Humanitext Reader

七十士译本 · 多比传 §11.1-11.19

托比特复明与托比亚的婚礼盛宴

第 11 段,共 14 段 · 希腊语

内容简介

在返回尼尼微的途中,托比亚听从拉法埃尔的建议,赶在妻子前面回家并准备医治父亲的眼睛。重逢后,托比亚涂上鱼胆治愈了托比特的眼睛,全家欢聚一堂,喜气洋洋地为托比亚和撒拉举办了婚礼。

§11.1Μετὰ ταῦτα ἐπορεύετο καὶ Τωβείας εὐλογῶν τὸν θεὸν ὅτι εὐόδωσεν τὴν ὁδὸν αὐτοῦ, καὶ κατευλόγει Ῥαγουὴλ καὶ Ἔδναν τὴν γυναῖκα αὐτοῦ· (¹)καὶ ἐπορεύετο μέχρις οὗ ἐγγίσαι αὐτὸν εἰς Νινευή.
此后,托比亚也上了路,他赞美神使他的旅途顺利,并且祝福了拉古埃尔和他的妻子埃德纳;(¹)他继续前行,直到临近尼尼微。
§11.2Καὶ εἶπεν Ῥαφαὴλ πρὸς Τωβείαν Οὐ γινώσκεις, ἀδελφέ, πῶς ἀφῆκες τὸν πατέρα σου;
拉法埃尔对托比亚说:“兄弟,你难道不知道你是如何离开你父亲的吗?
§11.3προδράμωμεν ἔμπροσθεν τῆς γυναικός σου καὶ ἑτοιμάσωμεν τὴν οἰκίαν, §11.4λάβε δὲ παρὰ χεῖρα τὴν χολὴν τοῦ ἰχθύος.
让我们走在你的妻子前面,去把房子预备好,并且把鱼胆拿在手里。
καὶ ἐπορεύθησαν, καὶ συνῆλθεν ὁ κύων ὄπισθεν αὐτῶν.
”于是他们前行,那只狗也跟着他们。
§11.5καὶ Ἅννα ἐκάθητο περιβλεπομένη εἰς τὴν ὁδὸν τὸν παῖδα αὐτῆς,
那时,安娜正坐着,向路上张望,等待着她的儿子。
§11.6καὶ προσενόησεν αὐτὸν ἐρχόμενον· εἶπεν τῷ πατρὶ αὐτοῦ Ἰδοὺ ὁ υἱός μου ἔρχεται καὶ ὁ ἄνθρωπος ὁ πορευθεὶς μετʼ αὐτοῦ.
她发觉他来了,就对他的父亲说:“看哪,我的儿子回来了,还有那个和他同去的人。
§11.7καὶ Ῥαφαὴλ εἶπεν Ἐπίσταμαι ἐγὼ ὅτι ἀνοίξει τοὺς ὀφθαλμοὺς ὁ πατήρ σου·
” 拉法埃尔说:“我知道,你的父亲必能睁开眼睛。
§11.8σὺ ἔγχρισον τὴν χολὴν εἰς τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ δηχθεὶς διατρίψει καὶ ἀποβαλεῖται τὰ λευκώματα καὶ ὄψεταί σε.
你把鱼胆抹在他的眼睛上;他感到刺痛,就会揉眼睛,白斑就会脱落,他就能看见你了。
§11.9Καὶ προσδραμοῦσα Ἅννα ἐπέπεσεν ἐπὶ τὸν τράχηλον τοῦ υἱοῦ αὐτῆς, καὶ εἶπεν αὐτῷ Εἶδόν σε, παιδίον, ἀπὸ τοῦ νῦν ἀποθανοῦμαι.
” 安娜跑上前去,搂住她儿子的脖子,对他说:“我的孩子,我看见你了,从今以后我死也甘心了。
(11)καὶ ἔκλαυσαν ἀμφότεροι.
”(11)于是他们两个人都哭了。
§11.10καὶ Γωβεὶτ ἐξήρχετο πρὸς τὴν θύραν καὶ προσέκοπτεν· ὁ δὲ υἱὸς προσέδραμεν αὐτῷ, §11.11καὶ ἐπελάβετο τοῦ πατρὸς αὐτοῦ, καὶ προσέπασεν τὴν χολὴν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ πατρὸς αὐτοῦ λέγων Θάρσει, πάτερ.
托比特向门外走去,却跌跌撞撞;他的儿子跑上前去,扶住他的父亲,把鱼胆抹在父亲的眼睛上,说:“父亲,坚强起来!
§11.12ὡς δὲ συνεδήχθησαν, διέτριψε τοὺς ὀφθαλμοὺς αὐτοῦ, §11.13καὶ ἐλεπίσθη ἀπὸ τῶν κανθῶν τῶν ὀφθαλμῶν αὐτοῦ τὰ λευκώματα.
” 当眼睛感到刺痛时,他揉了揉眼睛,白斑便从他的眼角像鳞片一样脱落了。
καὶ ἰδὼν τὸν υἱὸν αὐτοῦ ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ, §11.14καὶ ἔκλαυσεν καὶ εἶπεν Εὐλογητὸς εἶ ὁ θεός, καὶ εὐλογητὸν τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας, καὶ εὐλογημένοι πάντες οἱ ἅγιοι ἄγγελοί σου,
他一看见自己的儿子,就搂住儿子的脖子,哭着说:“神啊,你是应当称颂的! 愿你的名永受称颂! 愿你所有圣洁的使者都蒙祝福!
§11.15ὅτι ἐμαστίγωσας καὶ ἠλέησάς με· ἰδοὺ βλέπω Γωβείαν τὸν υἱόν μου.
因为你惩罚了我,又怜悯了我;看哪,我看见了我的儿子托比亚。
(18)καὶ εἰσῆλθεν ὁ υἱὸς αὐτοῦ χαίρων, (19)καὶ ἀπήγγειλεν τῷ πατρὶ αὐτοῦ τὰ μεγαλεῖα τὰ γενόμενα αὐτῷ ἐν τῇ Μηδείᾳ.
”(18)他的儿子满心欢喜地进了屋,(19)把他自己联同在米底亚所发生的大事,都告诉了父亲。
§11.16Καὶ ἐξῆλθεν Γωβείας εἰς συνόντησιν τῇ νύμφη αὐτοῦ, χαίρων καὶ εὐλογῶν τὸν θεόν, πρὸς τῆ πύλῃ Νινευή.
托比特满心欢喜,赞美着神,走到尼尼微城门口去迎接他的儿媳妇。
καὶ ἐθαύμαζον οἱ θεωροῦντες αὐτὸν πορευόμενον, ὅτι ἔβλεψεν·
看见他行走的人都感到惊奇,因为他竟能看见了。
§11.17καὶ Τωβεὶτ ἐξαωμολογεῖτο ἐνώπιον αὐτοῦ ὅτι ἡλέηκεν αὐτοὺς ὁ θεός.
托比特在他们面前承认,是神怜悯了他们。
καὶ ὡς ἤγγσεν Τωβεὶτ Σάρρᾳ τῇ νύμφῃ αὐτοῦ, κατευλόγησεν αὐτὴν λέγων Ἔλθοις ὑγιαίνουσα, θύγατερ·
当托比特走近他的儿媳妇撒拉时,他祝福她,说:“女儿,愿你平安到来!
εὐλογητὸς ὁ θεός, ὃς ἤγαγέν σε πρὸς ἡμᾶς, καὶ ὁ πατήρ σου καὶ ἡ μήτηρ σου.
那带你到我们这里来的神是应当称颂的! 你的父亲和你的母亲也蒙祝福!
(20) καὶ ἐγένετο χαρὰ πᾶσι τοῖς ἐν Νινευὴ ἀδελφοῖς αὐτοῦ.
”(20)所有在尼尼微的同胞都极为欢喜。
§11.18καὶ παρεγένετο Ἀχιάχαρος καὶ Νασβᾶς ὁ ἐξάδελφος αὐτοῦ, §11.19καὶ ἤχθη ὁ γάμος Τωβεία μετʼ εὐφροσύνης ἑπτὰ ἡμέρας.
阿希雅哈尔和他的堂兄纳斯巴也来了,托比亚的婚礼欢欢乐乐地举行了七天。

词汇与语法注释

  1. 11.1ἐγγίσαι αὐτὸν — 在连词短语 `μέ恢复ς οὗ`(直到……)之后,不定式 `ἐγγίσαι` 带有宾格主语 `αὐτόν` 的结构,表示“直到他临近”。
  2. 11.6αὐτὸν ἐρχόμενον — 描述感官的动词 `προσενόησεν`(发觉)的直接宾语 `αὐτόν` 带有现在分词 `ἐρχόμενον` 作为补充说明分词,表示感官的内容,即“她发觉他正在走来”。
  3. 11.8δηχθεὶς — 动词 `δάκνω`(咬、刺痛)的被动不定过去时分词,修饰主句主语(托比特),作状语使用,表示“感到刺痛/被刺激之后”。
  4. 11.12συνεδήχθησαν — 复合动词 `συνδάκνω` 的被动不定过去时第三人称复数形式。虽然主语未明写,但承接前文,主语应为“双眼”(`ὀφθαλμοί`),表示“当双眼感到剧烈刺痛时”。

引用这一段

七十士译本, 多比传 §11.1-11.19. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0527.tlg021.humanitext-grc1:11.1-11.19

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。