Humanitext Reader

七十士译本 · 多比传 §4.1-4.21

托比德对托比亚的临终训诫与寄托的银子

第 4 段,共 14 段 · 希腊语

内容简介

面对死亡的托比德唤来儿子托比亚,向他告知在米底亚寄托银子的事,并向儿子传授了全面的道德教诲,包括孝敬母亲、慷慨施舍、娶同族女子、诚实劳动以及恒常祈祷与敬畏神。

§4.1Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐμνήσθη Τωβεὶτ περὶ τοῦ ἀργυρίου οὗ παρέθετο Ταβαὴλ ἐν Ῥάγοις τῆς Μηδίας.
在那一天,托比德想起了他在米底亚的拉格斯寄存在塔巴埃尔那里的银子。
§4.2καὶ εἶπεν ἐν ἑαυτῷ Ἐγὼ ᾐτησάμην θάνατον, τί οὐ καλῶ Τωβίαν τὸν υἱόν μου ἴνα αὐτῷ ὑποδείξω πρὶν ἀποθανεῖν με
他心里想:“我已经求了死,为什么我不叫我儿子托比亚来,好在我死以前把这事向他说明呢?
§4.3καὶ καλέσας αὐτὸν εἶπεν Παιδίον, (3)ἐὰν ἀποθάνω θάψον με, καὶ μὴ ὑπερίδῃς τὴν μητέρα σου· τίμα αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου, καὶ ποίει τὸ ἀρεστὸν αὐτῇ καὶ μὴ λυπήσῃς αὐτήν.
” 于是他叫了托比亚来,对他说:“我儿,如果我死了,你要安葬我,不要轻视你的母亲;要在你一生的日子里孝敬她,行她所喜悦的事,不要使她忧伤。
§4.4μνήσθητι, παιδίον, ὅτι πολλοὺς κινδύνους ἑόρακεν ἐπὶ σοὶ ἐν τῇ κοιλίᾳ·
我儿,你要记住,她在腹中为你经历了许多危险。
(¹⁵)ὅταν ἀποθάνῃ, θάψον αὐτὴν παρʼ ἐμοὶ ἐν ἑνὶ τάφῳ.
当她去世时,你要把她与我同葬在一个墓里。
§4.5πάσας τὰς ἡμέρας. παιδίον, Κυρίου τοῦ θεοῦ ἡμῶν μνημόνευε· μὴ θελήσῃς παραβῆναι τὰς ἐντολὰς αὐτοῦ.
我儿,你要终身记念我们的主神,不可愿意违背祂的诫命。
δικαιοσύνην ποίει πάσας τὰς ἡμέρας τῆς ζωῆς σου, καὶ μὴ πορευθῇς ταῖς ὁδοῖς τῆς ἀδικίας.
在你一生的日子里,要行公义,不可走不义的路。
§4.6διότι ποιοῦντός σου τὴν ἀλήθειαν εὐοδίαι ἔσονται ἐν τοῖς ἔργοις σου καὶ πᾶσι τοῖς ποιοῦσι τὴν δικαιοσύνην.
因为你若行真理,你的事业和所有行公义的人都必亨通。
§4.7ἐκ τῶν ὑπαρχόντων σοι ποίει ἐλεημοσύνην, καὶ μὴ φθονεσάτω σου ὁ ὀφθαλμὸς ἐν τῷ ποιεῖν σε ἐλεημοσύνην·
要从你的财产中施舍,当你施舍时,你的眼不可吝啬。
καὶ μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ παντὸς πτωχοῦ, καὶ ἀπὸ σοῦ οὐ μὴ ἀποστραφῇ τὸ πρόσωπον τοῦ θεοῦ.
不要向任何穷人转脸,这样神的脸也必不向你转开。
§4.8ὡς σοὶ ὑπάρχει κατὰ τὸ πλῆθος, ποίησον ἐξ αὐτῶν ἐλεημοσύνην·
要按你财产的多寡来施舍。
ἐὰν ὀλίγον σοι ὑπάρχῃ, κατὰ τὸ ὀλίγον μὴ φοβοῦ ποιεῖν ἐλεημοσύνην.
如果你财产少,也不要害怕按这少数来施舍。
§4.9θέμα γὰρ ἀγαθὸν θησαυρίζεις σεαυτῷ εἰς ἡμέραν ἀνάγκης.
因为你是在为自己积蓄美好的宝藏,以备急难之日。
§4.10διότι ἐλεημοσύνη ἐκ θανάτου ῥύεται, καὶ οὐκ ἐάσει ἐλθεῖν εἰς τὸ σκότος.
因为施舍能救人免于死亡,不叫人陷入黑暗中。
§4.11δῶρον γὰρ ἀγαθόν ἐστιν ἐλεημοσύνη πᾶσι τοῖς ποιοῦσιν αὐτὴν ἐνώπιον τοῦ ὑψίστου.
因为对于所有在至高者面前施舍的人来说,施舍是一件美好的礼物。
§4.12πρόσεχε σεαυτῷ, παιδίον, ἀπὸ πάσης πορνείας, καὶ γυναῖκα πρῶτον λάβε ἀπὸ τοῦ σπέρματος τῶν πατέρων σου·
我儿,你要谨慎,远离一切淫行,并要先从你祖先的后裔中娶妻。
μὴ λάβῃς γυναῖκα ἀλλοτρίαν ἣ οὐκ ἔστιν ἐκ τῆς φυλῆς τοῦ πατρός σου, διότι υἱοὶ προφητῶν ἐσμεν.
不要娶不属于你父亲支派的外邦女子为妻,因为我们是先知的子孙。
Νῶε, Ἀβραάμ, Ἰσαάκ, Ἰακώβ, οἱ πατέρες ἡμῶν ἀπὸ τοῦ αἰῶνος, μνήσθητι, παιδίον, ὅτι αὐτοὶ πάντες ἔλαβον γυναῖκας ἐκ τῶν ἀδελφῶν αὐτῶν, καὶ εὐλογήθησαν ἐν τοῖς τέκνοις αὐτῶν, καὶ τὸ σπέρμα αὐτῶν κληρονομήσει γῆν.
我儿,你要记住,我们自古以来的祖先诺亚、亚伯拉罕、以撒、雅各,他们都是从自己的同胞中娶妻的,他们在儿女中蒙了祝福,他们的后裔必承受地土。
§4.13καὶ νῦν, παιδίον, ἀγάπα τοὺς ἀδελφούς σου, (14)καὶ μὴ ὑπερηφανεύου τῇ καρδίᾳ σου ἀπὸ τῶν ἀδελφῶν σου καὶ τῶν υἱῶν καὶ θυγατέρων τοῦ λαοῦ σου, λαβεῖν σεαυτῷ ἐξ αὐτῶν γυναῖκα.
我儿,如今你要爱你的同胞,心底不可向你的同胞以及你本国子民的儿女自高,不肯从他们中间娶妻。
διότι ἐν τῇ ὑπερηφανίᾳ ἀπωλία καὶ ἀκαταστασία πολλή, καὶ ἐν τῇ ἀχρεότητι ἐλάττωσις καὶ ἔνδεια μεγάλη· ἡ γὰρ ἀχρεότης μήτηρ ἐστὶν τοῦ λιμοῦ.
因为在骄傲中有毁灭和极大的混乱,在懒惰中有衰微和极大的穷困;因为懒惰是饥荒之母。
§4.14μισθὸς παντὸς ἀνθρώπου ὃς ἐὰν ἐργάσηται παρὰ σοὶ μὴ αὐλισθήτω, ἀλλὰ ἀπόδος αὐτῷ παραυτίκα·
凡为你工作的人,他的工钱不可留在你处过夜,要立刻付给他。
ἐὰν δουλεύσῃς τῷ θεῷ, ἀποδοθήσεταί σοι.
如果你侍奉神,也必得着回报。
πρόσεχε σεαυτῷ, παιδίον, ἐν πᾶσι τοῖς ἔργοις σου, καὶ ἴσθι πεπαιδευμένος ἐν πάσῃ ἀναστροφῇ σου.
我儿,在你的所有行为上都要谨慎,在你的所有处事中都要受过良好教养。
§4.15καὶ ὁ μισεῖς μηδενὶ ποιήσῃς.
你所憎恶的事,不要对任何人做。
οἶνον εἰς μέθην μὴ πίῃς. καὶ μὴ πορευθήτω μετὰ σοῦ μέθη ἐν τῇ ὁδῷ σου.
喝酒不可到醉酒的程度,在你的道路上不可让醉酒与你同行。
§4.16ἐκ τοῦ ἄρτου σου δίδου πεινῶντι, καὶ ἐκ τῶν ἱματίων σου τοῖς γυμνοῖς·
要把你的面包分给饥饿的人,把你的衣服分给赤身的人。
πᾶυ ὃ ἐὰν περισσεύσῃ σοι ποίει ἐλεημοσύνην, καὶ μὴ φθονεσάτω σου ὁ ὀφθαλμὸς ἐν τῷ ποιεῖν σε ἐλεημοσύνην.
凡你多余的,都要拿来施舍;当你施舍时,你的眼不可吝啬。
§4.17ἔκχεον τοὺς ἄρτους σου ἐπὶ τὸν τάφον τῶν δικαίων, καὶ μὴ δῷς τοῖς ἁμαρτωλοῖς.
要把你的面包倾倒在义人的坟墓上,不要分给罪人。
§4.18συμβουλίαν παρὰ παντὸς φρονίμου ζήτησον, καὶ μὴ καταφρονήσῃς ἐπὶ πάσης συμβουλίας χρησίμης.
要向一切聪明人寻求劝告,不可轻视任何有益的劝告。
§4.19καὶ ἐν παντὶ καιρῷ εὐλόγει Κύριον τὸν θεόν, καὶ παρʼ αὐτοῦ αἴτησον ὅπως αἱ ὁδοί σου εὐθεῖαι γένωνται καὶ πᾶσαι αἱ τρίβοι καὶ βουλαὶ εὐοδωθῶσιν.
要随时赞美主神,求祂使你的道路平直,使你的一切途径和计划都顺利。
διότι πᾶν ἔθνος οὐκ ἔχει βουλήν, ἀλλὰ αὐτὸς ὁ κύριος δίδωσιν πάντα τὰ ἀγαθὰ καὶ ὃ ἐὰν θέλῃ ταπεινοῖ, καθὼς βούλονται.
因为任何外邦都没有智慧的计划,唯有主自己赐予一切美善,祂若愿意,就叫人降卑,正如祂所意愿的那样。
καὶ νῦν, παιδίον, μνημόνευε τῶν ἐντολῶν μου, καὶ μὴ ἐξαλειφθήτωσαν ἐκ τῆς καρδίας σου.
我儿,如今你要记住我的诫命,不可让它们从你的心中抹去。
§4.20καὶ νῦν ἐπιδεικνύω σοι τὰ δέκα τάλαντα τοῦ ἀργυρίου ἃ παρεθέμην Γαβαήλῳ τῷ τοῦ Γαβρεία ἐν Ῥάγοις τῆς Μηδείας.
如今,我向你说明那寄存在米底亚拉格斯、加布里亚的儿子加巴埃尔那里的十他连得银子。
§4.21καὶ μὴ φοβοῦ, παιδίον, ὅτι ἐπτωχεύσαμεν·
我儿,不要害怕我们变穷了。
ὑπάρχει σοι πολλά, ἐὰν φοβηθῇς τὸν θεὸν καὶ ἀποστῇς ἀπὸ πάσης ἁμαρτίας καὶ ποιήσῃς τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ.
如果你敬畏神,远离一切罪恶,在祂面前行祂所喜悦的事,你就必有极多的财富。 ”

词汇与语法注释

  1. §4.2τί οὐ καλῶ — 直译为“我为什么不叫”,在这里作为修辞性疑问句,表达强烈的自我敦促或理所当然的义务(“我应该叫”、“岂能不叫”)。
  2. §4.6ποιοῦντός σου — 现在分词的属格绝对结构,表示条件(“如果你行(真理)”),其逻辑主语(σύ)与主句的主语(εὐοδίαι)不同。
  3. §4.7μὴ φθονεσάτω σου ὁ ὀφθαλμὸς — 直译为“你的眼不可嫉妒”,反映了塞姆语(希伯来语的“恶眼”)的惯用表达,意为“不可吝啬”或“不可勉强”。
  4. §4.19καθὼς βούλονται — 动词 βούλονται 是第三人称复数形式,但在此语境中主语并未明确。它可以被解释为对神圣主权意志的某种泛指或非人称表达(“正如所意愿的那样”),或者与单数异文 βούλεται(“正如主所意愿的那样”)同义。

引用这一段

七十士译本, 多比传 §4.1-4.21. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0527.tlg021.humanitext-grc1:4.1-4.21

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。