Humanitext Reader

七十士译本 · 何西阿书 §4.1-4.19

针对以色列罪行与祭司失职的谴责

第 4 段,共 14 段 · 希腊语

内容简介

上帝指责以色列的不义、无知以及祭司的失职,宣告对他们偶像崇拜和淫乱行为的审判与惩罚。

§4.1Ἀκούσατε λόγον Κυρίου, υἱοὶ Ἰσραήλ, ὅτι κρίσις τῷ κυρίῳ πρὸς τοὺς κατοικοῦντας τὴν γῆν, διότι οὐκ ἔστιν ἀλήθεια οὐδὲ ἔλεος οὐδὲ ἐπίγνωσις θεοῦ ἐπὶ τῆς γῆς·
以色列人哪,你们当听耶和华的话! 因为耶和华与这地的居民争辩,在这地上无诚实,无慈爱,无人认识神。
§4.2ἀρὰ καὶ ψεῦδος καὶ φόνος καὶ κλοπὴ καὶ μοιχεία κέχυται ἐπὶ τῆς γῆς, καὶ αἵματα ἐφʼ αἵμασιν μίσγουσιν.
起誓、撒谎、杀人、偷盗、奸淫遍满地面,血接连着血。
§4.3διὰ τοῦτο πενθήσει ἡ γῆ, καὶ μικρυνθήσεται σὺν πᾶσιν τοῖς κατοικοῦσιν αὐτήν, σὺν τοῖς θηρίοις τοῦ ἀγροῦ καὶ σὺν τοῖς ἑρπετοῖς τῆς γῆς καὶ σὺν τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, καὶ οἱ ἰχθύες τῆς θαλάσσης ἐκλείψουσιν,
因此,这地悲哀,其上的居民、田野的走兽、地上的爬物、空中的飞鸟都必衰微,海里的鱼也必灭绝。
§4.4ὅπως μηδεὶς μήτε δικάζηται μήτε ἐλέγχῃ μηδείς.
然而,无人争辩,也无人指责。
ὁ δὲ λαός μου ὡς ἀντιλεγόμενος ἱερεύς,
因为我的民像那被争辩的祭司。
§4.5καὶ ἀσθενήσει ἡμέρας, καὶ ἀσθενήσει προφήτης μετὰ σοῦ· νυκτὶ ὡμοίωσα τὴν μητέρα σου,
你在白日必跌倒,先知也必在夜间与你一同跌倒;我必在夜间毁灭你的母亲。
§4.6ὡμοιώθη ὁ λαός μου ὡς οὐκ ἔχων γνῶσιν·
我的民因无知识而灭亡。
ὅτι σὺ ἐπίγνωσιν ἀπώσω, κἀγὼ ἀπώσομαι σέ τοῦ ἱερατεύειν μοι· καὶ ἐπελάθου νόμον θεοῦ σου, κἀγὼ ἐπιλήσομαι τέκνων σου.
你弃掉知识,我也必弃掉你,不使你作我的祭司;你既忘了你神的律法,我也必忘记你的儿女。
§4.7κατὰ τὸ πλῆθος αὐτῶν οὕτως ἥμαρτόν μοι· τὴν δόξαν αὐτῶν εἰς ἀτιμίαν θήσομαι,
他们因人多,就越发得罪我;我必把他们的荣耀变为羞辱。
§4.8ἁμαρτίας λαοῦ μου φάγονται, καὶ ἐν ταῖς ἀδικίαις αὐτῶν λήμψονται τὰς ψυχὰς αὐτῶν.
他们吃我民的罪,满心愿意我民行恶。
§4.9καὶ ἔσται καθὼς ὁ λαὸς οὕτως καὶ ὁ ἱερεύς, καὶ ἐκδικήσω ἐπʼ αὐτὸν τὰς ὁδοὺς αὐτοῦ, καὶ τὰ διαβούλια αὐτοῦ ἀνταποδώσω αὐτῷ.
将来民如何,祭司也必如何;我必惩罚他们的行为,照他们的计谋报应他们。
§4.10καὶ φάγονται καὶ οὐ μὴ ἐμπλησθῶσιν, ἐπόρνευσαν καὶ οὐ μὴ κατευθύνωσιν, διότι τὸν κύριον ἐγκατέλιπον τοῦ φυλάξαι πορνείαν.
他们吃,却不得饱;行淫,却不得立,因为他们离弃了耶和华,去行淫乱。
§4.11καὶ οἶνον καὶ μέθυσμα ἐδέξατο καρδία λαοῦ μου·
酒和新酒夺去了我民的心。
§4.12ἐν συμβόλοις ἐπηρώτων, καὶ ἐν ῥάβδοις αὐτοῦ ἀπήγγελλον αὐτῷ· πνεύματι πορνείας ἐπλανήθησαν καὶ ἐξεπόρνευσαν ἀπὸ τοῦ θεοῦ αὐτῶν.
他们求问木偶,用木杖指示他们;因为有淫妇的灵使他们失迷,他们就行淫离弃神。
§4.13ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων ἐθυσίαζον, καὶ ἐπὶ τοὺς βουνοὺς ἔθυον ὑποκάτω δρυὸς καὶ λεύκης καὶ δένδρου συσκιάζοντος, ὅτι καλὸν σκέπη.
他们在各山顶献祭,在各高冈上、橡树、杨树、栗树底下烧香,因为树影美好。
διὰ τοῦτο ἐκπορνεύσουσιν αἱ θυγατέρες ὑμῶν, καὶ αἱ νύμφαι ὑμῶν μοιχεύσουσιν·
所以,你们的女儿行淫,你们的媳妇行奸。
§4.14καὶ οὐ μὴ ἐπισκέψωμαι ἐπὶ τὰς θυγατέρας ὑμῶν ὅταν πορνεύωσιν, καὶ ἐπὶ τὰς νύμφας ὑμῶν ὅταν μοιχεύωσιν· ὅτι αὐτοὶ μετὰ τῶν πορνῶν συνεφύροντο, καὶ μετὰ τῶν τετελεσμένων ἔθυον, καὶ ὁ λαὸς ὁ συνίων συνεπλέκετο μετὰ πόρνης.
你们的女儿行淫,你们的媳妇行奸,我却不惩罚她们;因为男人们自己同娼妇到别处去,又同庙妓一同献祭。 这无知的民必与娼妇混杂。
§4.15σὺ δέ, Ἰσραήλ, μὴ ἀγνόει, καὶ Ἰούδα, μὴ εἰσπορεύεσθε εἰς Γάλγαλα, καὶ μὴ ἀναβαίνετε εἰς τὸν οἶκον Ὤν, καὶ μὴ ὀμνύετε ζῶντα Κύριον.
以色列啊,你不可无知;犹大啊,你们不可进入吉甲,不可上到伯亚温,也不可起誓说「永生的耶和华」。
§4.16διότι ὡς δάμαλις παροιστρῶσα παροίστρησεν Ἰσραήλ· νῦν νεμήσει αὐτοὺς Κύριος ὡς ἀμνὸν ἐν εὐρυχώρῳ.
因为以色列执拗,如同执拗的母牛;现在耶和华要放他们,如同放羊羔在宽阔之地吗?
§4.17μέτοχος εἰδώλων Ἐφράιμ ἔθηκεν ἑαυτῷ σκάνδαλα,
以法莲亲近偶像,他自设了绊脚石。
§4.18ᾑρέτισεν Χαναναίους· πορνεύοντες ἐξεπόρνευσαν, ἠγάπησαν ἀτιμίαν ἐκ φρυάγματος αὐτῆς.
他喜爱迦南人;他们尽行淫乱,因其骄傲而喜爱可耻的事。
§4.19συστροφὴ πνεύματος σὺ εἶ ἐν ταῖς πτέρυξιν αὐτῆς, καὶ καταισχυνθήσονται ἐκ τῶν θυσιαστηρίων αὐτῶν.
风把他们裹在翅膀里,他们必因自己的祭坛蒙羞。

词汇与语法注释

  1. §4.4ὡς ἀντιλεγόμενος ἱερεύς — 助词 ὡς 后面接被动现在分词 ἀντιλεγόμενος(被反驳、被争辩)和主格名词 ἱερεύς(祭司)。这反映了对希伯来语“如与祭司争辩之人”的翻译,字面意为“如同被争辩的祭司”。
  2. §4.5νυκτὶ ὡμοίωσα τὴν μητέρα σου — 动词 ὡμοίωσα(ὁμοιόω“使相似、等同”的直说法语气不定过去时主动语态单数第一人称)反映了七十人译本的翻译选择,将希伯来语词根 dāmāh(意为“毁灭、使静默”)翻译为同音的 dāmāh(意为“相似、如同”),在此语境中实际带有毁灭的意思。
  3. §4.10τοῦ φυλάξαι πορνείαν — 属格冠品 τοῦ 后接不定过去时主动不定式 φυλάξαι(源自 φυλάσσω“遵守、保持、坚守”)。这种属格不定式结构在此处表示目的或结果,意为“为了坚守(去行)淫乱”。

引用这一段

七十士译本, 何西阿书 §4.1-4.19. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0527.tlg036.humanitext-grc1:4.1-4.19

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。