§5.1Ἀκούσατε ταῦτα, οἱ ἱερεῖς, καὶ προσέχετε, οἶκος Ἰσραήλ, καὶ ὁ οἶκος τοῦ βασιλέως, ἐνωτίζεσθε, διότι πρὸς ὑμᾶς ἐστιν τὸ κρίμα· ὅτι παγὶς ἐγενήθητε τῇ σκοπιᾷ, καὶ ὡς δίκτυον ἐκτεταμένον ἐπὶ τὸ Ἰταβύριον, §5.2ὃ οἱ ἀγρεύοντες τὴν θήραν κατέπηξαν.
众祭司啊,要听这言语! 以色列家啊,要留心听! 王家啊,要侧耳而听! 因为审判临到你们;因为你们在望楼成了网罗,在伊塔比里安成了铺张的网,就是打猎的人所设下的。
ἐγὼ δὲ παιδευτὴς ὑμῶν·
然而,我是你们的管教者。
§5.3ἐγὼ ἔγνων τὸν Ἐφράιμ, καὶ Ἰσραὴλ οὐκ ἄπεστιν ἀπʼ ἐμοῦ.
我认识以法莲,以色列也未曾向我隐藏。
διότι νῦν ἐξεπόρνευσεν Ἐφράιμ, ἐμιάνθη Ἰσραήλ.
因为如今以法莲行了淫乱,以色列被玷污了。
§5.4οὐκ ἔδωκαν τὰ διαβούλια αὐτῶν τοῦ ἐπιστρέψαι πρὸς τὸν θεὸν αὐτῶν, ὅτι πνεῖμα πορνίας ἐν αὐτοῖς ἐστίν, τὸν δὲ κύριον οὐκ ἐπέγνωσαν.
他们不立定心意归向他们的神,因为有淫乱的灵在他们里面,他们也不认识耶和华。
§5.5καὶ ταπεινωθήσεται ἡ ὕβρις τοῦ Ἰσραὴλ εἰς πρόσωπον αὐτοῦ, καὶ Ἰσραὴλ καὶ Ἐφράιμ ἀσθενήσουσιν ἐν ταῖς ἀδικίαις αὐτῶν, καὶ ἀσθενήσει καὶ Ἰούδας μετʼ αὐτῶν.
以色列的骄傲当面降为卑;以色列和以法莲必因自己的罪孽跌倒,犹大也必与他们一同跌倒。
§5.6μετὰ προβάτων καὶ μόσχων πορεύσονται τοῦ ἐκζητῆσαι τὸν κύριον, καὶ οὐ μὴ εὕρωσιν αὐτόν, ὅτι ἐκκέκλικεν ἀπʼ αὐτῶν·
他们必牵着牛羊去寻求耶和华,却寻不见,因为他已经转脸离开他们。
§5.7ὅτι τὸν κύριον ἐνκατέλιπον, ὅτι τέκνα ἀλλότρια ἐγεννήθησαν αὐτοῖς·
因为他们背叛了耶和华,生了私子。
νῦν καταφάγεται αὐτοὺς ἡ ἐρυσίβη καὶ τοὺς κλήρους αὐτῶν.
如今,蝗虫必吞灭他们和他们的地业。
§5.8Σαλπίσατε σάλπιγγι ἐπὶ τοὺς βουνούς, ἠχήσατε ἐπὶ τῶν ὑψηλῶν, κηρύξατε ἐν τῷ οἴκῳ Ὡν, ἐξέστη Βενιαμείν,
你们当在冈上吹角,在高处吹喇叭,在伯亚温宣告:便雅悯哪,震颤吧!
§5.9Ἐφράιμ εἰς ἀφανισμὸν ἐγένετο ἐν ἡμέραις ἐλέγχου. ἐν ταῖς φυλαῖς τοῦ Ἰσραὴλ ἔδειξα πιστά·
在惩罚的日子,以法莲必变为荒场;在以色列众支派中,我已指示确定不移的事。
§5.10ἐγένοντο οἱ ἄρχοντες Ἰούδα ὡς μετατιθέντες ὅρια, ἐπ᾿ αὐτοὺς ἐκχεῶ ὡς ὕδωρ τὸ ὅρμημά μου.
犹大的首领如同挪移地界的人,我必将我的愤怒如水浇在他们身上。
§5.11κατεδυνάστευσεν Ἐφράιμ τὸν ἀντίδικον αὐτοῦ, κατεπάτησεν τὸ κρίμα, ὅτι ἤρξατο πορεύεσθαι ὀπίσω τῶν ματαίων.
以法莲欺压他的敌人,践踏公平,因为他定意随从虚无的偶像。
§5.12καὶ ἐγὼ ὡς ταραχὴ τῷ Ἐφράιμ. καὶ ὡς κέντρον τῷ οἴκῳ Ἰούδα.
因此,我向以法莲如暴乱,向犹大家如刺。
§5.13καὶ εἶδεν Ἐφράιμ τὴν νόσον αὐτοῦ, καὶ Ἰούδας τὴν ὀδύνην αὐτοῦ· καὶ ἐπορεύθη Ἐφράιμ πρὸς Ἀσσυρίους καὶ ἀπέστειλεν πρέσβεις πρὸς βασιλέα Ἰαρείμ· καὶ οὗτος οὐκ ἠδυνάσθη ἰάσασθαι ὑμᾶς, καὶ οὐ μὴ διαπαύσῃ ἐξ ὑμῶν ὀδύνη.
以法莲看见自己的病,犹大看见自己的伤,以法莲就往亚述去,差遣使者去见耶雷姆王;他却不能医治你们,不能除掉你们的伤痛。
§5.14διότι ἐγώ εἰμι ὡς πανθὴρ τῷ Ἐφράιμ, καὶ ὡς λέων τῷ οἴκῳ Ἰούδα· καὶ ἐγῶ ἁρπῶμαι καὶ πορεύσομαι καὶ λήμψομαι, καὶ οὐκ ἔσται ὁ ἐξαιρούμενος.
因为我向以法莲如豹,向犹大家如猛狮;我必撕裂,然后离去,我必夺去,无人能搭救。
§5.15πορεύσομαι καὶ ἐπιστρέψω εἰς τὸν τόπον μου, ἕως οὗ ἀφανισθῶσιν καὶ ζητήσουσιν τὸ πρόσωπόν μου.
我要回去,回到我的地方,直等他们被毁灭,寻求我的面。