Humanitext Reader

七十士译本 · 雅斯帖记 §4.23a-4.16b

埃斯特的祈祷与冒死觐见君王

第 7 段,共 14 段 · 希腊语

内容简介

埃斯特向神祈求赐予拯救和面对君王的勇气,并诉说自己即使身居王妃高位也始终严守律法、厌恶异邦生活。随后她盛装觐见君王,因恐惧而晕厥,但神感化了君王的心,使其转怒为怜并温柔地抚慰她。

§4.23aμνήσθητι, Κύριε, γνώσθητι ἐν καιρῷ θλίψεως ἡμῶν, καὶ ἐμὲ θάρσυνον, βασιλεῦ τῶν θεῶν καὶ πάσης ἀρχῆς ἐπικρατῶν·
主啊,求你垂念,在我们受难的时候,显明你自己,并求你赐我勇气,诸神之王、一切权能的主宰啊。
§4.24aδὸς λόγον εὔρυθμον εἰς τὸ στόμα μου ἐνώπιον τοῦ λέοντος, καὶ μετάθες τὴν καρδίαν αὐτοῦ εἰς μῖσος τοῦ πολεμοῦντος ἡμᾶς, εἰς συντέλειαν αὐτοῦ καὶ τῶν ὁμονοούντων αὐτῷ·
求你在那狮子面前,赐我得体的言辞,并使他的心转而憎恨那与我们为敌的人,好灭绝他及与他同谋的人。
§4.25aἡμᾶς δὲ ῥῦσαι ἐν χειρί σου, καὶ βοήθησόν μοι τῇ μόνῃ καὶ μὴ ἐχούσῃ εἰ μὴ σέ, Κύριε.
求你用你的手拯救我们,并帮助我这孤单、除你之外别无依靠的人,主啊。
πάντων γνῶσιν ἔχεις, §4.26aκαὶ οἶδας ὅτι ἐμίσησα δόξαν ἀνόμων, καὶ βδελύσσομαι κοίτην ἀπεριτμήτων καὶ παντὸς ἀλλοτρίου.
你洞悉万事,你也深知我憎恶不法之徒的荣耀,并厌恶未受割礼之辈及一切外邦人的床榻。
§4.27aσὺ οἶδας τὴν ἀνάγκην μου, ὅτι βδελύσσομαι τὸ σημεῖον τῆς ὑπερηφανίας μου ὅ ἐστιν ἐπὶ τῆς κεφαλῆς μου ἐν ἡμέραις ὀπτασίας μου·
你深知我的无奈,我厌恶在我公开露面的日子里戴在头上的骄傲标志。
βδελύσσομαι αὐτὸ ὡς ῥάκος καταμηνίων, καὶ οὐ φορῶ αὐτὸ ἐν ἡμέραις ἡσυχίας μου.
我厌恶它,视之如月经的布,在我闲暇的日子里绝不戴它。
§4.28aκαὶ οὐκ ἔφαγεν ἡ δούλη σου τράπεζαν Ἁμάν, καὶ οὐκ ἐδόξασα συμπόσιον βασιλέως, οὐδὲ ἔπιον οἶνον σπονδῶν·
你的婢女从未在哈曼的筵席上用过膳,也未曾尊崇君王的宴席,更未曾喝过献祭的酒。
§4.29aκαὶ οὐκ ηὐφράνθη ἡ δούλη σου ἀφʼ ἡμέρας μεταβολῆς μου μέχρι νῦν πλὴν ἐπὶ σοί, Κύριε ὁ θεὸς Ἁβραάμ.
自我的境遇改变之日起直到如今,除了你,亚伯拉罕的神,主啊,你的婢女从未因别的事而欢乐。
§4.30aὁ θεὸς ὁ ἰσχύων ἐπὶ πάντας, εἰσάκουσον φωνὴν ἀπηλπισμένων καὶ ῥῦσαι ἡμᾶς ἐκ χειρὸς τῶν πονηρευομένων, καὶ ῥῦσαί με ἐκ τοῦ φόβου μου.
掌管万有、大有能力的非凡神啊,求你垂听绝望者的声音,从作恶之人的手中拯救我们,也救我脱离我的恐惧。
§4.1bΚαὶ ἐγενήθη ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ ὡς ἐπαύσατο προσευχομένη, ἐξεδύσατο τὰ ἱμάτια τῆς θεραπείας καὶ περιεβάλετο τὴν δόξαν αὐτῆς·
第三天,当她祈祷完毕,就脱去了哀悼的衣裳,穿上了她华丽的礼服。
§4.2bκαὶ γενηθεῖσα ἐπιφανής, ἐπικαλεσαμένη τὸν πάντων ἐπόπτην θεὸν καὶ σωτῆρα, παρέλαβεν τὰς δύο ἅβρας,
她变得光彩照人,呼求了那明察万有、拯救世人的神,然后带了两个女仆。
§4.3bκαὶ τῇ μὲν μιᾷ ἐπηρείδετο ὡς τρυφερευομένη, §4.4bἡ δὲ ἑτέρα ἐπηκολούθει κουφίζουσα τὴν ἔνδυσιν αὐτῆς·
她靠着其中一个,仿佛娇弱无力需要依傍,另一个女仆则跟在后面,为她提着衣裾。
§4.5bκαὶ αὐτὴ ἐρυθριῶσα ἀκμῇ κάλλους αὐτῆς, καὶ τὸ πρόσωπον αὐτῆς ἱλαρὸν ὡς προσφιλές, ἡ δὲ καρδία αὐτῆς ἀπεστενωμένη ἀπὸ τοῦ φόβου.
她因极尽美丽而面带红晕,容貌欢悦如受宠爱之人,但她的心却因恐惧而紧缩。
§4.6bκαὶ εἰσελθοῦσα πάσας τὰς θύρας κατέστη ἐνώπιον τοῦ βασιλέως·
她穿过所有的门,站在君王面前。
καὶ αὐτὸς ἐκάθητο ἐπὶ τοῦ θρόνου τῆς βασιλείας αὐτοῦ, καὶ πᾶσαν στολὴν τῆς ἐπιφανείας αὐτοῦ ἐνεδεδύκει, ὅλος διὰ χρυσοῦ καὶ λίθων πολυτελῶν, καὶ ἦν φοβερὸς σφόδρα.
他正坐在王位上,穿着他所有威严的服饰,全身缀满黄金和贵重的宝石,显得极其令人敬畏。
§4.7bκαὶ ἄρας τὸ πρόσαωπον αὐτοῦ πεπυραομένον δόξῃ ἐν ἀκμῇ θυμοῦ ἔβλεψεν·
他抬起那因荣耀而通红的面庞,带着极炽烈的怒火逼视。
καὶ ἔπεσεν ἡ βασίλισσα καὶ μετέβαλεν τὸ χρῶμα αὐτῆς ἐυ ἐκλύσει, καὶ κατεπέκυψεν ἐπὶ τὴν κεφαλὴν τῆς ἀβρας τῆς προπορευομένης.
王妃便倒了下去,因晕厥而面色大变,俯身伏在走在她前头的女仆头上。
§4.8bκαὶ μετέβαλεν ὁ θεὸς τὸ πνεῦμα τοῦ βασιλέως εἰς πραύτητα, καὶ ἀγωνιάσας ἀνεπήδησεν ἀπὸ τοῦ θρόνου αὐτοῦ, καὶ ἀνέλαβεν αὐτὴν ἐπὶ τὰς ἀγκάλας αὐτοῦ μέχρις οὗ κατέστη, καὶ παρεκάλει αὐτὴν λόγοις εἰρηνικοῖς §4.9bκαὶ εἶπεν αὐτῇ Τί ἐστιν, Ἐσθῆρ;
神便改变了君王的心境,使之转为温和。 他惊惶地从王位上跳了下来,将她抱在怀里,直到她苏醒过来,并用温和的话语安慰她,对她说:“埃斯特,怎么了?
ἐγὼ ὁ ἀδελφός σου, θάρσει, §4.10bοὐ μὴ ἀποθάνῃς· ὅτι κοινὸν τὸ πρόσταγμα ἡμῶν ἐοτὰ·
我是你的弟兄,放心吧,你绝不会死,因为我们的命令是对大家通用的。
§4.11bπρόσελθε.
走上前来。
§4.12bκαὶ ἄρας τὴν χρυσῆν ῥάβδον ἐπέθηκεν ἐπὶ τὸν τράχηλον αὐτῆς, καὶ ἠσπάσατο αὐτὴν καὶ εἶπεν Λάλησόν μοι.
” 他拿起金杖,放在她的颈项上,并亲吻她,说:“对我说话吧。
§4.13bκαὶ εἶπεν αὐτῷ Εἶδόν σε, κύριε, ὡς ἄγγελον θεοῦ, καὶ ἐταράχθη ἡ καρδία μου ἀπὸ φόβου τῆς δόξης σου.
” 她对他说:“我主,我看见你,就像看见神的使者,我的心因惧怕你的威严而战兢。
§4.14bὅτι θαυμαστὸς εἶ, κύριε, καὶ τὸ πρόσωπόν σου χαρίτων μεστόν.
因为我主,你是令人惊叹的,你的面庞充满了恩典。
§4.15bἐν δὲ τῷ διαλέγεσθαι αὐτὴν ἔπεσεν ἀπὸ ἐκλύσεως·
” 但当她正在说话时,却因体力不支而晕倒了。
§4.16bκαὶ ὁ βασιλεὺς ἐταράσσετο, καὶ πᾶσα ἡ θεραπεία αὐτοῦ παρεκάλει αὐτήν.
君王极其焦急,他所有的侍从都来安抚她。

词汇与语法注释

  1. §4.23aγνώσθητι — 动词 γινώσκω(知道)的第二人称单数不定过去时被动命令式。此处作再归身或显现之意,即“使你自己被认识”,译为“显明你自己”或“展现你的大能”。
  2. §4.24aτοῦ λέοντος — 意为“狮子”的单数属格。在语境中,这是象征着拥有绝对权力和可怕威严的波斯国王(阿尔塔薛西斯)的转喻(比喻)表达。
  3. §4.3bὡς τρυφερευομένη — 伴有小词 ὡς 的现在分词阴性单数主格。描写埃斯特靠在其中一个女仆身上时的姿态,表现出主观上的视觉呈现,意为“仿佛娇弱无力需要依傍”或“如同娇柔自持一般”。
  4. §4.10bοὐ μὴ ἀποθάνῃς — 否定小词 οὐ μή 后接虚拟式(ἀποθάνῃς),是古典希腊语中极强的否定表达,表示绝对的保证:“你绝不会死”。
  5. §4.10bκοινὸν τὸ πρόσταγμα ἡμῶν ἐοτά — 末尾的 ἐοτά 是抄本上的笔误(正确的应为第三人称单数现在时 ἐστί)。字面意思是“我们的命令(法律)是通用的”,在语境中意在安抚埃斯特,表示“我们的规章也是通用于内宫的/包含你的例外”。

引用这一段

七十士译本, 雅斯帖记 §4.23a-4.16b. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0527.tlg019.humanitext-grc1:4.23a-4.16b

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。