§7.1ἐν τῷ ἰάσασθαί με τὸν Ἰσραήλ. καὶ ἀποκαλυφθήσεται ἡ ἀδικία Ἐφράιμ καὶ ἡ κακία Σαμαρείας, ὅτι ἠργάσαντο ψευδῆ· καὶ κλέπτης πρὸς αὐτὸν εἰσελεύσεται, ἐκδιδύσκων λῃστὴς ἐν τῇ ὁδῷ αὐτοῦ,
在我医治以色列的时候,以法莲的罪孽和撒玛利亚的邪恶就被显露出来,因为他们行了虚谎;贼进入他那里,强盗在路上剥夺他。
§7.2ὅπως συνᾴδωσιν ὡς ᾄδοντες τῇ καρδίᾳ αὐτῶυ. πάσας τὰς κακίας αὐτῶν ἐμνήσθην·
以致他们像心里歌唱的人一样协调歌唱;我记念他们一切的邪恶。
νῦν ἐκύκλωσαν αὐτοὺς τὰ διαβούλια αὐτῶν, ἀπέναντι τοῦ προσώπου μου ἐγένοντο.
现在,他们的计谋环绕他们,来到了我的面前。
§7.3ἐν ταῖς κακίαις αὐτῶυ εὔφραναν βασιλεῖς, καὶ ἐν τοῖς ψεύδεσιν αὐτῶν ἄρχοντας·
他们用自己的邪恶使君王欢喜,用自己的虚谎使官长快乐。
§7.4πάντες μοιχεύοντες, ὡς κλίβανος καιόμενος εἰς πέψιν κατακαύματος ἀπὸ τῆς φλογός, ἀπὸ φυράσεως στέατος, ἕως τοῦ ζυμωθῆναι αὐτό.
他们都是行淫的,如同被火烧热的烤炉,从揉面起,直到面发酵,都不用煽火。
§7.5ἡμέραι τῶυ βασιλέων ὑμῶν, ἤρξαντο οἱ ἄρχοντες θυμοῦσθαι ἐξ οἴνου, ἐξέτεινεν τὴν χεῖρα αὐτοῦ μετὰ λοιμῶν·
在你们君王的日子,官长因酒的愤怒而起热,君王与败坏的人一同伸手。
§7.6διότι ἀνεκαύθησαν ὡς κλίβανος αἱ καρδίαι αὐτῶν, ἐν τῷ καταράσσειν αὐτοὺς ὅλην τὴν νύκτα ὕπνου Ἐφράιμ ἐνεπλήσθηπρωὶ ἐνεγενήθη, ἀνεκαύθη ὡς πυρὸς φέγγος.
因为他们在袭击他们的时候,心热如烤炉;以法莲终夜充满了沉睡,早晨它便生出,像烈火的光芒一样燃烧。
§7.7πάντες ἐθερμάνθησαν ὡς κλίβανος, καὶ κατέφαγον τοὺς κριτὰς αὐτῶν· πάντες οἱ βασιλεῖς αὐτῶν ἔπεσαν, οὐκ ἦν ὁ ἐπικαλούμενος ἐν αὐτοῖς πρὸς μέ.
他们都热如烤炉,吞灭了他们的审判官;他们的君王都仆倒了,他们中间无一人向我呼求。
§7.8Ἐφράιμ ἐν τοῖς λαοῖς αὐτοῦ συνεμίγνυτο, Ἐφράιμ ἐγένετο ἐνκρυφίας οὐ μεταστρεφόμενος·
以法莲与万民混杂;以法莲成了未翻过的翻饼。
§7.9κατέφαγον ἀλλότριοι τὴν ἰσχὺν αὐτοῦ, αὐτὸς δὲ οὐκ ἔγνω, καὶ πολιαὶ ἐξήνθησαν αὐτῷ, καὶ αὐτὸς οὐκ ἔγνω.
外邦人吞吃他的力量,他却不知道;白发斑斑落在他头上,他却不知道。
§7.10καὶ ταπεινωθήσεται ἡ ὕβρις Ἰσραὴλ εἰς πρόσωπον αὐτοῦ, καὶ οὐκ ἐπέστρεψαν πρὸς Κύριον τὸν θεὸν αὐτῶν, καὶ οὐκ ἐξεζήτησαν αὐτὸν ἐν πᾶσι τούτοις.
以色列的骄傲当面降为卑;虽然如此,他们仍不归向耶和华他们的神,也不因这一切寻求他。
§7.11καὶ ἦν Ἐφράιμ ὡς περιστερὰ ἄνους, οὐκ ἔχουσα καρδίαν· Αἵγυπτον ἐπεκαλεῖτο, καὶ εἰς Ἀσσυρίους ἐπορεύθησαν.
以法莲像一只无知的鸽子,毫无心思;他们求告埃及,又投奔亚述。
§7.12καθὼς ἂν πορεύωνται ἐπιβαλῶ ἐπʼ αὐτοὺς τὸ δίκτυόν μου, καθὼς τά πετεινά τοῦ οὐρανοῦ κατάξω αὐτούς, παιδεύσω αὐτοὺς ἐν τῇ ἀκοῇ τῆς θλίψεως αὐτῶν.
他们去的时候,我必将我的网撒在他们身上;我必将他们如同空中的鸟拉下来;我必因他们受苦的消息惩罚他们。
§7.13οὐαὶ αὐτοῖς, ὅτι ἀπεπήδησαν ἀπʼ ἐμοῦ· δείλαιοί εἰσιν, ὅτι ἠσέβησαν εἰς ἐμέ·
他们有祸了,因为他们离我飘流;他们必遭毁灭,因为他们违背了我。
ἐγὼ δὲ ἐλυτρωσάμην αὐτούς, αὐτοὶ δὲ κατελάλησαν κατʼ ἐμοῦ ψευδῆ.
我虽要救赎他们,他们却向我说了谎言。
§7.14καὶ οὐκ ἐβόησαν πρὸς μέ αἱ καρδίαι αὐτῶν, ἀλλ᾿ ἡ ὠλόλυζον ἐν ταῖς κοίταις αὐτῶν· ἐπὶ σίτῳ καὶ οἴνῳ κατετέμνοντο.
他们并不从心里向我哀求,反而在床上呼号;他们为了五谷和新酒而割划自己。
§7.15ἐπαιδεύθησαν ἐν ἐμοί, κἀγὼ κατίσχυσα τοὺς βραχίονας αὐτῶν, καὶ εἰς ἐμέ ἐλογίσαντο πονηρά.
他们受了我的管教,我坚固了他们的手臂,他们却对我图谋恶事。
§7.16ἀπεστράφησαν εἰς οὐθέν, ἐγένοντο ὡς τόξον ἐντεταμένον·
他们转向虚无,成了松弛的弓。
πεσοῦνται ἐν ῥομφαίᾳ οἱ ἄρχοντες αὐτῶν δι᾿ ἀπαιδευσίαν γλώσσης αὐτῶν· οὗτος ὁ φαυλισμὸς αὐτῶν ἐν γῇ Αἰγύπτῳ.
他们的首领必因舌头的狂妄倒在刀下;这在埃及地必成为他们的嘲笑。