§12.1Καὶ ἐκάλεσεν Τωβεὶτ Τωβείαν τὸν υἱὸν αὐτοῦ καὶ εἶπεν αὐτῷ Ὅρα, τέκνον, μισθὸν τῷ ἀνθρώπῳ τῷ συνελθόντι σοι, καὶ προσθεῖναι αὐτῷ δεῖ
托比特叫了他的儿子托比亚来,对他说:“我的孩子,你要留心给那个与你同去的人付酬劳,而且还应该给他多加一些。
§12.2καὶ εἶπεν Πάτερ, οὐ βλάπτομαι δοὺς αὐτῷ τὸ ἥμισυ ὧν ἐνήνοχα, §12.3ὅτι με ἀγίοχέν σοι ὑγιῆ, καὶ τὴν γυναῖκά μου ἐθεράπευσεν καὶ τὸ ἀργύριόν μου ἤνεγκεν, καὶ σέ ὁμοίως ἐθεράπευσεν.
” 他说:“父亲,即使我把我带回来的东西的一半给他,对我也没有损失,因为他把我平安地带回你身边,医治了我的妻子,带回了我的银子,也同样医治了你。
§12.4καὶ εἶπεν ὁ πρεσβύτης Δικαιοῦται αὐτῷ.
” 那位老人便说:“这是他应得的。
§12.5καὶ ἐκάλεσεν τὸν ἄγγελον καὶ εἶπεν αὐτῷ Λάβε τὸ ἥμισυ πάντων ὧν ἐνηνόχατε.
” 于是他叫了那天使来,对他说:“请收下你们带回来的一切财物的一半。
§12.6καὶ καλέσας τοὺς δύο κρυπτῶς εἶπεν αὐτοῖς Εὐλογεῖτε τὸν θεὸν καὶ αὐτῷ ἐξομολογεῖσθε, μεγαλωσύνην δίδοτε αὐτῷ, καὶ ἐξομολογεῖσθε αὐτῷ ἐνώπιον πάντων τῶν ζώντων περὶ ὧν ἐποίησεν μεθʼ ὑμῶν.
” 天使把他们两人私下叫去,对他们说:“你们要赞美神,向他谢恩,显扬他的伟大,并在所有活着的人面前因他为你们所行的事而向他谢恩。
ἀγαθὸν τὸ εὐλογεῖν τὸν θεὸν καὶ ὑψοῖν τὸ ὄνομα αὐτοῦ, τοὺς λόγους τῶν ἔργων τοῦ θεοῦ ἐντίμως ὑποδεικνύοντες· καὶ μὴ ὀκνεῖτε ἐξομολογεῖσθαι αὐτῷ.
赞美神、尊崇他的名是美好的,要尊荣地宣扬神作为的话语;你们不要懈怠于向他谢恩。
§12.7μυστήριον βασιλέως καλὸν κρύψαι, τὰ δὲ ἔργα τοῦ θεοῦ ἀνακαλύπτειν ἐνδόξως.
隐藏君王的秘密是好的,但荣耀地显露神的作为也是好的。
ἀγαθὸν ποιήσατε, καὶ κακὸν οὐχ εὑρήσει ὑμᾶς.
你们行善,灾祸就不会临到你们。
§12.8ἀγαθὸν προσευχὴ μετὰ νηστείας καὶ ἐλεημοσύνης καὶ δικαιοσύνης· ἀγαθὸν τὸ ὀλίγον μετὰ δικαιοσύνης ἢ πολὺ μετὰ ἀδικίας· καλὸν ποιῆσαι ἐλεημοσύνην ἢ θησαυρίσαι χρυσίον.
伴随着禁食、施舍和公义的祷告是美好的;拥有公义的少许,胜过拥有不义的诸多;行施舍胜过积蓄黄金。
§12.9ἐλεημοσύνη ἐκ θανάτου ῥύεται, καὶ αὕτη ἀποκαθαριεῖ πᾶσαν ἁμαρτίαν· οἱ ποιοῦντες ἐλεημοσύνας καὶ δικαιοσύνας πλησθήσονται ζωῆς· §12.10οἱ δὲ ἁμαρτάνοντες πολέμιοί εἰσιν τῆς ἑαυτῶν ζωῆς.
施舍能救人免于死亡,并且能洗净一切罪恶;行施舍和公义的人必得满溢的生命;但犯罪的人是他们自己生命的仇敌。
§12.11οὐ μὴ κρύψω ἀφʼ ὑμῶν πᾶν ῥῆμα· εἴρηκα δὴ μυστήριον βασιλέως κρύψαι καλόν, τὰ δὲ ἔργα τοῦ θεοῦ ἀνακαλύπτειν ἐνδόξως.
我不向你们隐瞒任何话;我确实说过,隐藏君王的秘密是好的,但荣耀地显露神的作为也是好的。
§12.12καὶ νῦν ὅτε προσηύξω σὺ καὶ ἡ νύμφη σου Σάρρα, ἐγὼ προσήγαγον τὸ μνημόσυνον τῆς προσευχῆς ὑμῶν ἐνώπιον τοῦ ἁγίου· καὶ ὅτε ἔθαπτες τοὺς νεκρούς, ὡσαύτως συμπαρήμην σοι· §12.13καὶ ὅτε οὐκ ὤκνησας ἀναστῆναι καὶ καταλιπεῖν τὸ ἄριστόν σου ὅπως ἀπελθὼν περιστείλῃς τὸν νεκρόν, οὐκ ἔλαθές με ἀγαθοποιῶν, ἀλλὰ σὺν σοὶ ἤμην.
如今,当你和你的儿媳妇撒拉祷告时,我把你们祷告的记念呈献在圣者面前;当你埋葬死者时,我也同样与你同在;当你毫不犹豫地站起身、放下你的午餐,前去妥善安置死者时,你的善行并没有瞒过我,反而我与你同在。
§12.14καὶ νῦν ἀπέστειλέν με ὁ θεὸς ἰάσασθαί σε καὶ τὴν νύμφην σου Σάρραν.
如今神差遣我来医治你和你的儿媳妇撒拉。
§12.15ἐγὼ εἰμι Ῥαφαήλ, εἰς ἐκ τῶν ἑπτὰ ἁγίων ἀγγέλων οἳ προσαναφέρουσιν τὰς προσευχὰς τῶν ἁγίων καὶ εἰσπορεύονται ἐνώπιον τῆς δόξης τοῦ ἁγίου.
我是拉法埃尔,是呈献圣徒祷告、并能进入圣者荣耀面前的七位圣天使之一。
§12.16Καὶ ἐταράχθησαν οἱ δύο καὶ ἔπεσον ἐπὶ πρόσωπον, ὅτι ἐφοβήθησαν.
” 他们两人都惊慌失措,俯伏在地,因为他们害怕。
§12.17καὶ εἶπεν αὐτοῖς Μὴ φοβεῖσθε, εἰρήνη ὑμῖν ἔσται· τὸν δὲ θεὸν εὐλογεῖτε εἰς τὸν αἰῶνα, §12.18ὅτι οὐ τῇ ἐμαυτοῦ χάριτι ἀλλὰ τῆ θελήσει τοῦ θεοῦ ὑμῶν· ὅθεν εὐλογεῖτε αὐτὸν εἰς τὸν αἰῶνα.
天使对他们说:“不要害怕,愿你们平安;你们要永远赞美神,因为我来不是凭着我自己的恩惠,而是凭着你们神的旨意;因此,你们要永远赞美他。
§12.19πάσας τὰς ἡμέρας ὠπτανόμην ὑμῖν, καὶ οὐκ ἔφαγον οὐδὲ ἔπιον, ἀλλὰ ὅρασιν ὑμεῖς ἐθεωρεῖτε.
那些日子里,我显现给你们看,但我既不吃也不喝,你们看见的不过是个幻象。
§12.20καὶ νῦν ἐξομολογεῖσθε τῷ θεῷ, διότι ἀναβαίνω πρὸς τὸν ἀποστείλανταά με, καὶ γράψατε πάντα τὰ συντελεσθέντα εἰς βιβλίον.
如今,你们要向神谢恩,因为我要升到差遣我来的那一位那里去;你们要把这一切所成就的事都写在书上。
§12.21καὶ ἀνέστησαν, καὶ οὐκ εἶδον αὐτόν.
” 他们站起身来,再也看不见他了。
§12.22καὶ ἐξομολογοῦντο τὰ ἔργα τὰ μεγάλα καὶ θαυμαστὰ αὐτοῦ, ὡς ὤφθη αὐτοῖς ἄγγελος Κυρίου.
他们便宣扬神伟大而奇妙的作为,因为主的天使曾显现给他们。