Humanitext Reader

七十士译本 · 多比传 §6.1-6.18

捕获大鱼与娶萨拉为妻的劝告

第 6 段,共 14 段 · 希腊语

内容简介

托比亚与拉斐尔在旅途中捕获一条大鱼,并留其内脏作为药用。拉斐尔建议托比亚娶其亲戚的女儿萨拉,但托比亚因惧怕缠绕她的恶魔而感到犹豫。

§6.1καὶ ἐπαύσατο κλαίουσα.
于是她便不再哭泣。
§6.2Οἱ δὲ πορευόμενοι τὴν ὁδὸν ἦλθον ἑσπέρας ἐπὶ τὸν Τίγριν ποταμόν, καὶ ηὐλίζοντο ἐκεῖ
两人继续在旅途中前行,黄昏时来到了底格里斯河,并在那里过夜。
§6.3τὸ δὲ παιδάριον κατέβη περικλύσασθαι, καὶ ἀνεπήδησεν ἰχθὺς ἀπὸ τοῦ ποταμοῦ καὶ ἐβουλήθη καταπεῖν τὸ παιδάριον.
那青年下到河里去洗身,有一条大鱼从河里跃出,企图吞下这青年。
§6.4ὁ δὲ ἄγγελος εἶπεν αὐτῷ Ἐπιλαβοῦ τοῦ ἰχθύος·
天使对他说:“抓住这条鱼。
καὶ ἐκράτησεν τὸν ἰχθὺν τὸ παιδάριον, καὶ ἀνέβαλεν αὐτὸν ἐπὶ τὴν γῆν.
”那青年便抓住了鱼,把它拖到了岸上。
§6.5καὶ εἶπεν αὐτῷ ὁ ἄγγελος Ἀνάτεμε τὸν ἰχθύν, καὶ λαβὼν τὴν καρδίαν καὶ τὸ ἧπαρ καὶ τὴν χολὴν θὲς ἀσφαλῶς.
天使对他说:“把这鱼剖开,将它的心、肝、胆取出,妥善保存起来。
§6.6καὶ ἐποίησεν τὸ παιδάριον ὡς εἶπεν αὐτῷ ὁ ἄγγελος, τὸν δὲ ἰχθὺν ὀπτήσαντες ἔφαγον·
” 青年便照着天使吩咐他的去做了。
καὶ ὥδευον ἀμφότεροι ἕως ἤγγισαν ἐν Ἐκβατάνοις.
他们把鱼烤了吃,然后两人继续前行,直到临近了厄克巴塔纳。
§6.7καὶ εἶπεν τὸ παιδάριον τῷ ἀγγέλῳ Ἀζαρία ἀδελφέ, τί ἐστιν τὸ ἧπαρ καὶ ἡ καρδία καὶ ἡ χολὴ τοῦ ἰχθύος;
青年对天使说:“兄弟亚扎里亚,这鱼的肝、心和胆有什么用呢?
§6.8καὶ εἶπεν αὐτῷ Ἡ καρδία καὶ τὸ ἧπαρ, ἐάν τινα ὀχλῇ δαιμόνιον ἢ πνεῦμα πονηρόν·
” 天使对他说:“至于心和肝,如果有什么恶魔或邪灵折磨人,只要在受折磨的男女面前用这些熏一熏,他们就再也不会受折磨了。
ταῦτα δὲ καπνίσαι ἐνώπιον ἀνθρώπου ἢ γυναικός, καὶ οὐ μηκέτι ὀχληθῇ. §6.9ἡ δὲ χολὴ ἐνχρῖσαι ἄνθρωπον ὃς ἔχει λευκώματα ἐν τοῖς ὀφθαλμοῖς, καὶ ἰαθήσεται.
至于胆,可以抹在眼睛里有白翳的人身上,他就会痊愈。
§6.10Ὡς δὲ προσήγγισαν τῇ Ῥάγῃ, §6.11εἶπεν ὁ ἄγγελος τῷ παιδαρίῳ Ἀδελφέ, σήμερον αὐλισθησόμεθα παρὰ Ῥαγουηλῷ·
” 当他们接近拉格斯时,天使对青年说:“兄弟,今天我们要住在拉古埃尔家里。
καὶ αὐτὸς συγγενής σού ἐστιν, καὶ ἔστιν αὐτῷ θυγάτηρ ὀνόματι Σάρρα.
他是你的亲戚,他有一个女儿名叫萨拉。
§6.12λαλήσω περὶ αὐτῆς τοῦ δοθῆναί σοι αὐτὴν εἰς γυναῖκα, ὅτι σοὶ ἐπιβάλλει ἡ κληρονομία αὐτῆς, καὶ σὺ μόνος εἶ ἐκ τοῦ γένους αὐτῆς· καὶ τὸ κοράσιον καλὸν καὶ φρόνιμόν ἐστιν.
我要提议把她给你作妻子,因为她的产业理应归你,而且你在她的族人中是唯一的继承人;况且这姑娘长得美丽,又很贤慧。
§6.13καὶ νῦν ἄκουσόν μου καὶ λαλήσω τῷ πατρὶ αὐτῆς, καὶ ὅταν ὑποστρέψαμεν ἐκ Ῥάγων, ποιήσωμεν τὸν γάμον.
如今你听我的话,我会去和她的父亲谈。 等我们从拉格斯回来时,就为你们办婚礼。
διότι ἐπίσταμαι Ῥαγουὴλ ὅτι οὐ μὴ δῷ αὐτὴν. ἀνδρὶ ἑτέρῳ κατὰ τὸν νόμον Μωυσῆ, ἢ ὀφειλέσει θάνατον, ὅτι τὴν κληρονομίαν σοὶ καθήκει λαβεῖν ἢ πάντα ἄνθρωπον.
因为我知道,如果拉古埃尔按照摩西的律法将她许配给别的男人,他就要被处死,因为相较于其他人,这产业理应由你来承接。
§6.14τότε εἶπεν τὸ παιδάριον τῷ ἀγγέλῳ Ἀζαρία ἀδελφέ, ἀκήκοα ἐγὼ τὸ κοράσιον δεδόσθαι ἑπτὰ ἀνδράσιν, καὶ πάντας ἐν τῷ νυμφῶνι ἀπολωλότας.
” 那时青年对天使说:“兄弟亚扎里亚,我听说这姑娘曾被许配给七个男人,但他们都在新房里死去了。
§6.15καὶ νῦν ἐγὼ μόνος εἰμὶ τῷ πατρί, καὶ φοβοῦμαι μὴ εἰσελθὼν ἀποθάνω καθὼς καὶ οἱ πρότεροι, ὅτι δαιμόνιον φιλεῖ αὐτὴν ὃ οὐκ ἀδικεῖ οὐδένα πλὴν τῶν προσαγόντων αὐτῇ.
如今我是我父亲唯一的儿子,我害怕一进去就会像先前的那些人一样死去,因为有一个恶魔爱着她,这恶魔不伤害别人,只伤害接近她的人。
καὶ νῦν ἐγὼ φοβοῦμαι μὴ ἀποθάνω, καὶ κατάξω τὴν ζωὴν τοῦ πατρός μου καὶ τῆς μητρός μου μετʼ ὀδύνης ἐπʼ ἐμοὶ εἰς τὸν τάφον αὐτῶν·
我现在害怕自己会死去,从而因我的缘故,使我父母悲痛地进到他们的坟墓里。
καὶ υἱὸς ἕτερος οὐχ ὑπάρχει αὐτοῖς ὃς θάψει αὐτούς.
他们也没有别的儿子来安葬他们。
§6.16εἶπεν δὲ αὐτῷ ὁ ἄγγελος Οὐ μέμνησαι τῶν λόγων ὧν ἐνετείλατό σοι ὁ πατήρ σου ὑπέρ τοῦ λαβεῖν σε γυναῖκα ἐκ τοῦ γένους σου;
” 天使对他说:“难道你忘记了你父亲的吩咐,要你从自己的同族中娶妻吗?
καὶ νῦν ἄκουσόν μου, ἀδελφέ, | διότι σοὶ ἔσται εἰς γυναῖκα, καὶ τοῦ δαιμονίου μηδένα λόγον ἔχε, ὅτι τὴν νύκτα ταύτην δοθήσεταί σοι αὕτη εἰς γυναῖκα.
现在,兄弟,你且听我的话,因为她必会成为你的妻子。 不要理会那恶魔,因为今晚她就要被赐给你作妻子。
§6.17καὶ ἐὰν εἰσέλθῃς εἰς τὸν νυμφῶνα, λήμψῃ τέφραν θυμιαμάτων καὶ ἐπιθήσεις ἀπὸ τῆς καρδίας καὶ τοῦ ἥπατος τοῦ ἰχθύος· καὶ καπνίσεις,
当你进入新房时,你要拿些烧香的灰,将鱼的心和肝放一些在上面熏烧。
§6.18καὶ ὀσφρανθήσεται τὸ δαιμόνιον καὶ φεύξεται, καὶ οὐκ ἐπανελεύσεται τὸν αἰῶνα τοῦ αἰῶνος.
恶魔一闻到这气味就会逃走,永远不再回来。
ὅταν δὲ προσπορεύῃ αὐτῇ, ἐγέρθητε ἀμφότεροι καὶ βοήσατε πρὸς τὸν ἐλεήμονα θεόν, καὶ σώσει ὑμᾶς καὶ ἐλεήσει.
当你接近她时,你们两个都要起来,向仁慈的神大声祈求,祂必会救你们,怜悯你们。
μὴ φοβοῦ, ὅτι σοὶ αὕτη ἡτοιμασμένη ἦν ἀπὸ τοῦ αἰῶνος, καὶ σὺ αὐτὴν σώσεις, καὶ πορεύσεται μετὰ σοῦ, καὶ ὑπολαμβάνω ὅτι σοὶ ἔσται ἐξ αὐτῆς παιδία.
不要害怕,因为她从亘古就是为你预备的,你要拯救她,她会与你同行。 我预料你必会因她而得子嗣。
καὶ ὡς ἤκουσεν Τωβίας ταῦτα, ἐφίλησεν αὐτήν, καὶ ἡ ψυχὴ αὐτοῦ ἐκολλήθη αὐτῇ σφόδρα.
”托比亚听了这些话,便爱上了她,他的心与她紧紧地连在一起。

词汇与语法注释

  1. §6.8καπνίσαι — 不订式独立使用,具有命令语气。随后紧接着表示结果的将来时直陈语气。
  2. §6.13ἢ πάντα ἄνθρωπον — 虽然没有比较级形容词,但此处的 ἤ 起到了比较的作用(比……更),表示“相较于其他任何人,该产业理应由你承接”。
  3. §6.15φοβοῦμαι μὴ ... ἀποθάνω — 恐惧动词(φοβοῦμαι)后接 μὴ 加虚拟语气,构成表示担忧的从句(“我害怕会死”)。
  4. §6.18ἐφίλησεν — 此处的 φιλέω 并非指“亲吻”,而是指“爱慕、产生好感”。由于托比亚尚未与萨拉见面,这描述了他听完拉斐尔的解释后,在情感上对她产生强烈吸引。

引用这一段

七十士译本, 多比传 §6.1-6.18. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0527.tlg021.humanitext-grc1:6.1-6.18

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。