Humanitext Reader

七十士译本 · 多比传 §14.1-14.15

托比特的遗言与托比亚移居米底亚及逝世

第 14 段,共 14 段 · 希腊语

内容简介

托比特在临终前向儿子托比亚留下遗言,预言尼尼微的毁灭与耶路撒冷的复兴,并叮嘱他迁往米底亚。父母去世后,托比亚在米底亚安享长寿,并在临终前得知尼尼微毁灭而欢喜逝世。

§14.1Καὶ ἐπαύσατο ἐξομολογούμενος Γωβείτ.
托比特结束了称谢。
§14.2καὶ ἦν ἐτῶν πεντήκοντα ὀκτὼ ὅτε ἀπώλεσεν τὰς ὄψεις, καὶ μετὰ ἔτη ὀκτὼ ἀνέβλεψεν·
他失明时年五十八岁,八年后重见光明。
καὶ ἐποίει ἐλεημοσύνας, (4)καὶ προσέθετο φοβεῖσθαι Κύριον τὸν θεὸν καὶ ἐξωμολογεῖτο αὐτῷ.
他施舍行善,更加敬畏主神,并向他称谢。
§14.3μεγάλως δὲ ἐγήρασεν· καὶ ἐκάλεσεν τὸν υἱὸν αὐτοῦ καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ εἶπεν αὐτῷ Τέκνον, λάβε τοὺς υἱούς σου·
他年纪老大,便叫了儿子和孙子们来,对儿子说:“我儿,带上你的儿子们。
ἰδοὺ γεγήρακα, καὶ πρὸς τὸ ἀποτρέχειν ἐκ τοῦ ζῆν εἰμί.
看哪,我老了,快要离开人世了。
§14.4ἄπελθε εἰς τὴν Μηδείαν, τέκνον, ὅτι πέπεισμαι ὅσα ἐλάλησεν Ἰωνᾶς ὁ προφήτης περὶ Νινευὴ ὅτι καταστραφήσεται, ἐν δὲ τῇ Μηδείᾳ ἔσται εἰρήνη μᾶλλον ἕως καιροῦ·
我儿,去米底亚吧,因为我深信先知约拿指着尼尼微所说的话必将实现,即它必被毁灭;但在米底亚,在一段时间内会更有平安。
καὶ ὅτι οἱ ἀδελφοὶ ἡμῶν ἐν τῇ γῇ σκορπισθήσονται ἀπὸ τῆς ἀγαθῆς γῆς, καὶ Ἰεροσόλυμα ἔσται ἔρημος καὶ ὁ οἶκος τοῦ θεοῦ ἐν αὐτῇ κατακαήσεται, καὶ ἔρημος ἔσται μέχρι χρόνου.
我们的同胞必从那美地上被分散到各地,防范,耶路撒冷必荒凉,其中的神殿必被烧毁,并且要荒凉一段时间。
§14.5καὶ πάλιν ἐλεήσει αὐτοὺς ὁ θεὸς καὶ ἐπιστρέψει αὐτοὺς εἰς τὴν γῆν, καὶ οἰκοδομήσουσιν τὸν οἶκον, οὐχ οἷος ὁ πρότερος, ἕως πληρωθῶσιν καιροὶ τοῦ αἰῶνος.
但神必再次怜悯他们,领他们回到那地,他们必重建圣殿,只是在世代的时期满足之前,不及前一个圣殿。
καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν ἐκ τῶν αἰχμαλωσιῶν καὶ οἰκοδομήσουσιν Ἰερουσαλὴμ ἐντίμως, καὶ ὁ οἶκος τοῦ θεοῦ ἐν αὐτῇ οἰκοδομηθήσεται ἐνδόξως, καθὼς ἐλάλησαν περὶ αὐτῆς οἱ προφῆται.
此后,他们必从被虏之地归回,体面地重建耶路撒冷,其中的神殿也必荣耀地建起,正如先知们指着它所说的那样。
§14.6καὶ πάντα τὰ ἔθνη ἐπιστρέψουσιν ἀληθινῶς φοβεῖσθαι Κύριον τὸν θεόν· κατορύξουσιν τὰ εἴδωλα αὐτῶν·
万国都必真诚地转向敬畏主神,并埋葬他们的偶像。
§14.7καὶ εὐλογήσουσιν πάντα τὰ ἔθνη Κύριον. καὶ ὁ λαὸς αὐτοῦ ἐξομολογήσεται τῷ θεῷ, καὶ ὑψώσει Κύριος τὸν λαὸν αὐτοῦ·
万国都必称颂主,他的子民必向神称谢,主也必高举他的子民。
καὶ χαρήσονται πάντες οἱ ἀγαπῶντες Κύριον τὸν θεὸν ἐν ἀληθείᾳ καὶ δικαιοσύνῃ, ποιοῦντες ἔλεος τοῖς ἀδελφοῖς ἡμῶν.
所有用真诚和公义爱主神、并向我们同胞施怜悯的人,都必欢喜。
§14.8καὶ νῦν, τέκνον, ἄπελθε ἀπὸ Νινευή, ὅτι πάντως ἔσται ἃ ἐλάλησεν ὁ προφήτης Ἰωνᾶς.
所以现在,我儿,离开尼尼微吧,因为先知约拿所说的话必定实现。
§14.9σὺ δὲ τήρησον τὸν νόμον καὶ τὰ προστάγματα, καὶ γενοῦ φιλελεήμων καὶ δίκαιος, ἵνα σοι καλῶς ἦν.
你要遵守律法和诫命,成为仁慈和公义的人,使你凡事顺利。
§14.10καὶ θάψον με καλῶς, καὶ τὴν μητέρα σου μετʼ ἐμοῦ, καὶ μηκέτι αὐλισθῆτε εἰς Νινευή.
要把我妥善安葬,把你母亲和我葬在一起;不要再住在尼尼微了。
τέκνον, ἴδε τί ἐποίησεν Ἀδὰμ Ἀχιαχάρῳ τῷ θρέψαντι αὐτόν, ὡς ἐκ τοῦ φωτὸς ἤγαγεν αὐτὸν εἰς τὸ σκότος καὶ ὅσα ἀνταπέδωκεν αὐτῷ·
我儿,你看亚当对抚养他的阿希雅哈做了什么,他是如何将他从光明带入黑暗,又是如何报复他的。
καὶ Ἀχιάχαρον μὲν ἔσωσεν, ἐκείνῳ δὲ τὸ ἀνταπόδομα ἀπεδόθη, καὶ αὐτὸς κατέβη εἰς τὸ σκότος.
然而,阿希雅哈得救了,而那个人却得到了应得的报应,自己下到了黑暗中。
Μανασσῆς ἐποίησεν ἐλεημοσύνην, καὶ ἐσώθη ἐκ παγίδος θανάτου ἧς ἔπηξεν αὐτῷ, Ἀδὰμ δὲ ἐνέπεσεν εἰς τὴν παγίδα καὶ ἀπώλετο.
玛拿西因施舍行善,得以从他设下的死亡陷阱中脱险;亚当却落入自己的陷阱,灭亡了。
§14.11καὶ νῦν, παιδία, ἴδετε τί ἐλεημοσύνη ποιεῖ καὶ δικαιοσύνη ῥύεται.
所以现在,孩子们,看看施舍带来什么,公义如何拯救人吧!
καὶ ταῦτα αὐτοῦ λέγοντος ἐξέλιπεν αὐτοῦ ἡ ψυχὴ ἐπὶ τῆς κλίνης·
”他说完这些话,便在床上断了气。
ἦν δὲ ἐτῶν ἑκατὸν πεντήκοντα ὀκτώ·
他享年一百五十八岁。
καὶ ἔθαψεν αὐτὸν ἐνδόξως.
托比亚将他荣耀地安葬了。
§14.12Καὶ ὅτε ἀπέθανεν Ἅννα, ἔθαψεν αὐτὴν μετὰ τοῦ πατρὸς αὐτοῦ·
安纳死后,托比亚将她与父亲葬在一起。
ἀπῆλθεν δὲ Τωβίας μετὰ τῆς γυναικὸς αὐτοῦ καὶ τῶν υἱῶν αὐτοῦ εἰς Ἐκβάτανα πρὸς Ῥαγουὴλ τὸν πενθερὸν αὐτοῦ.
然后,托比亚带着他的妻子和儿子们往米底亚的埃克巴坦那去,到他的岳父拉贵尔那里。
§14.13καὶ ἐγήρασεν ἐντίμαως, καὶ ἔθαψεν τοὺς πενθεροὺς αὐτοῦ ἐνδόξως, καὶ ἐκληρονόμησεν τὴν οὐσίαν αὐτῶν καὶ Τωβεὶτ τοῦ πατρὸς αὐτοῦ.
他体面地老去,荣耀地安葬了岳父母,并继承了他们的财产以及他父亲托比特的财产。
§14.14καὶ ἀπέθανεν ἐτῶν ἑκατὸν ἑπτὰ ἐν Ἐκβατάνοις τῆς Μηδείας.
他在米底亚的埃克巴坦那去世,享年一百零七岁。
§14.15καὶ ἤκουσεν πρὶν ἢ ἀποθανεῖν αὐτὸν τὴν ἀπωλίαν Νινευὴ ἣν ᾐχμαλώτισεν Ναβουχοδονοσὸρ καὶ Ἀσύηρος· ἐχάρη πρὸ τοῦ ἀποθανεῖν ἐπὶ Νινευή.
他在未死之前,听到了尼尼微毁灭的消息,那城是被尼布甲尼撒和亚哈随鲁所俘虏的;他在死前因尼尼微的毁灭而欢喜。
ἀμήν.
阿们。

词汇与语法注释

  1. §14.2προσέθετο φοβεῖσθαι — 动词 προστίθημι 的中间态不定过去时 προσέθετο 后接不定式,这是一种反映希伯来语(yāsap)的塞普图阿金特特有塞姆语汇,意为“继续(重复)做某事”。此处意为“他进一步/继续敬畏主”。
  2. §14.3πρὸς τὸ ἀποτρέχειν ἐκ τοῦ ζῆν εἰμί — 介词 πρός 后接带冠词的不定式 τὸ ἀποτρέχειν(离去)与动词 εἰμί 连用,表示迫近的未来,意为“我正要离开人世”或“我行将就木”。
  3. §14.9ἵνα σοι καλῶς ἦν — 引导目的从句的连词 ἵνα 后接 ἦν(通常是直说过去未完成时)。这可能是柯伊内时期写本上将虚拟式 ᾖ(来自 εἰμί)混淆或拼写错误所致,在语法上应理解为目的:“好让你凡事顺利”。
  4. §14.10ἧς ἔπηξεν αὐτῷ — 关系代词 ἧς 由于受到先行词 παγίδος(属格)的影响,从原本作为从句动词 ἔπηξεν(即 πηγνύω 的不定过去时)的直接宾语(应为单数阴性宾格 ἣν)被吸引为了属格。动词 ἔπηξεν 的主语是亚当(Ἀδάμ),而与格代词 αὐτῷ 指代玛拿西(或阿希雅哈)。

引用这一段

七十士译本, 多比传 §14.1-14.15. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0527.tlg021.humanitext-grc1:14.1-14.15

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。