Humanitext Reader

七十士译本 · 多比传 §13.1-13.18

托比特的赞美诗与耶路撒冷的复兴预言

第 13 段,共 14 段 · 希腊语

内容简介

托比特献上谢恩祷告,劝勉被分散的以色列人因神的公义和怜悯而称颂祂,并预言了耶路撒冷未来荣耀的重建。

§13.1¹Καὶ Τωβεὶτ ἔγραψεν προσευχὴν εἰς ἀγαλλίασιν καὶ εἶπεν Εὐλογητὸς ὁ θεὸς ὁ ζῶν εἰς τοὺς αἰῶνας καὶ ἡ βασιλεία αὐτοῦ,
¹托比特写了一篇充满喜乐的祷词,说:“那活到永远的神是应当称颂的,他的国度也是应当称颂的。
§13.2²ὅτι αὐτὸς μαστιγοῖ καὶ ἐλεῷ, κατάγει εἰς ᾃδην καὶ ἀνάγει, καὶ οὐκ ἔστιν ὃς ἐκφεύξεται τὴν χεῖρα αὐτοῦ.
²因为他惩罚,也施怜悯;他领人下到阴间,又带他们上来,没有一人能逃脱他的手。
§13.3³ἐξομολογεῖσθε αὐτῷ, οἱ υἱοὶ Ἰσραήλ, ἐνώπιον τῶν ἐθνῶν, (4)ὅτι αὐτὸς διέσπειρεν ἡμᾶς ἐν αὐτοῖς.
³以色列子民哪,要在万民面前向他称谢, (4)因为他将我们分散在他们中间。
§13.44ἐκεῖ ὑποδείξατε τὴν μεγαλωσύνην αὐτοῦ, ὑψοῦτε αὐτὸν ἐνώπιον παντὸς ζῶντος· καθότι αὐτὸς κύριος ἡμῶν, καὶ θεὸς αὐτὸς πατὴρ ἡμῶν εἰς πάντας τοὺς αἰῶνας.
4要在那里彰显他的伟大,在一切活人面前高举他;因为他是我们的主,也是我们的神,是我们的父,直到永远。
§13.55καὶ μαστιγώσει ἡμᾶς ἐν ταῖς ἀδικίαις ἡμῶν, καὶ πάλιν ἐλεήσει καὶ συνάξει ἡμᾶς ἐκ πάντων τῶν ἐθνῶν, οὗ ἐὰν σκορπισθῆτε ἐν αὐτοῖς.
5他因我们的不义而惩罚我们,但他又会施怜悯,从你们被分散到的万国中将我们聚集起来。
§13.66ἐὰν ἐπιστρέψητε πρὸς αὐτὸν ἐν ὅλη καρδίᾳ ὑμῶν καὶ ἐν ὅλῃ τῆ ψυχῇ ποιῆσαι ἐνώπιον αὐτοῦ ἀλήθειαν, τότε ἐπιστρέψει πρὸς ὑμᾶς καὶ οὐ μὴ κρύψῃ τὸ πρόσωπον αὐτοῦ ἀφʼ ὑμῶν.
6你们若尽心尽性归向他,在他面前行事诚实,那时他必归向你们,不再向你们掩面。
(6)καὶ θεάσασθε ὁ ποιήσει μεθʼ ὑμῶν, καὶ ἐξομολογήσασθε αὐτῷ ἐν ὅλῳ τῷ σώματι ὑμῶν· καὶ εὐλογήσατε τὸν κύριον τῆς δικαιοσύνης, καὶ ὑψώσατε τὸν βασιλέα τῶν αἰώνων.
(6)现在,看他将为你们行什么事,要用你们的全身向他称谢;要称颂公义的主,高举那永远的君王。
(7)ἐγὼ ἐν τῇ γῇ τῆς αἰχμαλωσίας μου ἐξομολογοῦμαι αὐτῷ, καὶ δεικνύω τὴν ἰσχὺν καὶ τὴν μεγαλωσύνην αὐτοῦ ἔθνη ἁμαρτωλῶν.
(7)我在我被虏之地向他称谢,向罪人的国显明他的大能和伟大。
(8)ἐπιστρέψατε, ἁμαρτωλοί, καὶ ποιήσατε δικαιοσύνην ἐνώπιον αὐτοῦ·
(8)罪人们哪,归向他吧,在他面前行公义!
τίς γινώσκει εἰ θελήσει ὑμᾶς καὶ ποιήσει ἐλεημοσύνην ὑμῖν;
谁知道他是否会悦纳你们,向你们施怜悯呢?
§13.77τὸν θεόν μου ὑψῶ, καὶ ἡ ψυχῇ μου τῷ βασιλεῖ τοῦ οὐρανοῦ, καὶ ἀγαλλιάσεται τὴν μεγαλωσύνην αὐτοῦ.
7我高举我的神,我的心高举天上的君王,并要因他的伟大而欢喜。
§13.88λεγέτωσαν πάντες καὶ ἐξομολογείσθωσαν αὐτῷ ἐν Ἰεροσολύμοις.
8愿众人都说话,在耶路撒冷向他称谢。
§13.99Ἰεροσόλυμα πόλις ἁγίου· μαστιγώσει ἐπὶ τὰ ἔργα τῶν υἱῶν σου, καὶ πάλιν ἐλεήσει τοὺς υἱοὺς τῶν δικαίων.
9耶路撒冷啊,圣洁的城,他必因你子民的行为惩罚你,但又必再次怜悯公义之人的子孙。
§13.1010ἐξομολογοῦ τῷ κυρίῳ ἀγαθῶς, καὶ εὐλόγει τὸν βασιλέα τῶν αἰώνων, ἵνα πάλιν ἡ σκηνὴ αὐτοῦ οἰκοδομηθῇ σοι μετὰ χαρᾶς καὶ εὐφράναι ἐν σοὶ τοὺς αἰχμαλώτους καὶ ἀγαπήσαι ἐν σοὶ τοὺς ταλαιπώρους εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος.
10你要配得地向主称谢,称颂那永远的君王,好使他的帐幕在欢喜中重建在你里面,使他在你里面使被虏的人快乐,并使他在你里面爱那些受苦的人,直到万代。
§13.11¹¹ἔθνη πολλὰ μακρόθεν ἥξει πρὸς τὸ ὄνομα Κυρίου τοῦ θεοῦ, δῶρα ἐν χερσὶν ἔχοντες καὶ δῶρα τῷ βασιλεῖ τοῦ οὐρανοῦ· γενεαὶ γενεῶν δώσουσίν σοι ἀγαλλίαμα.
¹¹许多国家将从远方来到主神的名下,手里拿着礼物,就是献给天上君王的礼物;代代的子孙都必给你带来欢呼。
§13.12¹²ἐπικατάρατοι πάντες οἱ μισοῦντές σε, εὐλογημένοι ἔσονται πάντες οἵ ἀγαπῶντές σε εἰς τὸν αἰῶνα.
¹²凡恨恶你的必受咒诅,凡永远爱你的必蒙祝福。
§13.1313χάρηθι καὶ ἀγαλλίασαι ἐπὶ τοῖς υἱοῖς τῶν δικαίων, ὅτι συναχθήσονται καὶ εὐλογήσουσιν τὸν κύριον τῶν δικαίων.
13你当为义人的子孙欢喜快乐,因为他们必聚集在一起,称颂义人的主。
§13.14¹⁴ὢ μακάριοι οἱ ἀγαπῶντές σε·
¹⁴噢,爱你的有福了!
χαρήσονται ἐπὶ τῇ εἰρήνῃ σου.
他们必因你的和平而欢喜。
μακάριοι ὅσοι ἐλυπήθησαν ἐπὶ ταῖς μάστιξίν σου, ὅτι ἐπὶ σοὶ χαρήσονται θεασάμενοι πᾶσαν τὴν δόξαν σου· καὶ εὐφρανθήσεται εἰς τὸν αἰῶνα ἡ ψυχὴ μου.
凡因你受一切惩罚而忧伤的有福了,因为当他们看见你一切的荣耀时,必因你而欢喜,我的心也必永远欢喜。
§13.1515εὐλόγει τὸν θεὸν τὸν βασιλέα τὸν μέγαν,
15你要称颂神,那伟大的君王。
§13.1616ἔτι οἰκοδομηθήσεται Ἰερουσαλὴμ σαπφείρῳ καὶ σμαράγδῳ, καὶ λίθῳ ἐντίμῳ τὰ τείχη σου, καὶ οἱ πύργοι καὶ οἱ προμαχῶνες χρυσίῳ καθαρῷ,
16因为耶路撒冷必用蓝宝石和绿宝石重建,你的城墙要用珍贵的宝石重建,你的城楼和壁垒要用纯金重建。
§13.1717καὶ αἱ πλατεῖαι Ἰερουσαλὴμ βηρύλλῳ καὶ ἄνθρακι καὶ λίθῳ ἐκ Σουφεὶρ ψηφολογηθήσονται.
17耶路撒冷的街道必用绿柱石、红玉和俄斐的宝石铺设。
§13.1818καὶ ἐροῦσιν πᾶσαι αἱ ῥῦμαι αὐτῆς ἁλληλουιὰ καὶ αἴνεσιν, λέγοντες (23)Εὐλογητὸς ὁ θεὸς ὃς ὕψωσεν πάντας τοὺς αἰῶνας.
18它所有的街道必呼喊“哈利路亚”,并唱出赞美,说:(23)“称颂那高举万代的神。 ”

词汇与语法注释

  1. 13.1εἰς ἀγαλλίασιν — 介词 `εἰς` 表示目的或结果(“为了喜乐”或“以示欢欣”)。
  2. 13.6ποιῆσαι — 不定词 `ποιῆσαι` 附属于条件从句 `ἐὰν ἐπιστρέψητε...`,表示目的或结果(“去行真理”)。
  3. 13.6ἔθνη ἁμαρτωλῶν — 复数名词 `ἔθνη`(“万国”或“异邦人”)带属格 `ἁμαρτωλῶν`(“罪人们的”),在此指代被虏之地的异教国家及其人民。
  4. 13.10εὐφράναι — 不定词 `εὐφράναι`(以及随后的 `ἀγαπήσαι`)在由 `ἵνα` 引导的从句中与虚拟语气动词 `οἰκοδομηθῇ` 并列使用,体现了后期通用希腊语中 `ἵνα` 与不定词混用表示目的或结果的特征。

引用这一段

七十士译本, 多比传 §13.1-13.18. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0527.tlg021.humanitext-grc1:13.1-13.18

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。