§1.1Τ0 λῆμμα ὃ εἶδεν Ἁμβακοὺμ ὁ προφήτης.
先知哈巴谷所得的默示。
§1.2Ἕως τίνος, Κύριε, κράξομαι, καὶ οὐ μὴ εἰσακούσῃς;
主啊,我呼求,你到几时才听呢?
βοήσομαι πρὸς σὲ ἀδικούμενος, καὶ οὐ σώσεις;
我因受欺压向你哀求,你却不拯救吗?
§1.3ἵνα τί ἔδειξάς μοι κόπους καὶ πόνους ἐπιβλέπειν, ταλαιπαωρίαν καὶ ἀσέβειαυ;
为什么你使我看见劳碌,又叫我目睹痛苦、灾难与不虔敬呢?
ἐξ ἐναντίας μου γέγονεν κρίσις, καὶ ὁ κριτὴς λαμβάνει·
在我面前有审判兴起,审判官也收受贿赂。
§1.4διὰ τοῦτο διεσκέδασται νόμος, καὶ οὐ διεξάγεται εἰς τέλος κρίμα, ὅτι ἀσεβὴς καταδυναστεύει τὸν δίκαιον· ἕνεκεν τούτου ἐξελεύσεται τὸ κρίμα διεστραμμένον.
因此律法松懈,公理始终无法彰显,因为恶人辖制义人;因此所行出来的审判都是弯曲的。
§1.5ἴδετε, οἱ καταφρονηταί, καὶ ἐπιβλέψατε, καὶ θαυμάσατε θαυμάσια καὶ ἀφανίσθητε· διότιδιότι ἔργον ἐγὼ ἐργάζομαι ἐν ταῖς ἡμέραις ὑμῶν ὃ οὐ μὴ πιστεύσητε ἐάν τις ἐκδιηγῆται.
你们这些轻慢的人,要看,要留心,要大大惊奇而消逝;因为在你们的日子,我要行一件事,虽有人详细说明,你们也总不信。
§1.6διότι ἰδοὺ ἐγὼ ἐξεγείρω τοὺς Χαλδαίους, τὸ ἔθνος τὸ πικρὸν καὶ τὸ ταχινόν, τὸ πορευόμενον ἐπὶ τὰ πλάτη τῆς γῆς τοῦ κατακληρονομῆσαι σκηνώματα οὐκ αὐτοῦ·
因为看哪,我必兴起迦勒底人,那残忍暴躁、迅速的国民,他们通行在地的广阔之处,为要得不属于自己的帐幕为业。
§1.7φοβερὸς καὶ ἐπιφανής ἐστιν, ἐξ αὐτοῦ τὸ κρίμα αὐτοῦ ἔσται, καὶ τὸ λῆμμα αὐτοῦ ἐξ αὐτοῦ ἐξελεύσεται·
他是可畏而显赫的,他的审判出于自己,他的默示也由自己而出。
§1.8καὶ ἐξαλοῦνται ὑπὲρ παρδάλεις οἱ ἵπποι αὐτοῦ, καὶ ὀξύτεροι ὑπὲρ τοὺς λύκους τῆς Ἀραβίας·
他的马比豹更快,比阿拉伯的豺狼更猛。
καὶ ἐξιππάσονται οἱ ἱππεῖς αὐτοῦ καὶ ὁρμήσουσιν μακρόθεν, καὶ πετασθήσονται ὡς ἀετὸς πρόθυμος εἰς τὸ φαγεῖν.
他的骑兵必奔驰,从远方奔来,他们飞跑如急于吞吃猎物的鹰。
§1.9συντέλεια εἰς ἀσεβεῖς ἥξει, ἀνθεστηκότας προσώποις αὐτῶν ἐξ ἐναντίας, καὶ συνάξει ὡς ἄμμον αἰχμαλωσίαν.
毁灭必临到不虔敬的人,迎面抵挡他们,他必聚集俘虏如沙。
§1.10καὶ αὐτὸς ἐν βασιλεῦσιν ἐντρυφήσει καὶ τύραννοι παίγνια αὐτοῦ, καὶ αὐτὸς εἰς πᾶν ὀχύρωμα ἐμπαίξεται, καὶ βαλεῖ χῶμα καὶ κρατήσει αὐτοῦ.
他必戏弄君王,首领也成为他的笑柄;他必嗤笑一切保障,筑垒攻占。
§1.11τότε μεταβαλεῖ τὸ πνεῦμα, καὶ διελεύσεται καὶ ἐξιλάσεται· αὕτη ἡ ἰσχὺς τῷ θεῷ μου.
那时他的灵必改变,他必过去,并要赎罪;这力量属于我的神。
§1.12Οὐχὶ σὺ ἀπʼ ἀρχῆς.
主我的圣神啊,你不是从起初就有的吗?
Κύριε ὁ θεὸς ὁ ἅγιός μου καὶ οὐ μὴ ἀποθάνωμεν.
我们必不至死。
Κύριε, εἰς κρίμα τέταχας αὐτό· καὶ ἔπλασέν με τοῦ ἐλέγχειν παιδείαν αὐτοῦ.
主啊,你派他为了审判;他造了我,为要指责他的管教。
§1.13καθαρὸς ὀφθαλμὸς τοῦ μὴ ὁρᾷν πονηρὰ καὶ ἐπιβλέπειν ἐπὶ πόνους ὀδύνης· ἴνα τί ἐπιβλέπεις ἐπὶ καταφρονοῦντα;
你的眼目清洁,不看邪恶,也不目睹痛苦的劳碌;为什么你目睹那轻慢人的?
παρασιωπήσῃ ἐν τῷ καταπίνειν ἀσεβῆ τὸν δίκαιον;
恶人吞灭比自己公义的人,你为何静默不言?
§1.14καὶ ποιήσεις τοὺς ἀνθρώπους ὡς τοὺς ἰχθύας τῆς θαλάσσης, καὶ ὡς τὰ ἑρπετὰ τὰ οὐκ ἔχοντα ἡγούμενον;
你为何使人如海里的鱼,又如没有君王辖管的爬物呢?
§1.15συντέλειαν ἐν ἀγκίστρῳ ἀνέσπασεν, καὶ εἵλκυσεν αὐτὸν ἐν ἀμφιβλήστρῳ, καὶ συνήγαγεν αὐτὸν ἐν ταῖς σαγήναις αὐτοῦ.
他用钩钩住众人拉上来,用网拉住他,用拉网聚集他。
§1.16ἕνεκεν τούτου εὐφρανθήσεται καὶ χαρήσεται ἡ καρδία αὐτοῦ· ἕνεκεν τούτου θύσει τῇ σαγήνῃ αὐτοῦ καὶ θυμιάσει τῷ ἀμφιβλήστρῳ αὐτοῦ, ὅτι ἐν αὐτοῖς ἐλίπανεν μερίδα αὐτοῦ καὶ τὰ βρώματα αὐτοῦ ἐκλεκτά·
因此,他的心欢喜快乐;因此,他向拉网献祭,向网烧香,因为因着这些,他的分丰盛,食物也精美。
§1.17διὰ τοῦτο ἀμφιβαλεῖ τὸ ἀμφίβληστρον αὐτοῦ, καὶ διὰ παντὸς ἀποκτενειν ἔθνη οὐ φείσεται.
因此,他岂要张开网,并不断杀戮万国,毫不顾惜吗?