§9.5.9κατὰ δὲ τὴν τιμωρίαν τοῦ Ἀμφίονος ἔστιν ἔπη ποιήσεως Μινυάδος, ἔχει δὲ ἐς Ἀμφίονα κοινῶς καὶ ἐς τὸν Θρᾷκα Θάμυριν.
关于安菲翁受罚一事,在叙事诗《米纽斯》中存有诗句,这些诗句同样涉及安菲翁以及色雷斯人萨米里斯。
ὡς δὲ τὸν οἶκον τὸν Ἀμφίονος καὶ Ζήθου τὸν μὲν ἡ νόσος ἡ λοιμώδης ἠρήμωσε, Ζήθῳ δὲ τὸν παῖδα ἀπέκτεινεν ἡ τεκοῦσα κατὰ δή τινα ἁμαρτίαν, ἐτεθνήκει δὲ ὑπὸ λύπης καὶ αὐτὸς ὁ Ζῆθος, οὕτω Λάιον ἐπὶ βασιλείᾳ κατάγουσιν οἱ Θηβαῖοι.
而当在安菲翁和泽托斯的家族中,前者因瘟疫而致家门荒凉,至于泽托斯,其妻因某种失误杀害了他们的孩子,泽托斯本人也因悲伤而死,于是底比斯人便将莱伊奥斯迎回以继承王位。
§9.5.10Λαΐῳ δὲ βασιλεύοντι καὶ γυναῖκα ἔχοντι Ἰοκάστην μάντευμα ἦλθεν ἐκ Δελφῶν ἐκ τοῦ παιδός οἱ τὴν τελευτήν, εἰ τέκοι τινὰ Ἰοκάστη, γενήσεσθαι.
当莱伊奥斯统治期间并以约卡斯泰为妻时,从德尔斐传来神托,称如果约卡斯泰生下任何孩子,他将死于该孩子之手。
καὶ ὁ μὲν ἐπὶ τούτῳ τὸν Οἰδίποδα ἐκτίθησιν·
因此,他便将奥狄浦斯遗弃。
ὁ δὲ καὶ τὸν πατέρα ἀποκτενεῖν ἔμελλεν, ὡς ηὐξήθη, καὶ τὴν μητέρα ἔγημε.
然而奥狄浦斯长大后,注定要杀死他的父亲,并娶了他的母亲。
παῖδας δὲ ἐξ αὐτῆς οὐ δοκῶ οἱ γενέσθαι, μάρτυρι Ὁμήρῳ χρώμενος, ὃς ἐποίησεν ἐν Ὀδυσσείᾳ §9.5.11"
μητέρα τʼ Οἰδιπόδαο ἴδον, καλὴν Ἐπικάστην,
ἣ μέγα ἔργον ἔρεξεν ἀιδρείῃσι νόοιο
γημαμένη ᾧ υἱεῖ· ὁ δʼ ὃν πατέρʼ ἐξεναρίξας
γῆμεν· ἄφαρ δʼ ἀνάπυστα θεοὶ θέσαν ἀνθρώποισιν.
但我认为她并未与他生下孩子,并以荷马为证,他在《奥德赛》中写道: "我也看见了奥狄浦斯的母亲,美丽的埃皮卡斯泰,她因心智无知而犯下了极大的罪行,嫁给了自己的儿子;而他在杀死了自己的父亲后,娶了她;但神明立刻将这些事向世人揭示。
"
πῶς οὖν ἐποίησαν ἀνάπυστα ἄφαρ, εἰ δὴ τέσσαρες ἐκ τῆς Ἐπικάστης ἐγένοντο παῖδες τῷ Οἰδίποδι;
"如果埃皮斯卡泰真的为奥狄浦斯生下了四个孩子,神明又怎能「立刻」将其揭示呢?
ἐξ Εὐρυγανείας δὲ τῆς Ὑπέρφαντος ἐγεγόνεσαν.
实际上,孩子是由许佩尔法斯之女欧里伽尼亚所生的。
δηλοῖ δὲ καὶ ὁ τὰ ἔπη ποιήσας ἃ Οἰδιπόδια ὀνομάζουσι· καὶ Ὀνασίας Πλαταιᾶσιν ἔγραψε κατηφῆ τὴν Εὐρυγάνειαν ἐπὶ τῇ μάχῃ τῶν παίδων.
这也为名为《奥狄浦斯纪》的叙事诗创作者所表明;而奥纳西亚斯在普拉泰亚也曾画过欧里伽尼亚因孩子们之间的战斗而忧伤的画像。
§9.5.12Πολυνείκης δὲ περιόντος μὲν καὶ ἄρχοντος Οἰδίποδος ὑπεξῆλθεν ἐκ Θηβῶν δέει μὴ τελεσθεῖεν ἐπὶ σφίσιν αἱ κατᾶραι τοῦ πατρός· ἀφικόμενος δὲ ἐς Ἄργος καὶ θυγατέρα Ἀδράστου λαβὼν κατῆλθεν ἐς Θήβας μετάπεμπτος ὑπὸ Ἐτεοκλέους μετὰ τὴν τελευτὴν Οἰδίποδος.
在奥狄浦斯仍然在世并统治期间,波吕涅克斯因害怕父亲对他们的诅咒得以应验而离开了底比斯;他在抵达阿耳戈斯并娶了阿德拉斯托斯的女儿后,在奥狄浦斯死后,受埃特奥克莱斯之召返回了底比斯。
κατελθὼν δὲ ἐς διαφορὰν προήχθη τῷ Ἐτεοκλεῖ, καὶ οὕτω τὸ δεύτερον ἔφυγε·
但返回后,他与埃特奥克莱斯产生不和,因而第二次流亡。
δεηθεὶς δὲ Ἀδράστου δοῦναί οἱ δύναμιν τὴν κατάξουσαν, τήν τε στρατιὰν ἀπόλλυσι καὶ πρὸς τὸν Ἐτεοκλέα αὐτὸς μονομαχεῖ κατὰ πρόκλησιν.
他请求阿德拉斯托斯赐予他将其送回的军队,但他失去了这支军队,并因应挑战与埃特奥克莱斯进行了一对一的决斗。
§9.5.13καὶ οἱ μὲν μονομαχοῦντες ἀποθνήσκουσιν, ἐς δὲ Λαοδάμαντα τὸν Ἐτεοκλέους καθηκούσης τῆς βασιλείας Κρέων ὁ Μενοικέως ἐδυνάστευεν ἐπιτροπεύων τὸν παῖδα.
决斗的双方皆死去,当王位传给埃特奥克莱斯之子劳达马斯时,梅诺伊克斯之子克瑞翁作为孩子的监护人执掌政权。
ἤδη δὲ Λαοδάμαντος ηὐξημένου καὶ ἔχοντος τὴν ἀρχήν, δεύτερον τότε ἄγουσι τὴν στρατιὰν ἐπὶ τὰς Θήβας·
在劳达马斯已经长大并掌握政权时,他们便第二次引兵攻打底比斯。
ἀντεστρατοπεδευμένων δὲ καὶ τῶν Θηβαίων περὶ Γλίσαντα, ὡς ἐς χεῖρας συνῆλθον, Αἰγιαλέα μὲν τὸν Ἀδράστου Λαοδάμας ἀποκτίννυσι, κρατησάντων δὲ τῇ μάχῃ τῶν Ἀργείων Λαοδάμας σὺν τοῖς ἐθέλουσιν ἕπεσθαι Θηβαίων ὑπὸ τὴν ἐπιοῦσαν νύκτα ἀπεχώρησεν ἐς Ἰλλυριούς.
当底比斯人也在格利萨斯附近与他们相对设营、双方交战时,劳达马斯杀死了阿德拉斯托斯之子埃癸阿琉斯,但随着阿耳戈斯人赢得了战斗,劳达马斯于次夜与愿意追随的底比斯人一同撤退到伊利里亚人那里。
§9.5.14τὰς δὲ Θήβας ἑλόντες οἱ Ἀργεῖοι παραδιδόασι Θερσάνδρῳ Πολυνείκους παιδί.
占领了底比斯的阿耳戈斯人,将城市交给了波吕涅克斯之子特尔桑德罗斯。
ὡς δὲ τοῖς σὺν Ἀγαμέμνονι ἐς Τροίαν στρατεύουσιν ἡ διαμαρτία τοῦ πλοῦ γίνεται καὶ ἡ πληγὴ ἡ περὶ Μυσίαν, ἐνταῦθα καὶ τὸν Θέρσανδρον κατέλαβεν ἀποθανεῖν ὑπὸ Τηλέφου, μάλιστα Ἑλλήνων ἀγαθὸν γενόμενον ἐν τῇ μάχῃ·
但当与阿伽门农一同远征特洛伊的队伍因航线迷失而在米西亚附近遭受重创时,在那里特尔桑德罗斯也注定要被特勒福斯所杀,他在战斗中成为了希腊人中最勇敢的一员。
καί οἱ τὸ μνῆμα ἐς Καΐκου πεδίον ἐλαύνοντί ἐστιν ἐν Ἐλαίᾳ πόλει, λίθος ὁ ἐν τῷ ὑπαίθρῳ τῆς ἀγορᾶς· §9.5.15καὶ ἐναγίζειν οἱ ἐπιχώριοί φασιν αὐτῷ.
对于前往凯科斯平原的人来说,他的墓冢位于埃莱亚城中,即市集广场上露天放置的那块石碑;当地人说他们向他献祭。
τελευτήσαντος δὲ Θερσάνδρου καὶ δεύτερα ἐπί τε Ἀλέξανδρον καὶ ἐς Ἴλιον ἀθροιζομένου στόλου Πηνέλεων ἄρχοντα εἵλοντο, ὅτι οὐκ ἐν ἡλικίᾳ πω Τισαμενὸς ἦν ὁ Θερσάνδρου·
特尔桑德罗斯去世后,当针对亚历山大和伊利翁第二次集结舰队时,因为特尔桑德罗斯之子蒂萨梅诺斯尚未到服役年龄,他们选择了佩内莱奥斯作为统帅。
Πηνέλεω δὲ ἀποθανόντος ὑπὸ Εὐρυπύλου τοῦ Τηλέφου Τισαμενὸν βασιλέα αἱροῦνται, Θερσάνδρου τε ὄντα καὶ Δημωνάσσης τῆς Ἀμφιαράου.
当佩内莱奥斯被特勒福斯之子欧里皮罗斯杀死后,他们推选蒂萨梅诺斯为王,因为他是特尔桑德罗斯与阿姆菲阿劳斯之女德摩纳萨之子。
τῶν δὲ Ἐρινύων τῶν Λαΐου καὶ Οἰδίποδος Τισαμενῷ μὲν οὐκ ἐγένετο μήνιμα, Αὐτεσίωνι δὲ τῷ Τισαμενοῦ, ὥστε καὶ παρὰ τοὺς Δωριέας μετῴκησε τοῦ θεοῦ χρήσαντος.
然而,莱伊奥斯和奥狄浦斯的复仇女神们的愤怒并没有降临在蒂萨梅诺斯身上,而是降临在蒂萨梅诺斯之子奥特西翁身上,以至于他根据神明之谕迁居到了多利安人那里。
§9.5.16Αὐτεσίωνος δὲ ἀπελθόντος, οὕτω βασιλέα εἵλοντο Δαμασίχθονα Ὀφέλτου τοῦ Πηνέλεω.
在奥特西翁离开后,他们便推选佩内莱奥斯之子奥斐尔特斯之子达马西克通为王。
τούτου δὲ ἦν τοῦ Δαμασίχθονος Πτολεμαῖος, τοῦ δὲ Ξάνθος, ὃν Ἀνδρόπομπος μονομαχήσαντά οἱ δόλῳ καὶ οὐ σὺν τῷ δικαίῳ κτείνει.
达马西克通之子是托勒密,托勒密之子是克桑托斯,安德罗蓬波斯在一场决斗中通过诡计而非正义之手段杀死了克桑托斯。
τὸ δὲ ἐντεῦθεν διὰ πλειόνων πολιτεύεσθαι μηδὲ ἀπʼ ἀνδρὸς ἑνὸς ἠρτῆσθαι τὰ πάντα ἄμεινον ἐφαίνετο τοῖς Θηβαίοις.
自那以后,底比斯人认为通过多人共同执政、不让所有事情都依赖一个人,是更好的选择。