Humanitext Reader

七十士译本 · 多比传 §10.1-10.12

父母的哀伤与托比亚携撒拉启程返乡

第 10 段,共 14 段 · 希腊语

内容简介

托比特夫妇因托比亚延迟未归而忧虑哭泣,而托比亚在婚礼期满后坚持要求启程,拉古埃尔便将财产的一半和女儿撒拉托付给他,送他们上路。

§10.1Καὶ Τωβεὶτ ὁ πατὴρ αὐτοῦ ἐλογίσατο ἑκάστης ἡμέρας· καὶ ὡς ἐπληρώθησαν αἱ ἡμέραι τῆς πορείας καὶ οὐκ ἤρχετο, §10.2εἶπεν Μή ποτε κατήσχυνται;
他的父亲托比特每天都在算着日子;当旅途的日子已经满了,而他还没有回来时,他说:“难道他们失望了?
(²)ἢ μή ποτε ἀπέθανεν Γαβαήλ, καὶ οὐδεὶς δίδωσιν αὐτῷ τὸ ἀργύριον;
(²)或者难道加巴埃尔死了,没有人把银子交给他吗?
§10.3καὶ ἐλυπεῖτο λίαν.
” 他非常忧虑。
§10.4εἶπεν δὲ αὐτῷ ἡ γυνή Ἀπώλετο τὸ παιδίον, διότι κεχρόνικεν·
他的妻子对他说:“孩子已经死了,因为他耽搁了这么久。
καὶ ἤρξατο θρηνεῖν αὐτὸν καὶ εἶπεν §10.5Οὐ μέλει μοι, τέκνον, ὅτι ἀφῆκά σε τὸ φῶς τῶν ὀφθαλμῶν μου;
”于是她开始为他哀哭,说: “可怜我啊,我的孩子,我竟然让你去了,你可是我眼中的光芒啊!
§10.6καὶ Τωβεὶτ λέγει αὐτῇ Σίγα, μὴ λόγον ἔχε, ὑγιαίνει.
” 托比特对她说:“安静,不要胡思乱想,他平安无事。
§10.7καὶ εἶπεν αὐτῷ Σίγα, μὴ πλάνα με· ἀπώλετο τὸ παιδίον μου.
” 但她对他说:“安静,不要骗我,我的孩子已经死了。
καὶ ἐπορεύετο καθʼ ἡμέραν εἰς τὴν ὁδὸν ἔξω οἴας ἀπῆλθεν, ἡμέρας τε ἄρτον οὐκ ἤσθιεν, τὰς δὲ νύκτας οὐ διελίμπανεν θρηνοῦσα Γωβείαν τὸν υἱὸν αὐτῆς, ἕως οὗ συνετελέσθησαν αἱ δέκα τέσσαρες ἡμέραι τοῦ γάμου ἃς ὤμοσεν Ῥαγουὴλ ποιῆσαι αὐτὸν ἐκεῖ.
”她每天都到儿子离去的那条郊外路上去,白天不吃东西,夜晚也止不住为她的儿子托比亚哀哭,直到拉古埃尔起誓让他留在那里的十四天婚礼日子满了。
Εἶπεν δὲ Γωβείας τῷ Ῥαγουήλ Ἐξαπόστειλόν με, ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου οὐκέτι ἐλπίζουσιν ὄψεσθαί με.
于是托比亚对拉古埃尔说:“请放我走吧,因为我的父亲和母亲已经不指望能再见到我了。
§10.8εἶπεν δὲ αὐτῷ ὁ πενθερός Μεῖνον παρʼ ἐμοί, κἀγὼ ἐξαποστελῶ πρὸς τὸν πατέρα σου καὶ δηλώσουσιν αὐτῷ τὰ κατὰ σέ.
” 他的岳父对他说:“留在我的身边吧,我会派人去你父亲那里,他们会把你的近况告诉他。
§10.9καὶ Γωβείας λέγει Ἐξαπόστειλόν με πρὸς τὸν πατέρα μου.
” 托比亚说:“请放我回到我的父亲那里去吧。
§10.10ἀναστὰς δὲ Ῥαγουὴλ ἔδωκεν αὐτῷ Σάρραν τὴν γυναῖκα αὐτοῦ καὶ τὰ ἥμισυ τῶν ὑπαρχόντων, σώματα καὶ κτήνη, ἀργύριον·
” 于是拉古埃尔起来,把他的妻子撒拉以及自己财产的一半,包括仆婢、牲畜和银子,都交给了他。
§10.11καὶ εὐλογήσας αὐτοὺς ἐξαπέστειλεν λέγων Εὐοδώσει ὑμᾶς, τέκνα, ὁ θεὸς τοῦ οὐρανοῦ πρὸ τοῦ μὲ ἀποθανεῖν.
他祝福了他们,送他们上路,说:“孩子们,愿天上的神在我死前使你们旅途平安。
§10.12καὶ εἶπεν τῇ θυγατρὶ αὐτοῦ Τίμα τοὺς πενθερούς σου, αὐτοὶ νῦν γονεῖς σού εἰσιν· ἀκούσαιμί σου ἀκοὴν καλήν.
” 他又对自己的女儿说:“要孝敬你的公婆,他们现在就是你的父母了;愿我听到关于你的好名声。
καὶ ἐφίλησεν αὐτήν.
”他吻了她。
καὶ Ἔδνα εἶπεν πρὸς Τωβείαν Ἀδελφὲ ἀγαπητέ, ἀποκαταστήσει σε ὁ κύριος τοῦ οὐρανοῦ, καὶ δῴη μοι ἰδεῖν σου παιδία ἐκ Σάρρας τῆς θυγατρός μου, ἵνα εὐφρανθῶ ἐνώπιον τοῦ κυρίου·
埃德纳也对托比亚说:“亲爱的兄弟,愿天上的主带你安全回去,并赐我能看见你与我女儿撒拉所生的孩子们,使我在主面前满心欢喜。
καὶ ἰδοὺ παρατίθεμαί σοι τὴν θυγατέρα μου ἐν παρακαταθήκῃ, μὴ λυπήσῃς αὐτήν.
看啊,我把我的女儿托付给你,作为寄托物,千万不要让她伤心。 ”

词汇与语法注释

  1. 10.2Μή ποτε κατήσχυνται; — 质词 μή ποτε 引导表示疑虑或担忧的疑问句(“难道……吗?”)。动词 κατήσχυνται 是 καταισχύνω(使蒙羞、使失望)的现在完成时被动语态第三人称复数,在此表示父亲担心他们在外遭遇挫折或使计划落空。异文作 κατεσχέθησαν(被留难),同样表达了对旅途受阻的担忧。
  2. 10.5Οὐ μέλει μοι — 无人称动词 μέλει 与否定词 οὐ 连用的结构。字面意思是“这对我来说并非无关紧要”(即“这对我至关重要”),在此作为感叹句,表达母亲极度悲痛的哀叹(类似于“可怜我啊”)。ὅτι 引导的从句则说明了悲叹的原因(“我竟让你离去”)。
  3. 10.7οἴας ἀπῆλθεν — 关系代名词 οἷος(怎样的、如……的)的属格阴性单数形式 οἵας。此处受到了先行词 ὁδόν(道路,阴性单数对格)的格吸引(attractio casus),在关系从句中与不及物动词 ἀπῆλθεν 连用,表示“他(托比亚)所离去的那条路”。

引用这一段

七十士译本, 多比传 §10.1-10.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0527.tlg021.humanitext-grc1:10.1-10.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。