Humanitext Reader

七十士译本 · 哈巴谷书 §3.1-3.19

哈巴谷的祈祷与对神显现的信靠

第 3 段,共 3 段 · 希腊语

内容简介

先知哈巴谷的祈祷歌。诗意地描绘了神荣耀的显现和对不法之人的审判,最后宣告了在物质匮乏中依然信靠主并欢欣的信仰。

§3.1Προσευχὴ Ἁμβακοὺμ τοῦ προφήτου μετὰ ᾠδῆς.
先知哈巴谷带有歌咏的祷告。
§3.2²Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην· κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην.
²主啊,我听到了您的名声,就惧怕;我思想您的作为,就惊叹。
ἐν μέσῳ δύο ζῴων γνωσθήσῃ, ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήσῃ· ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ· ἐν τῷ ταραχθῆναι τὴν ψυχήν μου ἐν ὀργῇ ἐλέους μνησθήσῃ.
在两个活物之中,您必被认识;当岁月临近时,您必被认出;当时候来到时,您必被显明;在怒气中我的魂动摇时,您必记起怜悯。
§3.33ὁ θεὸς ἐκ Θαιμὰν ἥξει, καὶ ὁ ἅγιος ἐξ ὄρους Φαρὰν κατασκίου δασέος.
3神必从提曼而来,圣者必从浓荫密林的巴兰山而来。
διάψαλμα.
[细拉]。
ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ, καὶ αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ.
祂的荣耀遮蔽诸天,地上满有对祂的赞美。
§3.4⁴καὶ φέγγος αὐτοῦ ὡς φῶς ἔσται· κέρατα ἐν χερσὶν αὐτοῦ, καὶ ἔθετο ἀγάπησιν κραταιὰν ἰσχύος αὐτοῦ.
⁴祂的辉煌如同光芒,祂的手中有角,祂在其间安置了祂力量的强爱。
§3.55πρὸ προσώπου αὐτοῦ πορεύσεται λόγος καὶ ἐξελεύσεται εἰς πεδία·
5在祂面前有言语前行,且要发出到平原。
§3.66κατὰ πόδας αὐτοῦ ⁶ἔστη, καὶ ἐσαλεύθη ἡ γῆ· ἐπέβλεψεν, καὶ διετάκη ἔθνη, διεθρύβη τὰ ὄρη βίᾳ, ἐτάκησαν βουνοὶ αἰώνιοι πορείας αἰωνίας αὐτοῦ.
6在祂脚前祂站立,大地便震动;祂观看,万国就消融;大山因力量而粉碎,永恒的丘陵消逝,这是祂永恒的行径。
§3.7⁷ἀντὶ κόπων εἶδον σκηνώματα Αἰθιόπων· πτοηθήσονται καὶ αἱ σκηναὶ γῆς Μαδιάμ.
⁷因着劳苦,我看见埃塞俄比亚人的帐棚;米甸地的幔子也必惊惶。
§3.88μὴ ἐν ποταμοῖς ὠργίσθης, Κύριε;
8主啊,您岂是向江河发怒吗?
ἢ ἐν ποταμοῖς ὁ θυμός σου; ἢ ἐν θαλάσσῃ τὸ ὅρμημά σου; ὅτι ἐπιβήσῃ ἐπὶ τοὺς ἵππους σου, καὶ ἡ ἱππασία σου σωτηρία.
您的怒气岂是向江河,或是您的愤恨岂是向海洋发出,以致您骑上您的战马,您的车兵带来拯救吗?
§3.9⁹ἐντείνων ἐνέτεινας τόξον σου ἐπὶ σκῆπτρα, λέγει Κύριος.
⁹您实在向着权杖拉紧了您的弓,主说。
διάψαλμα.
[细拉]。
ποταμῶν ῥαγήσεται γῆ, §3.10¹⁰ὄψονταί σε καὶ ὠδινήσουσιν λαοί. σκορπίζων ὕδατα πορείας· ἔδωκεν ἡ ἄβυσσος φωνὴν αὐτῆς, ὕψος φαντασίας αὐτῆς.
大地必被江河裂开, ¹⁰众民看见您就痛苦挣扎;路途的水被洒散,深渊发出它的声音,显出它高处的幻影。
διάψαλμα.
[细拉]。
§3.11ἐπήρθη ¹¹ὁ ἥλιος, καὶ ἡ σελήνη ἔστη ἐν τῇ τάξει αὐτῆς· εἰς φῶς βολίδες σου πορεύσονται, εἰς φέγγος ἀστραπῆς ὅπλων σου.
太阳升起,¹¹月亮停在自己的轨道上;您的箭化作光芒前行,您武器的闪电化作辉煌。
§3.12¹²ἐν ἀπειλῇ ὀλιγώσεις γῆν, καὶ ἐν θυμῷ κατάξεις ἔθνη.
¹²您以威吓使地衰微,并在怒气中打碎万国。
§3.13¹³ἐξῆλθες εἰς σωτηρίαν λαοῦ σου, τοῦ σῶσαι τὸν χριστόν σου· βαλεῖς εἰς κεφαλὰς ἀνόμων θάνατον, ἐξήγειρας δεσμοὺς ἕως τραχήλου.
¹³您出去拯救您的百姓,拯救您的受膏者;您必将死亡降在不法之人的头上,使锁链暴露直至颈项。
διάψαλμα.
[细拉]。
§3.14¹⁴διέκοψας ἐν ἐκστάσει κεφαλὰς δυναστῶν, σεισθήσονται ἐν αὐτῇ· διανοίξουσιν χαλινοὺς αὐτῶν ὡς ἔσθων πτωχὸς λάθρα.
¹⁴您在极度惊恐中穿透了掌权者的头,他们将在其中震动;他们必张开他们的辔头,如同暗中吞吃穷人的人。
§3.15¹⁵καὶ ἐπιβιβᾶς εἰς θάλασσαν τοὺς ἵππους σου ταράσσοντας ὕδωρ πολύ.
¹⁵您必引领您的战马进入海洋,搅动大水。
§3.16¹⁶ἐφυλαξάμην, καὶ ἐπτοήθη ἡ κοιλία μου ἀπὸ φωνῆς προσευχῆς χειλέων μου, καὶ εἰσῆλθεν τρόμος εἰς τὰ ὀστᾶ μου, καὶ ὑποκάτωθέν μου ἐταράχθη ἡ ἕξις μου.
¹⁶我警醒,因我嘴唇祷告的声音,我的腹中战兢;战栗进入我的骨头,我脚下的立足点也在我之下动摇。
ἀναπαύσομαι ἐν ἡμέρᾳ θλίψεως τοῦ ἀναβῆναι εἰς λαὸν παροικίας μου.
在患难之日我必安息,好上去到我寄居的子民那里。
§3.17¹7διότι συκῆ οὐ καρποφορήσει, καὶ οὐκ ἔσται γενήματα ἐν ταῖς ἀμπέλοις· ψεύσεται ἔργον ἐλαίας, καὶ τὰ πεδία οὐ ποιήσει βρῶσιν· ἐξέλιπεν ἀπὸ βρώσεως πρόβατα, καὶ οὐχ ὑπάρχουσιν βόες ἐπὶ φάτναις.
¹7因为无花果树不结果子,葡萄树上也没有出产;橄榄树的工作也必落空,田地不产粮食;羊群从草场断绝,棚内也没有牛。
§3.18¹⁸ἐγὼ δὲ ἐν τῷ κυρίῳ ἀγαλλιάσομαι. χαρήσομαι ἐπὶ τῷ θεῷ τῷ σωτῆρί μου.
¹⁸然而,我要因主欢欣,因我救我的神喜乐。
§3.19¹9Κύριος ὁ θεὸς δύναμίς μου, καὶ τάξει τοὺς πόδας μου εἰς συντέλειαν· ἐπὶ τὰ ὑψηλὰ ἐπιβιβᾷ με τοῦ νικῆσαι ἐν τῇ ᾠδῇ αὐτοῦ.
¹9主神是我的力量,祂必使我的脚稳固到底;祂必引领我登上高处,使我在祂的歌中得胜。

词汇与语法注释

  1. 3.2ἐν μέσῳ δύο ζῴων γνωσθήσῃ — 希伯来语原文(“在岁月中期使它复兴/被认识”)在七十士译本中被翻译为“在两个活物之中被认识(γνωσθήσῃ,被动语态)”,这源于对希伯来语字母的误读或特定的释经传统。
  2. 3.9ἐπὶ σκῆπτρα — 介词 ἐπί 支配复数宾格 σκῆπτρα,意思是“针对权杖”(或支派/统治者),反映了七十士译本对意为“支派”或“杖”的希伯来语词汇的翻译。
  3. 3.16τοῦ ἀναβῆναι — 带有属格冠词的不定式(τοῦ ἀναβῆναι)表示目的,修饰主动词 ἀναπαύσομαι(“我必安息”),意思是“为了上去到我寄居的子民那里”。
  4. 3.19εἰς συντέλειαν — 希伯来语的“像母鹿的[蹄]”被七十士译本的翻译者与 συντέλεια(“完成,终结”)联系起来,翻译为 εἰς συντέλειαν,意为“完全地”或“直到终点”。

引用这一段

七十士译本, 哈巴谷书 §3.1-3.19. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0527.tlg043.humanitext-grc1:3.1-3.19

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。