§5.27τοῦ δὲ ἀποδεξαμένου καὶ καταπλαγέντος ἐπὶ τῇ ἀνόμῳ ἐξόδῳ, κατὰ πάντα ἀγνωσίᾳ κεκρατημένος ἐπυνθάνετο, ὅτι τὸ διασαφούμενον ἔτι αὐτῷ μετὰ σπουδῆς τετέλεσται.
然而,国王虽然接纳了他,却对这非法的出发感到惊愕;他完全处于一无所知的心态中,便询问向他汇报的、现在仍急忙完成的事情究竟是什么。
§5.28τοῦτο δὲ ἦν ἐνέργεια τοῦ πάντα δεσποτεύοντος θεοῦ, τῶν πρὶν αὐτῷ μεμηχανημένων λήθην κατὰ διάνοιαν ἐντεθεικότος.
这正是统治万有的神的作为,他将对先前所设谋之事的遗忘注入了国王的心思。
§5.29ὑπεδείκνυεν ὁ Ἕρμων καὶ πάντες οἱ φίλοι τὰ θηρία καὶ τὰς δυνάμεις Ἡτοίμασται, βασιλεῦ, κατὰ τὴν σὴν ἐκτενῆ πρόθεσιν.
赫尔蒙和所有的朋友指着野兽和军队说:“王啊,已按照您热切的意愿准备就绪。
§5.30ὁ δὲ ἐπὶ τοῖς ῥηθεῖσιν πληρωθεὶς βαρεῖ χόλῳ, διὰ τὸ περὶ τούτων προνοίᾳ θεοῦ διεσκεδάσθαι πᾶν αὐτοῦ νόημα, ἐνατενίσας μετὰ ἀπειλῆς εἶπεν §5.31Ὅσοι γονεῖς παρῆσαν ἢ παίδων γόνοι, τήνδε θηρσὶν ἀγρίοις ἐσκεύασαν δαψιλῆ θοίναν ἀντὶ τῶν ἀνεγκλήτων ἐμοὶ καὶ προγόνοις ἐμοῖς ἀποδεδιγμένων ὁλοσχερῆ βεβαίαν πίστιν ἐξόχως Ἰουδαίων.
” 国王听到这些话,便充满沉重的愤怒,因为因着神的保佑,他关于这些事的所有心思已被驱散;他带着威胁注视着他们说道: “若是亲辈或子嗣在此,他们本该为野兽准备这场丰盛的宴席,而不是那些对我及我先祖表现出格外完整且坚定忠诚、无可指责的犹太人!
§5.32καίπερ εἰ μὴ διὰ τὴν τῆς συστροφίας στοργὴν καὶ τῆς χρείας, τὸ ζῇν ἀντὶ τούτων ἐστερήθης.
” “然而,若非因着共同结党的情谊与你的实用价值,被夺去生命的本该是你,而非他们。
§5.33οὕτως ὁ Ἕρμων ἀπροσδόκητον ἐπικίνδυνον ὑπήνεγκεν ἀπειλήν· καὶ τῇ ὁράσει καὶ τῷ προσώπῳ συνεστάλη.
” 赫尔蒙就这样承受了出乎意料且极具危险的威胁,他的眼神和脸色都僵住了。
§5.34ὁ καθʼ εἷς δὲ τῶν φίλων σκυθρωπῶς ὑπεκρέων, τοὺς συνηθροισμένους ἀπέλυσαν ἕκαστον ἐπὶ τὴν ἰδίαν ἀσχολίαν.
友人们也一个个面色阴郁地溜走,让聚集起来的民众各自散去处理自己的事务。
§5.35οἵ τε Ἰουδαῖοι τὰ παρὰ τοῦ βασιλέως ἀκούσαντες, τὸν ἐπιφανῆ θεὸν Κύριον, βασιλέα τῶν βασιλευόντων, ᾔνουν, καὶ τῆσδε τῆς βοηθείας αὐτοῦ τετευχότες.
犹太人听到国王所说的话,便赞美那显现的神、主,即万王之王,因为他们又得到了他的这番帮助。
§5.36Κατὰ δὲ τοὺς αὐτοὺς νόμους ὁ βασιλεὺς συστησάμενος πᾶν τὸ συμπόσιον, εἰς εὐφροσύνην τραπῆναι παρεκάλει.
国王照着同样的惯例,再次整顿好所有的宴席,劝大家转向欢乐。
§5.37τὸν δὲ Ἕρμωνα προσκαλεσάμενος μετὰ ἀπειλῆς εἶπεν Ποσάκις δὲ δεῖ σοι περὶ τούτων αὐτῶν σοι προστάττειν, ἀθλιώτατε;
他召见赫尔蒙,带着威胁说:“你这最可怜的人,关于这同样的事,我究竟还要吩咐你多少次?
§5.38τοὺς ἐλέφαντας ἔτι καὶ νῦν καθόπλισον εἰς τὴν αὕριον ἐπὶ τὸν τῶν Ἰουδαίων ἀφανισμόν.
” “就在此时,再次为了明日消灭犹太人而武装大象。
§5.39οἱ δὲ συνανακείμενοι συγγενεῖς τὴν ἀσταθῆ διάνοιαν αὐτοῦ θαυμάζοντες, προεφέροντο τάδε
” 与他同席的亲属们对他那反复无常的心思感到惊异,便陈述如下: “王啊,您还要试探我们到几时呢?
§5.40Βασιλεῦ, μέχρι τίνος ὣς ἡμᾶς διαπειράζεις, προστάσσων ἤδη τρίτον αὐτοὺς ἀφανίσαι, καὶ πάλιν ἐπὶ τῶν πραγμάτων ἐκ μεταβολῆς ἀναλύων τὰ σοὶ δεδογμένα;
这已经是第三次下令消灭他们,随后又在事情临头时改变心意,撤回您已决定的事?
§5.41ὧν χάριν ἡ πόλις διὰ τὴν προσδοκίαν ὀχλεῖ· καὶ πληθύουσα συστροφαῖς ἤδη καὶ κινδυνεύει πολλάκις διαρπασθῆναι.
” “因此,全城因着期待而骚动不安;如今聚集了众多人群,甚至屡次面临被劫掠的危险。
§5.42Ὅθευ ὁ κατὰ πάντα Φάλαρις βασιλεὺς ἐνπληθυνθεὶς ἀλογιστίας, καὶ τὰς γινομένας πρὸς ἐπισκοπὴν τῶν Ἰουδαίων ἐν αὐτῷ μεταβολὰς τῆς ψυχῆς παρʼ οὐδὲν ἡγούμενος, ἀτελέστατον βεβαίως ὅρκον ὁρισάμενος τούτους μὲν ἀνυπερθέτως πέμψειν εἰς ᾅδην ἐν γόνασιν καὶ ποσὶν θηρίων ᾐκισμένους, §5.43ἐπιστρατεύσαντα δὲ ἐπὶ τὴν Ἰουδαίαν, ἰσόπεδον πυρὶ καὶ δόρατι στήσεσθαι διὰ τάχους, καὶ τὸν ἄβατον ἡμῖν αὐτῶν ναὸν πυρὶ πρήν ἐν τάχει τῶν συντελούντων ἐκεῖ θυσίαν εἰς τὸν ἅπαντα χρόνον καταστήσειν.
” 于是,在凡事上如同法拉里斯一样的国王,心中充满了愚妄,对自己心中生出的保护犹太人的心意变化不屑一顾,立下了一个绝不更改的誓言,要毫不拖延地将他们踩在野兽的膝下和足底,备受折磨地送入阴间;并将出兵犹地亚,迅速用烈火和长枪将其夷为平地,速速用火烧毁对我们而言无法进入的他们的圣殿,使在那里献祭的人永远断绝。
§5.44τότε περιχαρεῖς ἀναλύσαντες οἱ φίλοι καὶ συγγενεῖς μετὰ πίστεως, διέτασσον τὰς δυνάμεις ἐπὶ τοὺς εὐκαιροτάτους τόπους τῆς πόλεως πρὸς τὴν τήρησιν.
于是,友人和亲属们怀着信心极其喜悦地散去,将军队部署在城中最为便利的地点进行警戒。
§5.45ὁ δὲ ἐλεφαντάρχης τὰ θηρία σχεδόν, ὡς εἶπεν, εἰς κατάστεμα μανιῶδες ἀγιοχὼς εὐωδεστάτοις πόμασιν οἴνῳ λελιβανωμένῳ, φοβερῶς κεκοσμημένα κατασκευαῖς, §5.46περὶ τὴν ἕω, τῆς πόλεως ἤδη πλήθεσιν ἀναριθμήτοις κατὰ τοῦ ἱπποδρόμου καταμεμεστωμένης, εἰσελθὼν εἰς τὴν αὐλὴν ἐπὶ τὸ προκείμενον ὤτρυνε τὸν βασιλέα.
而看管大象的人,正如他所说,用掺了乳香的极芬香的酒,将这些野兽引到了近乎疯狂的状态,并用装备将它们装扮得十分可怕,将近黎明时分,当全城无数的人群已将竞技场挤满,他进入朝廷,催促国王去完成眼前的差事。
§5.47ὁ δὲ ὀργῇ βαρείᾳ γεμίσας δυσσεβῆ φρένα, παντὶ τῷ βάρει σὺν τοῖς θηρίοις ἐξώρμησε, βουλόμενος ἀτρώτῳ καρδίᾳ καὶ κόραις ὀφθαλμῶν θεάσασθαι τὴν ἐπίπονον καὶ ταλαίπωρον τῶν προσεσημαμμένων καταστροφήν.
国王那不敬虔的心中充满了沉重的愤怒,便率领全部重兵与野兽一同出发,渴望用无情的心和自己的双眼,去观看那些被指定之人的痛苦而悲惨的毁灭。
§5.48ὡς δὲ τῶν ἐλεφάντων ἐξιόντων ἐπὶ πύλην, καὶ τῆς ἑπομένης ἐνόπλου δυνάμεως τῆς τε τοῦ πλήθους πορίας κονιορτὸν ἰδόντες, καὶ βαρυηχῆ θόρυβον ἀκούσαντες οἱ Ἰουδαῖοι, §5.49ὑστάτην βίου ῥοπὴν αὐτοῖς ἐκείνην δόξαντες εἶναι τὸ τέλος τῆς ἀθλιωτάτης προσδοκίας, εἰς οἶκτον καὶ γόους τραπέντες, κατεφίλουν ἀλλήλους, περιπλεκόμενοι τοῖς συγγενέσιν, ἐπὶ τοὺς τραχήλους ἐπιπίπτοντες, γονεῖς παισὶν καὶ μητέρες νεάνισιν· ἕτεραι δὲ νεογνὰ πρὸς μαστοὺς ἔχουσαι βρέφη τελευταῖον ἕλκοντα γάλα.
而当犹太人看到大象从城门出来,随行的武装军队以及人群行进时的尘土,并听到低沉隆隆的喧嚷声时,他们认为那一刻便是他们生命的最后一刻,也是那最悲惨预期的终局,于是转向哀怨和痛哭,彼此亲吻,与亲属拥抱,伏在彼此的颈项上,父母抱住孩子,母亲抱住少女;另一些人则把刚出生的婴儿抱在怀里,吮吸着最后的母乳。
§5.50οὐ μὴν δὲ ἀλλὰ καὶ τὰς ἔμπροσθεν αὐτῶν γεγενημένας ἀντιλήμψεις ἐξ οὐρανοῦ συνιδόντες, πρηνεῖς ὁμοθυμαδὸν ῥίψαντες ἑαυτούς, καὶ τὰ νήπια χωρίσαντες τῶν μαστῶν, §5.51ἀνεβόησαν φωνῇ μεγάλῃ σφόδρα, τὸν τῆς ἁπάσης δυνάστην ἱκετεύοντες, οἰκτεῖραι μετὰ ἐπιφανείας αὐτοὺς ἤδη πρὸς πύλαις ᾅδου καθεστῶτας.
尽管如此,他们也回想起从前上天给予他们的援助,便同心合意地俯伏在地,把婴孩从乳房旁移开,极其大声地呼喊,恳求万能的主宰显现,怜悯他们这些已然站在阴间门口的人。