§5.3καὶ εἶπεν ὁ βασιλεὺς Τί θέλεις, Ἐσθήρ;
王便说:“埃斯特,你想求什么?
καὶ τί σού ἐστιν τὸ ἀξίωμα;
你的心愿是什么?
ἕως τοῦ ἡμίσους τῆς βασιλείας μου, καὶ ἔσται σοι.
即使是我国山河的一半,也必赐给你。
§5.4εἶπεν δὲ Ἐσθήρ Ἡμέρα μου ἐπίσημος σήμερόν ἐστιν·
” 埃斯特说:“今天对我而言是个特别的日子。
εἰ οὗν δοκεῖ τῷ βασιλεῖ, ἐλθάτω καὶ αὐτὸς καὶ Ἀμὰν εἰς τὴν δοχὴν ἣν ποιήσω σήμερον.
如果君王认为合适,请君王和哈曼今天一同来赴我所设的宴席。
§5.5καὶ εἶπεν ὁ βασιλεύς Κατασπεύσατε Ἀμὰν ὅπως ποιήσωμεν τὸν λόγον Ἐσθῆρ·
” 王说:“快去叫哈曼,好让我们照埃斯特的话去办。
καὶ παραγίνονται ἀμφότεροι εἰς τὴν δοχὴν ἣν εἶπεν Ἐσθῆρ.
”于是两人都来到了埃斯特所说的宴席。
§5.6ἐν δὲ τῷ πότῳ εἶπεν ὁ βασιλεὺς πρὸς Ἐσθήρ Τί ἐστιν, βασίλισσα Ἐσθήρ;
在酒席中,王对埃斯特说:“王妃埃斯特,怎么了?
καὶ ἔσται ὅσα ἀξιοῖς.
凡你所求的,都必应允。
§5.7καὶ εἶπεν Γὸ αἴτημά μου καὶ τὸ ἀξίωμα· §5.8εἰ εὗρον χάριν ἐνώπιον τοῦ βασιλέως, ἐλθάτω ὁ βασιλεὺς καὶ Ἀμὰν ἔτι τὴν αὔριον εἰς τὴν δοχὴν ἣν ποιήσω αὐτοῖς, καὶ αὔριον ποιήσω τὰ αὐτά.
” 她说: “我的恳求和我的心愿是:如果我在君王面前蒙恩,请君王和哈曼明天再来赴我为他们所设的宴席,明天我将做同样的事。
§5.9Καὶ ἐξῆλθεν ὁ Ἀμὰν ἀπὸ τοῦ βασιλέως ὑπερχαρὴς εὐφραινόμενος·
” 哈曼从王那里出来,极其欢喜快乐。
ἐν δὲ τῷ ἰδεῖν Ἀμὰν Μαρδοχαῖον τὸν Ἰουδαῖον ἐν τῆ αὐλῇ ἐθυμώθη σφόδρα.
但当哈曼在朝廷院子里看见犹太人末底改时,就勃然大怒。
§5.10καὶ εἰσελθὼν εἰς τὰ ἴδια ἐκάλεσεν τοὺς φίλους καὶ Ζωσάραν τὴν γυναῖκα αὐτοῦ, §5.11καὶ ὑπέδειξεν αὐτοῖς τὸν πλοῦτον αὐτοῦ καὶ τὴν δόξαν ἣν ὁ βασιλεὺς αὐτῷ περιέθηκεν, καὶ ὡς ἐποίησεν αὐτὸν πρωτεύειν καὶ ἡγεῖσθαι τῆς βασιλείας.
他回到家里,召集了他的朋友们和他的妻子佐萨拉,并向他们炫耀自己的财富、君王赐予他的荣耀,以及君王如何使他位居首位并治理国家。
§5.12καὶ εἶπεν Ἀμάν Οὐ κέκληκεν ἡ βασίλισσα μετὰ τοῦ βασιλέως οὐδένα εἰς τὴν δοχὴν ἀλλ᾿ ἢ ἐμέκαὶ εἰς τὴν αὔριον κέκλημαι.
哈曼说:“王妃和君王一同设宴,除了我之外,没有邀请任何人;而且明天我也同样被邀请了。
§5.13καὶ ταῦτά μοι οὐκ ἀρέσκει, ὅταν ἴδω Μαρδοχαῖον τὸν Ἰουδαῖον ἐν τῇ αὐλῇ.
但只要我看见犹太人末底改坐在朝廷的院子里,这一切对我而言就毫无意义。
§5.14καὶ εἶπεν πρὸς αὐτὸν Ζωσάρα ἡ γυνὴ αὐτοῦ καὶ οἱ φίλοι Κοπήτω σοι ξύλον πηχῶν πεντήκοντα, ὄρθρου δὲ εἰπὸν τῷ βασιλεῖ καὶ κρεμασθήτω Μαρδοχαῖος ἐπὶ τοῦ ξύλου·
” 他的妻子佐萨拉和他的朋友们对他说:“请让人砍下一根高五十肘的木头,明早去求君王,把末底改挂在上面。
σὺ δὲ εἴσελθε εἰς τὴν δοχὴν σὺν τῷ βασιλεῖ καὶ εὐφραίνου.
然后你就可以和君王一同高高兴兴地去赴宴了。
καὶ ἤρεσεν τὸ ῥῆμα τῷ Ἀμάν, καὶ ἡτοιμάσθη τὸ ξύλον.
”这话使哈曼十分满意,他便派人准备好了木头。