶和华说的;因为我将从天上的四风中召集你们,这是耶和华说的。
§2.7εἰς Σειὼν ἀνασώζεσθε, οἱ κατοικοῦντες θυγατέρα Βαβυλῶνος.
逃往锡安吧,你们这些住在巴比伦城的人。
§2.8διότι τάδε λέγει Κύριος Παντοκράτωρ Οπίσω δόξης ἀπέσταλκέν με ἐπὶ τὰ ἔθνη τὰ σκυλεύσαντα ὑμᾶς, διότι ὁ ἁπτόμενος ὑμῶν ὡς ἁπτόμενος τῆς κόρης τοῦ ὀφθαλμοῦ αὐτοῦ·
因为万军之耶和华如此说:在荣耀之后,他差遣我到那掳掠你们的列国去,因为触摸你们的,就是触摸他眼中的瞳人。
§2.9διότι ἰδοὺ ἐγὼ ἐπιφέρω τὴν χεῖρά μου ἐπʼ αὐτούς, καὶ ἔσονται σκῦλα τοῖς δουλεύουσιν αὐτοῖς, καὶ γνώσεσθε ὅτι Κύριος Παντοκράτωρ ἀπέσταλκέν με.
看哪,我必向他们抡手,他们就必作服侍他们之人的掳物,你们便知道万军之耶和华差遣了我。
§2.10τέρπου καὶ εὐφραίνου, θύγατερ Σειών, διότι ἰδοὺ ἐγὼ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος.
锡安的民哪,应当欢乐歌唱,因为看哪,我要来,且要住在你中间,这是耶和华说的。
§2.11καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔσονται αὐτῷ εἰς λαόν, καὶ κατασκηνώσουσιν ἐν μέσῳ σου, καὶ ἐπιγνώσῃ ὅτι Κύριος Παντοκράτωρ ἐξαπέσταλκέν με πρὸς σέ.
在那日,必有许多国归向耶和华,作他的子民,他们要住在你中间,你就要知道万军之耶和华差遣了我到你那里。
§2.12καὶ κατακληρονομήσει Κύριος τὸν Ἰούδαν, τῇ μερίδι αὐτοῦ ἐπὶ τὴν γῆν τὴν ἁγίαν, καὶ αἱρετιεῖ ἔτι τὴν Ἰερουσαλήμ.
耶和华必收回犹大作他在圣地的产业,也必再挑选耶路撒冷。
§2.13εὐλαβείσθω πᾶσα σὰρξ ἀπὸ προσώπου Κυρίου, ὅτι ἐξεγήγερται ἐκ νεφελῶν ἁγίων αὐτοῦ.
凡有血气的都当在耶和华面前静默,因为他从他的圣云中兴起了。 ”