§2.1Ὅτε δὲ κατῆλθον εἰς τὸν οἶκόν μου καὶ ἀπεδόθη μοι Ἅννα ἡ γυνὴ μου καὶ Τωβίας ὁ υἱός μου, ἐν τῇ πεντηκοστῇ ἑορτῇ ἥ ἐστιν ἁγία ἑπτὰ ἑβδομάδων, ἐγενήθη ἄριστον καλόν μοι·
当我回到家里,我的妻子安娜和我的儿子托比亚回到我身边时,在七七之圣日、即五旬节的节日,为我预备了丰盛的席宴。
ἀνέπεσα τοῦ φαγεῖν.
我坐下来吃。
§2.2καὶ ἐθεασάμην ὄψα πολλά, καὶ εἶπα τῷ υἱῷ μου Βάδισον καὶ ἄγαγε ὃν ἐὰν εὕρῃς τῶν ἀδελφῶν ἡμῶν ἐνδεῆ ὃς μέμνηται τοῦ κυρίου, καὶ ἰδοὺ μένω σε.
我看见许多佳肴,就对我的儿子说:“去吧,在我们同胞中找一个记念主的贫穷人,把他带来。 看啊,我等着你。
§2.3καὶ ἐλθὼν εἶπεν Πάτερ, εἰς ἐκ τοῦ γένους ἡμῶν ἐστραγγαλωμένος ἔρριπται ἐν τῇ ἀγορῷ.
” 他回来对我说:“父亲,我们同族中的一个人被勒死,抛在广场上了。
§2.4κἀγὼ πρὶν ἢ γεύσασθαί με ἀναπηδήσας (4)ἀνειλόμην αὐτὸν εἰς τι οἴκημα ἕως οὗ ἔδυ ὁ ἥλιος.
” 我还没尝一口东西,就跳起来,把他搬到一间屋子里,直到太阳落山。
§2.5καὶ ἐπιστρέψας ἐλουσάμην, καὶ ἤσθιον τὸν ἄρτον μου ἐν λύπῃ·
我回来,洗了身,在悲哀中吃我的饼。
§2.6καὶ ἐμνήσθην τῆς προφητείας Ἀμώς, καθὼς εἶπεν
Στραφήσονται αἱ ἑορταὶ ὑμῶν εἰς πένθος,
καὶ πᾶσαι αἱ εὐφροσύναι ὑμῶν εἰς θρῆνον.
我记起了阿摩司的预言,正如他所说的:“你们的节日要变为哀哭,你们的一切欢乐要变为哀歌。
§2.7καὶ ἔκλαυσα.
” 于是我哭了。
(7)καὶ ὅτε ἔδυ ὁ ἥλιος. ᾠχόμην καὶ ὀρύξας ἔθαψα αὐτόν.
当太阳落山时,我走出去,挖了坑,把他埋葬了。
§2.8καὶ οἱ πλησίον ἐπεγέλων λέγοντες Οὐκέτι φοβεῖται φονευθῆναι περὶ τοῦ πράγματος τούτου· καὶ ἀπέδρα, καὶ ἰδοὺ πάλιν θάπτει τοὺς νεκρούς.
邻居们嘲笑我说:“他不再害怕因这件事被杀;他曾经逃跑了,看啊,现在他又在埋葬死人了。
§2.9καὶ ἐν αὐτῇ τῇ νυκτὶ ἀνέλυσα θάψας, καὶ ἐκοιμήθην μεμιαμμένος παρὰ τὸν τοῖχον τῆς αὐλῆς, καὶ τὸ πρόσωπόν μου ἀκάλυπτον ἦν.
” 就在那一天晚上,我埋葬死人后回来,因是不洁的,就在院墙旁睡下了,我的脸没有盖着。
§2.10καὶ οὐκ ᾔδειν ὅτι στρουθία ἐν τῷ τοίχῳ ἐστίν· καὶ τῶν ὀφθαλμῶν μου ἀνεῳγότων, ἀφώδευσαν τὰ στρουθία θερμὸν εἰς τοὺς ὀφθαλμούς μου, καὶ ἐγενήθη λευκώματα εἰς τοὺς ὀφθαλμούς μου·
我不知道墙里有麻雀;我的眼睛张开着,麻雀把温热的粪便排在我的眼睛里,以致我眼里起了白翳。
καὶ ἐπορεύθην πρὸς ἰατρούς, καὶ οὐκ ὠφέλησάν με·
我去求医,但他们没有治好我。
Ἀχιάχαρος δὲ ἔτρεφέν με ἕως οὗ ἐπορεύθην εἰς τὴν Ἐλλυμαίδα.
在我去往埃利麦斯之前,阿希阿哈罗斯一直供养我。
§2.11Καὶ ἡ γυνή μου Ἅννα ἠριθεύετο ἐν τοῖς γυναικείοις·
我的妻子安娜在妇女们的房间里做雇工。
§2.12καὶ ἀπέστελλε τοῖς κυρίοις, καὶ ἀπέδωκαν αὐτῇ καὶ αὐτοὶ τὸν μισθόν, προσδόντες καὶ ἔριφον.
她把活计送给雇主们,他们付给她工钱,还额外赠送了一只小山羊。
§2.13ὅτε δὲ ἦλθεν πρὸς μέ, ἤρξατο κράζειν·
当那只小山羊被牵到我这里来时,它开始叫。
καὶ εἶπα αὐτῇ Πόθεν τὸ ἐρίφιον;
我便对她说:“这小山羊是从哪里来的?
μὴ κλεψιμαῖόν ἐστιν;
难道不是偷来的吗?
ἀπόδος αὐτὸ τοῖς κυρίοις· οὐ γὰρ θεμιτόν ἐστιν φαγεῖν κλεψιμαῖον.
把它还给雇主们,因为吃偷来的东西是不合规矩的。
§2.14ἡ δὲ εἶπεν Δῶρον δέδοταί μοι ἐπὶ τῷ μισθῷ.
” 但她回答说:“这是在我的工钱之外赐给我的礼物。
καὶ οὐκ ἐπίστευον αὐτῇ, καὶ ἔλεγον ἀποδιδόναι αὐτὸ τοῖς κυρίοις, καὶ ἠρυθρίων πρὸς αὐτήν·
”我还是不信她,叫她把山羊归还给雇主,并为她感到羞愧。
(²²)ἡ δὲ ἀποκριθεῖσα εἶπέν μοι Ποῦ εἰσιν αἱ ἐλεημοσύναι σου καὶ αἱ δικαιοσύναι σου;
她却回答对我说:“你的施舍和公义行为在哪里呢?
ἰδοὺ γνωστὰ πάντα μετὰ σοῦ.
看啊,你所遭遇的一切,都是众所周知的。 ”