§9.1Μὴ χαῖρε, Ἰσραήλ, μηδέ εὐφραίνου καθὼς οἱ λαοί διότι ἐπόρνευσας ἀπὸ τοῦ θεοῦ σου, ἠγάπησας δόματα ἐπὶ πάντα ἅλωνα σίτου.
以色列啊,不要像外邦人那样欢喜,也不要快乐;因为你远离你的神行了淫乱,在每一个麦子的打谷场上喜爱礼物。
§9.2ἅλων καὶ ληνὸς οὐκ ἔγνω αὐτούς, καὶ ὁ οἶνος ἐψεύσατο αὐτούς.
打谷场和榨酒池不认识他们,新酒也欺骗了他们。
§9.3οὐ κατῴκησαν ἐν τῇ γῇ τοῦ κυρίου· κατῴκησεν Ἐφράιμ Αἴγυπτον, καὶ ἐν Ἀσσυρίοις ἀκάθαρτα φάγονται.
他们没有住在耶和华的地土上;以法莲住在埃及,他们必在亚述吃不洁之物。
§9.4οὐκ ἔσπεισαν τῷ κυρίῳ οἶνον, καὶ οὐχ ἥδυναν αὐτῷ· αἱ θυσίαι αὐτῶν ὡς ἄρτος πένθους αὐτοῖς, πάντες οἱ ἔσθοντες αὐτὰ μιανθήσονται, διότι οἱ ἄρτοι αὐτῶν ταῖς ψυχαῖς αὐτῶν οὐκ εἰσελεύσονται εἰς τὸν οἶκον Κυρίου.
他们没有向耶和华奠酒,也没有使他喜悦;他们的祭物对他们如同居丧者的食物,凡吃这祭物的都必被玷污;因为他们的食物只是为了自己的生命,必不进入耶和华的殿。
§9.5τί ποιήσετε ἐν ἡμέραις πανηγύρεως καὶ ἐν ἡμέρᾳ ἑορτῆς τοῦ κυρίου;
在盛会的日子,在耶和华节期的日子,你们要做什么呢?
§9.6διὰ τοῦτο ἰδοὺ πορεύονται ἐκ ταλαιπωρίας Αἰγύπτου, καὶ ἐκδέξεται αὐτοὺς Μέμφις, καὶ θάψει αὐτοὺς Μαχμάς· τὸ ἀργύριον αὐτῶν ὄλεθρος κληρονομήσει αὐτό, ἄκανθαι ἐν τοῖς σκηνώμασιν.
看哪,他们因灾祸而离开埃及,孟斐斯必收容他们,麦马士必葬埋他们;他们的银器,毁灭必承受它,他们的帐篷中必长满荆棘。
§9.7ἥκασιν αἱ ήμέραι τῆς ἐκδικήσεως, ἥκασιν αἱ ἡμέραι τῆς ἀνταποδόσεώς σου, καὶ κακωθήσεται Ἰσραὴλ ὥσπερ ὁ προφήτης ὁ παρεξεστηκώς, ἄνθρωπος ὁ πνευματοφόρος· ὑπὸ τοῦ πλήθους τῶν ἀδεκιῶν σου ἐπληθύνθη μανία σου.
惩罚的日子到了,报应你的日子到了,以色列必受苦,如同那狂妄的先知、那受灵感的人;因你极多的罪孽,你的狂妄大大增加。
§9.8σκοπὸς Ἐφράιμ μετὰ θεοῦ· προφήτης, παγὶς σκολιὰ ἐπὶ πάσας τὰς ὁδοὺς αὐτοῦ· μανίαν ἐν οἴκῳ θεοῦ κατέπηξαν.
以法莲的守望者与神同在;先知在他一切的道路上是弯曲的网罗;他们在神的殿中安设了狂妄。
§9.9ἐφθάρησαν κατὰ τὰς ἡμέρας τοῦ βουνοῦ· μνησθήσεται ἀδικίας αὐτῶν, ἐκδικήσει ἁμαρτίας αὐτῶν.
他们如同在山冈的日子那样败坏了;耶和华必记念他们的不义,惩罚他们的罪恶。
§9.10ὡς σταφυλὴν ἐν ἐρήμῳ εὗρον τὸν Ἰσραήλ, καὶ ὡς σκοπὸν ἐν συκῇ πρόιμον εἶδον πατέρας αὐτῶν· αὐτοὶ εἰσῆλθον πρὸς τὸν Βεελφεγώρ, καὶ ἀπηλλοτριώθησαν εἰς αἰσχύνην, καὶ ἐγένοντο οἱ ἐβδελυγμένοι ὡς οἱ ἠγαπημένοι.
我遇见以色列如旷野的葡萄,我看见他们的列祖如无花果树上初熟的果子;但他们去了巴力·毗洱,将自己分别归给羞耻,成了如同他们所喜爱的那样可憎。
§9.11Ἐφράιμ ὡς ὄρνεον ἐξεπετάσθη, αἱ δόξας αὐτῶν ἐκ τόκων καὶ δίνων καὶ συνλήμψεων·
以法莲如鸟飞去;他们的荣耀因生产、怀胎和受孕而逝去。
§9.12διότι καὶ ἐὰν ἐκθρέψωσιν τὰ τέκνα αὐτῶν, ἀτεκνωθήσονται ἐξ ἀνθρώπαων· διότι καὶ οὐαὶ αὐτοῖς ἐστιν, σάρξ μου ἐξ αὐτῶν.
因为即使他们养大儿女,也必在人中丧子;的确,当我的肉体离开他们时,他们就有祸了。
§9.13Ἐφράιμ ὃν τρόπον εἰς θήραν παρέστησαν τὰ τέκνα αὐτῶν. καὶ Ἐφράιμ τοῦ ἐξαγαγεῖν εἰς ἀποκέντησιν τὰ τέκνα αὐτοῦ.
以法莲,如同他们将儿女献作猎物一样;以法莲必须带出他的儿女去受杀戮。
§9.14δὸς αὐτοῖς, Κύριε· τί δώσεις αὐτοῖς;
耶和华啊,求你赐给他们——你要赐给他们什么呢?
μήτραν ἀτεκνοῦσαν καὶ μαστοὺς ξηρούς.
求你赐给他们不孕的子宫和干瘪的乳房。
§9.15πᾶσαι αἱ κακίαι αὐτῶν ἐν Γαλγάλ, ὅτι ἐκεῖ αὐτοὺς ἐμίσησα διὰ τὰς κακίας τῶν ἐπιτηδευμάτων αὐτῶν· ἐκ τοῦ οἴκου μου ἐκβαλῶ αὐτούς, οὐ μὴ προσθήσω τοῦ ἀγαπῆσαι αὐτούς· πάντες οἱ ἄρχοντες αὐτῶν ἀπειθοῦντες.
他们一切的罪恶都在吉甲,因为我在那里因他们行为的邪恶憎恨他们;我必将他们赶出我的殿,不再爱他们;他们的首领尽都是悖逆的。
§9.16ἐπόνεσεν Ἐφράιμ· τὰς ῥίζας αὐτοῦ ἐξηράνθη, καρπὸν οὐκέτι μὴ ἐνέγκῃ· διότι καὶ ἐὰν γεννήσωσιν, ἀποκτενῶ τὰ ἐπιθυμήματα κοιλίας αὐτῶν.
以法莲受挫,他的根枯干了,必不再结果子;因为即使他们生育,我也必杀他们腹中所喜爱的。
§9.17ἀπώσεται αὐτοὺς ὁ θεός, ὅτι οὐκ εἰσήκουσαν αὐτοῦ, καὶ ἔσονται πλανῆται ἐν τοῖς ἔθνεσιν.
我的神必弃绝他们,因为他们不听从他;他们必在列国中飘流。