§1.1Καὶ ἐγένετο μετὰ τοὺς λόγους τούτους ἐν ταῖς ἡμέραις Ἀρταξέρξου, οὗτος ὁ Ἀρταξέρξης ἀπὸ τῆς Ἰνδικῆς ἑκατὸν εἴκοσι ἑπτὰ χωρῶν ἐκράτησεν.
在这些事以后,亚达薛西在位的日子,这亚达薛西统辖从印度起的一百二十七个省。
§1.2ἐν αὐταῖς ταῖς ἡμέραις ὅτε ἐθρονίσθη ὁ βασιλεὺς Ἀρταξέρξης ἐν Σούσοις τῇ πόλει,
在那些日子里,亚达薛西王在书珊城登基。
§1.3ἐν τῷ τρίτῳ ἔτει βασιλεύοντος αὐτοῦ, δοχὴν ἐποίησεν τοῖς φίλοις καὶ τοῖς λοιποῖς ἔθνεσιν καὶ τοῖς ΙΙερσῶν καὶ Μήδων ἐνδόξοις καὶ τοῖς ἄρχουσιν τῶν σατραπῶν.
在他执政第三年,他为他的朋友们、其余的各族、波斯和玛代的贵族,以及各省总督的首领们设摆筵席。
§1.4καὶ μετὰ ταῦτα μετὰ τὸ δεῖξαι αὐτοῖς τὸν πλοῦτον τῆς βασιλείας αὐτοῦ καὶ τὴν δόξαν τῆς εὐφροσύνης τοῦ πλούτου αὐτοῦ ἐν ἡμέραις ἑκατὸν ὀγδοήκοντα· §1.5ὅτε δὲ ἀνεπληρώθησαν αἱ ἡμέραι τοῦ γάμου, ἐποίησεν ὁ βασιλεὺς πότον τοῖς ἔθνεσιν τοῖς εὑρεθεῖσιν εἰς τὴν πόλιν ἐπὶ ἡμέρας ἓξ ἐν αὐλῇ οἴκου τοῦ βασιλέως,
此后,在向他们展示他国度的丰富,和他财富之乐的荣耀达一百八十天之后;筵席的日子满了,王在王宫的庭院里,为城里所有的百姓设摆筵席六天。
§1.6κεκοσμημένῃ βυσσίνοις καὶ καρπασίνοις τεταμένοις ἐπὶ σχοινίοις βυσσίνοις καὶ πορφυροῖς, ἐπὶ κύβοις χρυσοῖς καὶ ἀργυροῖς, ἐπὶ στύλοις παρίνοις καὶ λιθίνοις·
那里装饰着细麻布和棉布的帐子,用细麻和紫色绳索系在金银的环子和白玉石柱上。
κλίναι χρυσαῖ καὶ ἀργυραῖ ἐπὶ λιθοστρώτου σμαραγδίτου λίθου καὶ πιννίνου καὶ παρίνου λίθου, καὶ στρωμναὶ διαφανεῖς ποικίλως διηνθισμέναι, κύκλῳ ῥόδα πεπασμένα·
在绿宝石、珍珠母和白石铺成的地上,有金银的床榻,上面铺着色彩斑斓的透明织物,周围撒满玫瑰花。
§1.7ποτήρια χρυσᾶ καὶ ἀργυρᾶ, καὶ ἀνθράκινον κυλίκιον προκείμενον ἀπὸ ταλάντων τρισμυρίων·
有金杯和银杯,还有一个价值三万他连得的红宝石杯陈列着。
οἶνος πολὺς καὶ ἡδύς, ὃν αὐτὸς ὁ βασιλεὺς ἔπινεν.
酒甚多且甜,是王自己喝的。
§1.8ὁ δὲ πότος οὗτος οὐ κατὰ προκείμενον νόμον ἐγένετο· οὕτως δὲ ἠθέλησεν ὁ βασιλεύς, καὶ ἐπέταξεν τοῖς οἰκονόμοις ποιῆσαι τὸ θέλημα αὐτοῦ καὶ τῶν ἀνθρώπων.
这饮宴宴并不是按着规定的条例进行的,因为王是这样意愿的,他吩咐管家们照着他自己和宾客的意愿去办。
§1.9καὶ Ἀστιν ἡ βασίλισσα ἐποίησε πότον ταῖς γυναιξὶν ἐν τοῖς βασιλείοις ὅπου ὁ βασιλεὺς Ἀρταξέρξης.
王后阿斯丁也在亚达薛西王的皇宫里,为妇女们设摆筵席。
§1.10ἐν δὲ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἡδέως γενόμενος ὁ βασιλεὺς εἶπεν τῷ Ἀμὰν καὶ Μαζὰν καὶ Φαρρὰ καὶ Βωραζὴ καὶ Ζαθολθὰ καὶ Ἀββαταζὰ καὶ Θαραβά, τοῖς ἑπτὰ εὐνούχοις τοῖς διακόνοις τοῦ βασιλέως Ἀρταξέρξου, §1.11εἰσαγαγεῖν τὴν βασίλισσαν πρὸς αὐτόν, βασιλεύειν αὐτὴν καὶ περιθεῖναι αὐτῇ τὸ διάδημα καὶ δεῖξαι αὐτὴν τοῖς ἄρχουσιν καὶ τοῖς ἔθνεσιν τὸ κάλλος αὐτῆς· ὅτι καλὴ ἦν.
第七天,王因饮酒心中欢畅,就吩咐哈曼、马赞、法拉、波拉芝、扎托塔、阿巴塔扎和塔拉巴,这七位服侍亚达薛西王的太监,把王后带到他面前,使她戴上王冠以显其王后之尊,并将她的美貌展示给众首领和万民看,因为她长得美丽。
§1.12καὶ οὐκ εἰσήκουσεν αὐτοῦ Ἀστὶν ἡ βασίλισσα ἐλθεῖν μετὰ τῶν εὐνούχων.
但是王后阿斯丁不肯听从太监传达的王命而来。
καὶ ἐλυπήθη ὁ βασιλεὺς καὶ ὠργίσθη, §1.13καὶ εἶπεν τοῖς φίλοις αὐτοῦ Κατὰ ταῦτα ἐλάλησεν Ἀστιν, ποιήσατε οὖν περὶ τούτου νόμον καὶ κρίσιν.
因此王非常恼怒,满腔怨恨,便对他的朋友们说:“阿斯丁既然说了这样的话,你们就为此制定法律和裁决吧。
§1.14καὶ προσῆλθεν αὐτῷ Ἀρκεσαῖος καὶ Σαρσαθαῖος καὶ Μαλησεὰρ οἱ ἄρχοντες Περσῶν καὶ Μήδων οἱ ἐγγὺς τοῦ βασιλέως, οἱ πρῶτοι παρακαθήμενοι τῷ βασιλεῖ, §1.15καὶ ἀπήγγειλαν αὐτῷ κατὰ τοὺς νόμους ὡς δεῖ ποιῆσαι Ἀστιν τῇ βασιλίσσῃ, ὅτι οὐκ ἐποίησεν τὰ ὑπὸ τοῦ βασιλέως προσταχθέντα διὰ τῶν εὐνούχων.
” 于是,常在王左右、在国中坐首位的波斯和玛代的首领亚基萨、沙萨太和玛利萨上前对王说,他们按着法律向王申报,应当怎样对待王后阿斯丁,因为她没有遵行王借着太监所传的命令。
§1.16καὶ εἶπεν ὁ Μουχαῖος πρὸς τὸν βασιλέα καὶ τοὺς ἄρχοντας Oὐ τὸν βασιλέα μόνον ἠδίκησεν Ἀστιν ἡ βασίλισσα, ἀλλὰ καὶ πάντας τοὺς ἄρχοντας καὶ τοὺς ἡγουμένους τοῦ βασιλέως.
慕亥也对王和首领们说:“王后阿斯丁不仅得罪了王,也得罪了王所有的首领和臣宰。
§1.17καὶ γὰρ διηγήσατο αὐτοῖς τὰ ῥήματα τῆς βασιλίσσης, καὶ ὡς ἀντεῖπεν τῷ βασιλεῖ.
因为王后的言行必传到众妇人耳中,使她们藐视自己的丈夫。
ὡς οὖν ἀντεῖπεν τῷ βασιλεῖ Ἀρταξέρξῃ, §1.18οὕτως σήμερον αἱ τυραννίδες αἱ λοιπαὶ τῶν ἀρχόντων Περσῶν καὶ Μήδων ἀκούσασαι τὰ τῷ βασιλεῖ λεχθέντα ὑπʼ αὐτῆς τολμήσουσιν ὁμοίως ἀτιμάσαι τοὺς ἄνδρας αὐτῶν.
由于她对抗亚达薛西王,今天,波斯和玛代首领的众夫人听见王后对王所说的话,也必同样胆敢藐视她们的丈夫。
§1.19εἰ οὖν δοκεῖ τῷ βασιλεῖ, προσταξάτω βασιλικὸν καὶ γραφήτω κατὰ τοὺς νόμους Μήδων καὶ Περσῶν, καὶ μὴ ἄλλως χρησάσθω, μηδὲ εἰσελθάτω ἔτι ἡ βασίλισσα πρὸς αὐτόν, καὶ τὴν βασιλείαν αὐτῆς δότω ὁ βασιλεὺς γυναικὶ κρείττονι αὐτῆς.
王若以为美,就请降旨,写在玛代和波斯的例律中,不准更改:不准王后再到王面前,并将她的王后位分赐给比她更好的人。
§1.20καὶ ἀκουσθήτω ὁ νόμος ὁ ὑπὸ τοῦ βασιλέως ὃν ἐὰν ποιῇ ἐν τῇ βασιλείᾳ αὐτοῦ· καὶ οὕτως πᾶσαι αἱ γυναῖκες περιθήσουσιν τιμὴν τοῖς ἀνδράσιν ἑαυτῶν, ἀπὸ πτωχοῦ ἕως πλουσίου.
王所降的旨意传遍通国,所有的妇人,无论贫富,都必尊敬她们的丈夫。
§1.21καὶ ἤρεσεν ὁ λόγος τῷ βασιλε καὶ τοῖς ἄρχουσι· καὶ ἐποίησεν ὁ βασιλεὺς καθὰ ἐλάλησεν ὁ Μουχαίος,
” 这话深合王和首领们的心意,王就照着慕亥的话去办。
§1.22καὶ ἀπέστειλεν εἰς πᾶσαν τὴν βασιλείαν κατὰ χώραν, κατὰ τὴν λέξιν αὐτῶν, ὥστε εἶναι φόβον αὐτοῖς ἐν ταῖς οἰκίαις αὐτῶν.
他把诏书送到各省,按着各省的文字写成,使他们在自己家里都有敬畏。