§4.1Πάντη δὲ ὅπου προσέπιπτεν τοῦτο τὸ πρόσταγμα, δημοτελὴς συνίστατο τοῖς ἔθνεσιν οὖν εὐωχία μετὰ ἀλαλαγμῶν καὶ χαρᾶς, ὡς ἂν τῆς προκατεσκιρωμένης αὐτοῖς πάλαι κατὰ διάνοιαν, μετὰ παρv νῦν ἐκφαινομένης ἀπεχθείας.
这一敕令送达的每一个地方,在外邦人当中都举行了伴随着欢呼和喜悦的公设宴席,仿佛 ¦p.717 他们心中早已凝固的敌意,如今终于公然显露了出来。
§4.2τοῖς δὲ Ἰουδαίοις ἄλεκτον πένθος ἦν καὶ πανόδυρτος μετὰ δακρύων βοή, στεναγμοῖς πεπυρωμένης πάντοθεν αὐτῶν τῆς καρδίας, ὀλοφυρομένων τὴν ἀπροσδόκητον ἐξαίφνης αὐτοῖς ἐπικριθεῖσαν ὀλεθρίαν.
然而,犹太人却陷入了无法言表的哀悼,伴随着泪水发出痛切的哀号,他们的内心因来自各方的呻吟而如火焚烧,痛哭着那突然向他们宣告的、出乎意料的毁灭。
§4.3τίς νομὸς ἢ πόλις, ἢ τίς τὸ σύνολον οἴκτιστος τόπος, ἢ τίνες ἀγυιαὶ κοπετοῦ καὶ γόων ἐπʼ αὐτοῖς οὐκ ἐνεπιπλῶντο;
哪一个县、哪一个城市,或者说究竟有什么悲惨的地方,又有什么街道,没有塞满为他们而发的捶胸痛哭和哀鸣呢?
§4.4οὕτως γὰρ μετὰ πικρίας ἀνοίκτου ψυχῆς ὑπὸ τῶν κατὰ πόλιν στρατηγῶν ὁμοθυμαδὸν ἐξαπεστέλλοντο, ὥστε ἐπὶ ταῖς ἐξάλλοις τιμωρίαις καί τινας τῶν ἐχθρῶν λαμβάνοντας πρὸ τῶν ὀφθαλμῶν τὸν κοινὸν ἔλεον, καὶ λογιζομένους τὴν ἄδηλον τοῦ βίου καταστροφήν, δακρύειν αὐτῶν τὴν δυσάθλιον ἐξαποστολήν.
因为他们被各城的将领们以毫无怜悯的冷酷心态一齐押送,以至于面对这非同寻常的惩罚,甚至连仇敌中的某些人,眼中也浮现出人道之同情,并考虑到人生结局的变幻莫测,而为他们惨痛的流放落泪。
§4.5ἤγετο γὰρ γέρων πλήρης πολιᾶς πεπυκασμένος τὴν ἐκ τοῦ γήρως νωθρότητα ποδῶν ἐπικύφων, ἀνατροπῆς ὁρμῇ βιαίας, ἁπάσης αἰδοῦς ἄνευ πρὸς ὀξείαν καταχρώμενος πορείαν.
因为一个满头白发、因年迈而双脚迟缓且弯腰驼背的老人,在强行驱逐的势头下,毫无尊严地被逼着快步前行。
§4.6αἱ δὲ ἄρτι πρὸς βίου κοινωνίαν γαμικὸν ὑπεληλυθυῖαι παστὸν νεάνιδες ἀντὶ τέρψεως μεταλαβοῦσαι γόους, καὶ κόνει τὴν μυροβρεχῆ πεφυρμέναι κόμην, ἀκαλύπτως δὲ ἀγόμεναι, θρῆνον ἀνθʼ ὑμεναίων ὁμοθυμαδὸν ἐξῆρχον, ὡς ἐσπαραγμέναι σκύμνοις ἀλλοεθνέσιν· §4.7δέσμιαι δὲ δημοσίᾳ μέχρι τῆς εἰς τὸ πλοῖον ἐμβολῆς εἵλκοντο μετὰ βίας.
那些为了共度一生而刚刚进入婚礼新房的年轻女子,得到的不是喜悦而是哀号,她们那浸透香油的秀发蒙上灰尘,揭去面纱被带走,一同起头唱起哀歌代替婚礼之歌,仿佛被异族野兽的幼崽们撕碎了一般;她们在公众面前被捆绑着,被强行拖拽着,直到被送上船。
§4.8οἱ δὲ τούτων συνζυγεῖς βρόχους ἀντὶ στεφέων τοὺς αὐχένας περιπεπλεγμένοι μετὰ ἀκμαίας νεανικῆς ἡλικίας, ἀντὶ εὐωχίας καὶ νεωτερικῆς ῥᾳθυμίας τὰς ἐπιλοίπους τῶν γάμων ἡμέρας ἐν θρήνοις διῆγον, παρὰ πόδας ἤδη τὸν ᾅδην ὁρῶντες κείμενον.
她们的丈夫们正值年轻力壮的黄金年华,脖子上却套着绳索代替花冠,他们不用宴乐和年轻人的闲适来度过婚礼的余日,反而在哀哭中度日,眼见阴间已横在脚下。
§4.9κατήχθησαν δὲ θηρίων τρόπον ἀγόμενοι σιδηροδέσμοις ἀνάγκαις·
他们像野兽一样,在铁链的强迫下被带下。
οἱ μὲν τοῖς ζυγοῖς τῶν πλοίων προσηλωμένοι τοὺς τραχήλους, οἱ δὲ τοὺς πόδας ἀρρήκτοις κατησφαλισμένοι πέδαις, §4.10ἔτι καὶ τῷ καθύπερθε πυκνῷ σανιδώματι διακειμένῳ, ὅπως πάντοθεν ἐσκοτισμένοι τοὺς ὀφθαλμούς, ἀγωγὴν ἐπιβούλων ἐν παντὶ τῷ κατάπλῳ λαμβάνωσιν.
有些人脖子被固定在船舱的横木上,有些人双脚被无法挣脱的脚镣牢牢锁住,更有厚厚的木板严密地盖在他们上方,使他们双眼在各处都陷入黑暗,在整个航程中遭受对待叛国者般的待遇。
§4.11Τούτων δὲ ἐπὶ τὴν λεγομένην Σχεδίαν ἀχθέντων, καὶ τοῦ παράπλου περανθέντος, καθὼς ἦν δεδογματισμένον τῷ βασιλεῖ, προσέταξεν αὐτοὺς ἐν τῷ πρὸ τῆς πόλεως ἱπποδρόμῳ παρεμβαλεῖν ἀπλάτῳ καθεστῶτι περιμέτρῳ, καὶ πρὸς παραδιγματισμὸν ἄγαν εὐκαιροτάτῳ καθεστῶτι πᾶσι τοῖς καταπορευομένοις εἰς τὴν πόλιν, καὶ τοῖς ἐκ τούτων εἰς τὴν χώραν στελλομένοις πρὸς ἐκδημίαν· πρὸς τὸ μηδὲ ταῖς δυνάμεσιν αὐτοῦ κοινωνεῖν μηδὲ τὸ σύνολον καταξιῶσαι περιβόλῳ.
当这些人被带到名为斯克迪亚的地方、航程结束时, ¦p.718 正如国王所决定的一样,他下令将他们安置在城前的赛马场,该赛马场周长极广,对于向所有进城的人以及那些从城里出发去外地的人展示警戒而言,是极佳的适宜场所;这样做是为了不让他们与他的军队有任何接触,也完全不配进入城墙之内。
§4.12ὡς δὲ τοῦτο ἐγενήθη, ἀκούσας τοὺς ἐκ τῆς πόλεως ὁμοεθνεῖς κρυβῇ ἐκπορευομένους πυκνότερον ἀποδύρεσθαι τὴν ἀκλεῆ τῶν ἀδελφῶν ταλαιπωρίαν, §4.13διοργισθεὶς προσέταξεν καὶ τούτοις ὁμοῦ τὸν αὐτὸν τρόπον ἐπιμελῶς ὡς ἐκείνοις ποιῆσαι, μὴ λειπομένοις κατὰ μηδένα τρόπον τῆς ἐκείνων τιμωρίας· §4.14ἀπογραφῆναι δὲ πᾶν τὸ φῦλον ἐξ ὀνόματος, οὐκ εἰς τὴν ἔμπροσθεν βραχεῖ προδεδηλωμένην τῶν ἔργων κατὰ τρόπον λατρείαν, στρεβλωθέντας δὲ παρηγγελμέναις αἰκίαις τὸ τέλος ἀφανίσαι μιᾶς ὑπὸ καιρὸν ἡμέρας.
当此事发生后,国王听说城里的同胞暗中出城,频繁地为他们弟兄的不名誉苦难而痛哭,他勃然大怒,下令对这些人也必须用与先前那些人完全相同的方式严加处置,使他们在任何方面都不免于那些人的惩罚;并将整个民族指名道姓地登记下来,不是为了不久前简短说明的那种劳役,而是为了在被宣示的酷刑折磨之后,在同一天之内彻底消灭他们。
§4.15ἐγίνετο μὲν οὖν ἡ τούτων ἀπογραφὴ μετὰ πικρᾶς σπουδῆς καὶ φιλοτίμου προσεδρίας ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν, ἀνήνυτον λαμβάνουσα τὸ τέλος ἐπὶ ἡμέρας τεσσεράκοντα.
于是,对他们的登记工作从日出到日落、以残酷的热情和执着的专注进行着,持续了四十天也未能完成。
§4.16Μεγάλως δὲ καὶ διηνεκῶς ὁ βασιλεὺς χαρᾷ πεπληρωμένος, συμπόσια ἐπὶ πάντων τῶν εἰδώλων συνιστάμενος, πεπληρωμένῃ πόρρω τῆς ἀληθείας φρενὶ καὶ βεβήλῳ στόματι, κωφὰ καὶ μὴ δυνάμενα αὐτοῖς λαλεῖν ἢ ἀρήγειν ἐπαινῶν, εἰς δὲ τὰ μὴ καθήκοντα λαλῶν.
国王极大且持续地沉浸在喜悦中,在所有偶像面前举行宴会,他以远离真理的心和不洁的口,赞美那些既不能说话也不能帮助他们的聋哑之物,并说出极其不体面的话。
§4.17μετὰ δὲ τὸ προειρημένον τοῦ χρόνου διάστημα προηνέγκαντο οἱ γραμματεῖς τῷ βασιλεῖ, μηκέτι ἰσχύειν τὴν τῶν Ἰουδαίων ἀπογραφὴν ποιεῖσθαι διὰ τὴν ἀμέτρητον αὐτῶν πληθύν· §4.18καίπερ ὄντων ἔτι κατὰ τὴν χώραν τῶν πλειόνων, τῶν μὲν κατὰ τὰς οἰκίας ἔτι συνεστηκότων, τῶν δὲ καὶ κατὰ τὸν τόπον, ὡς ἀδυνάτου καθεστῶτος πᾶσιν τοῖς ἐπʼ Αἴγυπτον στρατηγοῖς.
在前述的时间过后,书吏们向国王报告说,由于犹太人的人数极其庞大,他们已无法再继续进行登记;尽管大多数人仍在乡间,有些人仍留在自己家里,有些人仍留在当地,致使对所有在埃及的将领而言,登记已经成了不可能的事。
§4.19ἀπειλήσαντος δὲ αὐτοῖς σκληρότερον, ὡς δεδωροκοπημένοις εἰς μηχανὴν τῆς ἐκφυγῆς, συνέβη σαφῶς αὐτὸν περὶ τούτου πιστωθῆναι, §4.20λεγόντων μετὰ ἀποδείξεως καὶ τὴν χαρτηρίαν ἤδη καὶ τοὺς γραφικοὺς καλάμους, ἐν οἷς ἐχρῶντο, ἐκλελοιπέναι.
当国王更加严厉地威胁他们、指控他们为了策划逃跑而收受贿赂时,他果然对这件事得到了明确的证实,因为他们出示证据说明,连他们所使用的纸张和书写用芦苇笔都已经用尽了。
§4.21τοῦτο δὲ ἦν ἐνέργεια τῆς τοῦ βοηθοῦντος τοῖς Ἰουδαίοις ἐξ οὐρανοῦ προνοίας ἀνικήτου.
这正是 ¦p.719 那自天国帮助犹太人的、不可战胜之摄理的作工。