Humanitext Reader

七十士译本 · 雅斯帖记 §3.1-3.15

哈曼的得势与灭绝犹太人的法令

第 4 段,共 14 段 · 希腊语

内容简介

哈曼受到亚达薛西王的重用,但因末底改拒绝向他下跪而大怒,企图灭绝所有犹太人。在获得王的同意和御宝后,哈曼向帝国全境发布诏书,下令在亚达月十四日将犹太人满门抄斩。

§3.1Μετὰ δὲ ταῦτα ἐδόξασεν ὁ βασιλεὺς Ἀρταξέρξης Ἀμὰν Ἁμαδάθου Βουγαῖον, καὶ ὕψωσεν αὐτὸν καὶ ἐπρωτοβάθρει πάντων τῶν φίλων αὐτοῦ.
这些事以后,亚达薛西王提升哈米大他的儿子、布盖人哈曼,使他升迁,将他的爵位安置在所有与王同席的臣仆之上。
§3.2καὶ πάντες οἱ ἐν τῇ αὐλῇ προσεκύνουν αὐτῷ, οὕτως γὰρ προσέταξεν ὁ βασιλεὺς ποιῆσαι· ὁ δὲ Μαρδοχαῖος οὐ προσεκύνει αὐτῷ.
在朝门的一切臣仆都向他跪拜,因为王曾这样吩咐;唯独末底改不向他跪拜。
§3.3καὶ ἐλάλησαν οἱ ἐν τῇ αὐλῇ τοῦ βασιλέως τῷ Μαρδοχαίῳ Μαρδοχαῖε, τί παρακούεις τὰ ὑπὸ τοῦ βασιλέως λεγόμενα;
在朝门的臣仆对末底改说:「末底改,你为何违背王的命令呢?
§3.4καθʼ ἑκάστην ἡμέραν ἐλάλουν αὐτῷ, καὶ οὐχ ὑπήκουεν αὐτῶν· καὶ ὑπέδειξαν τῷ Ἁμὰν Μαρδοχαῖον τοῖς τοῦ βασιλέως λόγοις ἀντιτασσόμενον· καὶ ὑπέδειξεν αὐτοῖς ὁ Μαρδοχαῖος ὅτι Ἰουδαῖός ἐστιν.
」他们天天劝他,他还是不听,他们就告诉哈曼,要看末底改在王命面前能否站得住,因为末底改已经告诉他们自己是犹太人。
§3.5καὶ ἐπιγνοὺς Ἁμὰν ὅτι οὐ προσκυνεῖ αὐτῷ Μαρδοχαῖος, ἐθυμώθη σφόδρα,
哈曼见末底改不向他跪拜,就万分恼怒。
§3.6καὶ ἐβουλεύσατο ἀφανίσαι πάντας τοὺς ὑπὸ τὴν Ἀρταξέρξου βασιλείαν Ἰουδαίους.
他便设法要灭绝在亚达薛西通国所有的犹太人。
§3.7καὶ ἐποίησεν ψήφισμα ἐν ἔτει δωδεκάτῳ τῆς βασιλείας Ἀρταξέρξου, καὶ ἔβαλεν κλήρους ἡμέραν ἐξ ἡμέρας καὶ μῆνα ἐκ μηνὸς ὥστε ἀπολέσαι ἐν μιᾷ ἡμέρᾳ τὸ γένος Μαρδοχαίου, καὶ ἔπεσεν
亚达薛西王十二年,哈曼颁布法令,日复一日、月复一月地掣签,要在一天之内除灭末底改的族人。
§3.8ὁ κλῆρος εἰς τὴν τεσσαρεσκαιδεκάτην τοῦ μηνὸς ὅς ἐστιν Ἀδάρ.
签掣中了十二月,就是亚达月,第十四日。
ἐλάλησεν πρὸς τὸν βασιλέα Ἀρταξέρξην λέγων Ὑπάρχει ἔθνος διεσπαρμένον ἐν τοῖς ἔθνεσιν ἐν πάσῃ τῇ βασιλείᾳ σου, οἱ δὲ νόμοι αὐτῶν ἔξαλλοι παρὰ πάντα τὰ ἔθνη, τῶν δὲ νόμων τοῦ βασιλέως παρακούουσιν, καὶ οὐ συμφέρει τῷ βασιλεῖ ἐᾶσαι αὐτούς.
哈曼对亚达薛西王说:「在王通国的各省中,有一个民族散居在各民族之间。 他们的规矩与万民的规矩不同,也不守王的法律,所以容留他们对王无益。
§3.9εἰ δοκεῖ τῷ βασιλεῖ, δογματισάτω ἀπολέσαι αὐτούς, κἀγὼ διαγράψω εἰς τὸ γαζοφυλάκιον τοῦ βασιλέως ἀργυρίου τάλαντα μύρια.
王若以为美,请降旨除灭他们,我必捐一万他连得银子,纳入王的府库。
§3.10καὶ περιελόμενος ὁ βασιλεὺς τὸν δακτύλιον ἔδωκεν εἰς χεῖρα τῷ Ἁμάν, σφραγίσαι κατὰ τῶν γεγραμμένων κατὰ τῶν Ἰουδαίων.
」于是王从手上摘下戒指,给哈曼,用来封印那些写着处置犹太人的诏书。
§3.11καὶ εἶπεν ὁ βασιλεὺς τῷ Ἁμάν Τὸ μέν ἀργύριον ἔχε, τῷ δὲ ἔθνει χρῶ ὡς βούλει.
王对哈曼说:「这银子仍留给你,这民族也交给你,你看怎么好,就怎么待他们。
§3.12καὶ ἐκλήθησαν οἱ γραμματεῖς τοῦ βασιλέως μηνὶ πρώτῳ τῇ τρισκαιδεκάτῃ, καὶ ἔγραψαν ὡς ἐπέταξεν Ἁμὰν τοῖς στρατηγοῖς καὶ τοῖς ἄρχουσιν κατὰ πᾶσαν χώραν ἀπὸ Ἰνδικῆς ἕως τῆς Αἰθιοπίας, ταῖς ἑκατὸν εἴκοσι ἑπτὰ χώραις, τοῖς τε ἄρχουσι τῶν ἐθνῶν κατὰ τὴν αὐτῶν λέξιν, δι᾿ Ἀρταξέρξου τοῦ βασιλέως.
」正月十三日,王的书记官被召来,照着哈曼所吩咐的一一写信,给从印度直到埃塞俄比亚一百二十七省的军长与省长,并各族的领袖,是用各族的方言、奉亚达薛西王的名写的。
§3.13καὶ ἀπεστάλη διὰ βιβλιαφόρων εἰς τὴν Ἀρταξέρξου βασιλείαν, ἀφανίσαι τὸ γένος τῶν Ἰουδαίων ἐν ἡμέρᾳ μιᾷ μηνὸς δωδεκάτου, ὅς ἐστιν Ἀδάρ, καὶ διαρπάσαι τὰ ὑπάρχοντα αὐτῶν.
书信由驿卒传送到亚达薛西的全国,要在一个一日之内,就是十二月(即亚达月),将所有的犹太人全部剪除,并夺取他们的财物。
§3.1aΤῆς δὲ ἐπιστολῆς ἐστὶν τὸ ἀντίγραφον τόδε Βασιλεὺς μέγας Ἀρταξέρξης τοῖς ἀπὸ τῆς Ἰνδικῆς ἕως τῆς Αἰθιοπίας ἑκατὸν εἴκοσι ἑπτὰ χωρῶν ἄρχουσι καὶ τοπάρχαις ὑποτεταγμένοις τάδε γράφει. §3.2aπολλῶν ἐπάρξας ἐθνῶν καὶ πάσης ἐπικρατήσας οἰκουμένης, ἐβουλήθην, μὴ τῷ θράσει τῆς ἐξουσίας ἐπαιρόμενος ἐπιεικέστερον δὲ καὶ μετὰ ἠπιότητος ἀεὶ διεξάγων, τοὺς τῶν ὑποτεταγμένωυ ἀκυμάτους διὰ παντὸς καταστῆσαι βίους, τήν τε βασιλείαν ἥμερον καὶ πορευτὴν μέχρι περάτων παρεξόμενος ἀνανεώσασθαί τε τὴν ποθουμένην τοῖς πᾶσιν ἀνθρώποις εἰρήνην.
诏书抄本如下:「大王亚达薛西写信给从印度直到埃塞俄比亚一百二十七省的省长和属下的地方官:我统治了许多民族,征服了整个世界,不愿因权力的傲慢而自高自大,而是始终温和谦逊地进行治理,使属下臣民的生活能始终保持平静,并使我国土安宁、直至边疆通行无阻,以重建万民所渴望的和平。
§3.3aπυθομένου δέ μου τῶν συμβούλων πῶς ἂν ἀχθείη τοῦτο ἐπὶ πέρας, σωφροσύνῃ παρʼ ἡμῖν διενέγκας καὶ ἐν τῇ εὐνοίᾳ ἀπαραλλάκτως καὶ βεβαίᾳ πίστει ἀποδεδιγμένος καὶ δεύτερον τῶν βασιλειῶν γέρας ἀπενηνεγμένος Ἁμὰν §3.4aἐπέδειξεν ἡμῖν, ἐν πάσαις ταῖς κατὰ τὴν οἰκουμένην φυλαῖς ἀναμεμίχθαι δυσμενῆ λαόν τινα, τοῖς νόμοις ἀντίθετον πρὸς πᾶν ἔθνος, τά τε τῶν βασιλέων παραπέμποντας διηνεκῶς προστάγματα, πρὸς τὸ μὴ κατατίθεσθαι τὴν ὑφʼ ἡμῶν κατευθυνομένην ἀμέμπτως συναρχίαν.
当我向顾问们咨询如何才能达成这一目标时,在我们中间显出卓越智慧、并以不移的善意和坚定的忠诚证明了自己、且荣获我国第二高位的哈曼,向我们指出,在普天下万族中混杂着一个敌对的民族,他们的法律与所有民族对立,并且不断废弃君王们的诏令,以致由我们完美领导的联合治理无法确立。
§3.5aδιειληφότες οὖν τόδε τὸ ἔθνος μονώτατον ἐν ἀντιπαραγωγῇ παντὶ διὰ παντὸς ἀνθρώπῳ κείμενον, διαγωγὴν νόμων ξενίζουσαν παραλλάσσον, καὶ δυσνοοῦν τοῖς ἡμετέροις πράγμασιν τὰ χείριστα συντελοῦν κακὰ καὶ πρὸς τὸ μὴ τὴν βασιλείαν εὐσταθίας τυγχάνειν·
因此,我们得知这独一的民族始终与全人类作对,遵行异样反常的法律,对我们的事务怀恨在心,行极恶之举,以致我们的帝国无法获得安宁。
§3.6aπροστετάχαμεν οὖν τοὺς σημαινομένους ὑμῖν ἐν τοῖς γεγραμμένοις ὑπὸ Ἁμὰν τοῦ τεταγμένου ἐπὶ τῶν πραγμάτων καὶ δευτέρου πατρὸς ἡμῶν, πάντας σὺν γυναιξὶ καὶ τέκνοις ἀπολέσαι ὁλορριζεὶ ταῖς τῶν ἐχθρῶν μαχαίραις ἄνευ παντὸς οἴκτου καὶ φειδοῦς τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ δωδεκάτου μηνὸς Ἀδὰρ τοῦ ἐνεστῶτος ἔτους,
我们固而降旨,凡在负责国事、又是我们第二位父亲的哈曼呈子中所指出的那些人,连妇人带孩子,必须在今年十二月(即亚达月)第十四日,被仇敌的刀全然杀尽,不得留情,也不得怜恤。
§3.7aὅπως οἱ πάλαι καὶ νῦν δυσμενεῖς ἐν ἡμέρᾳ μιᾷ βιαίως εἰς τὸν ᾅδην κατελθόντες εἰς τὸν μετέπειτα χρόνον εὐσταθῆ καὶ ἀτάραχα παρέχωσιν ἡμῖν διὰ τέλους τὰ πρά γματα.
使这些昔日和今日都怀有敌意的人,在一天之内被强行驱入阴间,好让我们的国事此后能始终保持稳定与太平。
§3.14τὰ δὲ ἀντίγραφα τῶν ἐπιστολῶν ἐξετίθετο κατὰ χώραν· καὶ προσετάγη πᾶσι τοῖς ἔθνεσιν ἑτοίμους εἶναι εἰς τὴν ἡμέραν ταύτην.
」诏书的抄本在遍地发布,并吩咐各族要在这一天预备妥当。
§3.15ἐσπεύδετο δὲ τὸ πρᾶγμα καὶ εἰς Σουσάν·
驿卒奉王命急忙起行,旨意也传遍了书珊城。
ὁ δὲ βασιλεὺς καὶ Ἁμὰν ἐκωθωνίζοντο, ἐταράσσετο δὲ ἡ πόλις.
王同哈曼坐下饮酒,书珊城却乱了。

词汇与语法注释

  1. §3.4τοῖς τοῦ βασιλέως λόγοις ἀντιτασσόμενον — 分词 ἀντιτασσόμενον 修饰 Μαρδοχαῖον,表示“背叛、对抗”。动词 ἀντιτάσσομαι 支配与格(τοῖς... λόγοις),意为“对抗、违背”。
  2. §3.7ὥστε ἀπολέσαι ἐν μιᾷ ἡμέρᾳ τὸ γένος Μαρδοχαίου, καὶ ἔπεσεν ὁ κλῆρος — ὥστε +不定式(ἀπολέσαι)引导结果或目的从句。随后的 καὶ ἔπεσεν...(签掣中了)在句法上与主句并列,但在逻辑上承接不定式从句,体现了受希伯来语等位连接影响的圣经希腊语风格。
  3. §3.2aπαρεξόμενος ἀνανεώσασθαί τε — 将来时分词 παρεξόμενος 隶属于主动词 ἐβουλήθην,表示目的(“为了提供/带来”),并与带连词 τε 的不定式 ἀνανεώσασθαι(以重建)相连。这是适合君王正式诏书的、多个分词嵌套的宏大修饰结构的一部分。
  4. §3.3aπυθομένου δέ μου τῶν συμβούλων — 属格独立结构,其中 μου 是逻辑主语,πυθομένου 是分词,τῶν συμβούλων 是 πυνθάνομαι(询问、咨询)的属格补足语。在此属格独立结构中,插入了修饰哈曼(Ἁμάν)的一系列主格分词短语。
  5. §3.5aδιειληφότες οὖν τόδε τὸ ἔθνος... κείμενον — 完成时分词 διειληφότες(“因为断定……”)修饰 §3.6a 中的主动词 προστετάχαμεν(“我们降旨”)。该分词的宾语是 τόδε τὸ ἔθνος(“这民族”),并由分词 κείμενον 等进一步修饰。这构成了一个极长的原因前置句。

引用这一段

七十士译本, 雅斯帖记 §3.1-3.15. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0527.tlg019.humanitext-grc1:3.1-3.15

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。