§8.1Ὅτε δὲ συνετέλεσαν δειπνοῦντες, εἰσήγαγον Τωβείαν πρὸς αὐτήν.
他们吃过晚饭,就带托比亚去她那里。
§8.2ὁ δὲ πορευομενος ἐμνήσθη τῶν λόγων Ῥαφαήλ, καὶ ἔλαβεν τὴν τέφραν τῶν θυμιαμάτων καὶ ἐπέθηκεν τὴν καρδίαν τοῦ ἰχθύος καὶ τὸ ἦπαρ, καὶ ἐκάπνισεν.
他在去的路上想起了拉斐尔的话,就拿了香灰,把鱼的心和肝放在上面,熏起烟来。
§8.3ὅτε δὲ ὠσφράνθη τὸ δαιμόνιον τῆς ὀσμῆς, ἔφυγεν εἰς τὰ ἀνώτατα Αἰγύπτου, καὶ ἔδησεν αὐτὸ ὁ ἄγγελος.
恶魔一闻到那气味,就逃走到埃及的最远端,天使便把他捆绑起来。
§8.4ὡς δὲ συνεκλείσθησαν ἀμφότεροι, ἀνέστη Τωβείας ἀπὸ τῆς κλίνης καὶ εἶπεν Ἀνάστηθι, ἀδελφή, καὶ προσευξώμεθα ἴνα ἡμᾶς ἐλεήσῃ ὁ κύριος.
当两人都被关在房里时,托比亚从床上起来,对她说:“姊妹,起来吧,让我们祈祷,求主怜悯我们。
§8.5καὶ ἤρξατο Τωβίας λέγειν Εὐλογητὸς εἶ ὁ θεὸς τῶν πατέρων ἡμῶν, καὶ εὐλογητὸν τὸ ὄνομά σου τὸ ἅγιον καὶ ἔνδοξον εἰς τοὺς αἰῶνας· εὐλογησάτωσάν σε οἱ οὐρανοὶ καὶ πᾶσαι αἱ κτίσεις σου.
” 托比亚开始说:“我们祖先的神啊,你是应当受赞美的,你圣洁和荣耀的名也是永远应当受赞美的;愿诸天和你的所有受造物都赞美你。
§8.6σὺ ἐποίησας Ἀδάμ, καὶ ἔδωκας αὐτῷ βοηθὸν Εὕαν στήριγμα τὴν γυναῖκα αὐτοῦ· ἐκ τούτων ἐγενήθη τὸ ἀνθρώπων, σπέρμα.
你造了亚当,又赐给他妻子夏娃作他的帮手和支柱;人类的后裔就是由他们而生的。
σὺ εἶπας Οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον, ποιήσωμεν αὐτῷ βοηθὸν ὅμοιον αὐτῷ.
你曾说:‘那人独居不好,我们要为他造一个配偶作帮手。
§8.7καὶ νῦν, Κύριε, οὐ διὰ πορνείαν ἐγὼ λαμβάνω τὴν ἀδελφὴν μου ταύτην, ἀλλ᾿ ἐπ᾿ ἀληθείας·
’ 主啊,现在我娶我这位姊妹,并非出于淫欲,而是出于真诚。
ἐπίταξον ἐλεῆσαί με καὶ αὐτῇ συνκαταγηρᾶσαι.
求你降恩,怜悯我,让我和她一起白头偕老。
§8.8καὶ εἶπεν μετʼ αὐτοῦ Ἀμήν.
” 于是她同他一起说:“阿们。
§8.9καὶ ἐκοιμήθησαν ἀμφότεροιτὴν νύκτα.
” 这一夜他们两人都睡着了。
(¹¹)Καὶ ἀναστὰς Ῥαγουὴλ ἐπορεύθη καὶ ὤρυξεν τάφον, §8.10λέγων Μὴ καὶ οὗτος ἀποθάνῃ.
(11)拉古埃尔起来,去挖了一个坟墓,他说:“免得这个人也死了。
§8.11καὶ ἦλθεν Ῥαγουὴλ εἰς τὴν οἰκίαν ἑαυτοῦ, §8.12καὶ εἶπεν Ἔδνᾳ τῇ γυναικὶ αὐτοῦ (¹⁴)Ἀπόστειλον μίαν τῶν παιδισκῶν, καὶ εἰδέτωσαν εἰ ζῇ·
” 随后,拉古埃尔回到自己的屋里,对妻子埃德娜说:(14)“派一个女仆去,看看他是否还活着。
εἰ δὲ μή, ἵνα θάψωμεν αὐτὸν καὶ μηδεὶς γνῷ.
如果死了,我们就把他埋葬,免得有人知道。
§8.13καὶ εἰσῆλθεν ἡ παιδίσκη ἀνοἰξασα τὴν θύραν. καὶ εὗρεν τοὺς δύο καθεύδοντας.
” 女仆打开门走了进去,发现他们两人都睡着了。
§8.14καὶ ἐξελθοῦσα ἀπήγγειλεν αὐτοῖς ὅτι ζῇ.
于是她出来,告诉他们他还活着。
§8.15Καὶ εὐλόγησεν Ῥαγουὴλ τὸν θεὸν λέγων Εὐλογητὸς εἶ σὺ ὁ θεὸς ἐν πάσῃ εὐλογίᾳ·
拉古埃尔便赞美神说:“神啊,你在一切祝福中是应当受赞美的。
καὶ εὐλογείτωσάν σε οἱ ἅγιοί σου καὶ πᾶσαι αἱ κτίσεις σου, πάντες οἱ ἄγγελοί σου καὶ οἱ ἐκλεκτοί σου εὐλογείτωσάν σε εἰς τοὺς αἰῶνας.
愿你的圣徒和你的所有受造物都赞美你,愿你的所有天使和你的选民永远赞美你。
§8.16εὐλογητὸς εἶ ὅτι ηὔφρανάς με, καὶ οὐκ ἐγένετό μοι καθὼς ὑπενόουν, (18)ἀλλὰ κατὰ τὸ πολὺ ἔλεός σου ἐποίησας μεθʼ ἡμῶν.
你是应当受赞美的,因为你使我快乐,事情并没有像我所料想的那样发生,(18)而是你照着你极大的怜悯待了我们。
§8.17εὐλογητὸς εἶ ὅτι ἠλέησας δύο μονογενεῖς·
你是应当受赞美的,因为你怜悯了这两个独生子女。
ποίησον αὐτοῖς, δέσποτα, ἔλεος, συντέλεσον τὴν ζωὴν αὐτῶν ἐν ὑγείᾳ μετὰ εὐφροσύνης καὶ ἐλέους.
主啊,求你对他们施恩,使他们在健康、喜乐和怜悯中度完他们的一生。
§8.18ἐκελευσεν δὲ τοῖς οἰκέταις χῶσαι τὸν τάφον.
” 于是他命令仆人把坟墓填平。
§8.19Καὶ ἐποίησεν αὐτοῖς γάμον ἡμερῶν δέκα τεσσάρων.
于是他为他们办了十四天的婚宴。
§8.20καὶ εἶπεν αὐτῷ Ῥαγουὴλ πρὶν ἢ συντελεσθῆναι τὰς ἡμέρας τοῦ γάμου ἐνόρκως, μὴ ἐξελθεῖν αὐτὸν ἐὰν μὴ πληρωθῶσιν αἱ δέκα τέσσαρες ἡμέραι τοῦ γάμου,
在婚宴的日子结束之前,拉古埃尔起誓对他说,在婚宴的十四天期满之前,他绝不可离去。
§8.21καὶ τότε λαβόντα τὸ ἥμισυ τῶν ὑπαρχόντων αὐτοῦ πορεύεσθαι μετὰ ὑγείας πρὸς τὸν πατέρα· καὶ τὰ λοιπὰ ὅταν ἀποθάνω καὶ ἡ γυνή μου.
届时他要带上他财产的一半,平平安安地回到父亲那里;其余的财产,等我和我妻子去世后也归他们。