Humanitext Reader

保萨尼亚斯 · 希腊志 §9.40.1-9.40.5

特罗丰尼乌斯神谕所的发现与代达罗斯的雕像

第 408 段,共 465 段 · 希腊语

内容简介

叙述了玻俄提亚人如何因求免旱灾而发现特罗丰尼乌斯神谕所的经过,列举了代达罗斯现存的雕像,并解释了邻近的凯罗尼亚地名的神话起源。

§9.40.1τὸ δὲ μαντεῖον οἱ Βοιωτοὶ τοῦτο οὐ πεπυσμένοι πρότερον ἐπʼ αἰτίᾳ τοιᾷδε ἔγνωσαν.
然而,玻俄提亚人以前并不知道这个神谕所,他们是因为以下原因才得知它的。
θεωροὺς ἀφʼ ἑκάστης πόλεως ἄνδρας ἀποστέλλουσιν ἐς Δελφούς· οὐ γὰρ δή σφισιν ἔτος δεύτερον ὗεν ὁ θεός.
他们从各个城市派遣使节前往德尔斐;因为神确实已经连续两年没有为他们降雨了。
τούτοις αἰτοῦσιν ἐπανόρθωμα τοῦ αὐχμοῦ προσέταξεν ἡ Πυθία παρὰ Τροφώνιον ἐς Λεβάδειαν ἐλθοῦσιν εὕρασθαι παρὰ ἐκείνου τὸ ἴαμα.
对这些寻求旱灾救济方法的使节,皮媞亚命令他们前往莱巴德亚的特罗丰尼乌斯那里,并从他那里寻求解决之道。
§9.40.2ὡς δὲ ἐς τὴν Λεβάδειαν ἐλθόντες οὐκ ἐδύναντο εὑρεῖν τὸ μαντεῖον, ἐνταῦθα τῶν ἐξ Ἀκραιφνίου πόλεως Σάων—οὗτος δὲ ἦν καὶ ἡλικίᾳ τῶν θεωρῶν πρεσβύτατος—εἶδεν ἑσμὸν μελισσῶν, καὶ παρέστη οἱ, ὅποι ποτʼ ἂν ἀποτράπωνται, καὶ αὐτὸς ἕπεσθαι.
可是当他们来到莱巴德亚却无法找到神谕所时,那时来自阿克赖夫尼翁城的萨翁——他也是使节中年龄最大的一位——看到了一群蜜蜂,他心中产生了一个念头:无论蜜蜂飞往何处,自己都紧随其后。
αὐτίκα δὴ τὰς μελίσσας ἐς τοῦτο ἐσπετομένας ὁρᾷ τῆς γῆς, καὶ συνεσῆλθέ σφισιν ἐς τὸ μαντεῖον.
随即,他便看见蜜蜂飞入地面的这处地方,并随它们一同进入了神谕所。
τοῦτον τὸν Σάωνα καὶ τὴν ἱερουργίαν τὴν καθεστηκυῖαν, καὶ ὁπόσα περὶ τὸ χρηστήριον δρῶσιν ἄλλα, διδαχθῆναι παρὰ τοῦ Τροφωνίου φασίν.
据说,这位萨翁从特罗丰尼乌斯那里受教了确立的祭礼以及他们围绕神谕所进行的其他一切仪式。
§9.40.3Δαιδάλου δὲ τῶν ἔργων δύο μὲν ταῦτά ἐστιν ἐν Βοιωτοῖς, Ἡρακλῆς τε ἐν Θήβαις καὶ παρὰ Λεβαδεῦσιν ὁ Τροφώνιος, τοσαῦτα δὲ ἕτερα ξόανα ἐν Κρήτῃ, Βριτόμαρτις ἐν Ὀλοῦντι καὶ Ἀθηνᾶ παρὰ Κνωσσίοις· παρὰ τούτοις δὲ καὶ ὁ τῆς Ἀριάδνης χορός, οὗ καὶ Ὅμηρος ἐν Ἰλιάδι μνήμην ἐποιήσατο, ἐπειργασμένος ἐστὶν ἐπὶ λευκοῦ λίθου.
在代达罗斯的作品中,有这两件在玻俄提亚:底比斯的赫拉克勒斯像和莱巴德亚人那里的特罗丰尼乌斯像;同样数量的另外两尊木雕像在克里特岛:奥卢斯的布里托玛耳提斯像和克诺索斯人那里的雅典娜像;在后者那里,还有阿里亚德妮的舞踏场,荷马在《伊利亚特》中也曾提及它,它是雕刻在白石上的。
καὶ Δηλίοις Ἀφροδίτης ἐστὶν οὐ μέγα ξόανον, λελυμασμένον τὴν δεξιὰν χεῖρα ὑπὸ τοῦ χρόνου· κάτεισι δὲ ἀντὶ ποδῶν ἐς τετράγωνον σχῆμα.
提洛人也有一尊不大的阿佛洛狄忒木雕像,其右手已被时间损毁;而它的下部代替双脚呈现出四方形。
§9.40.4πείθομαι τοῦτο Ἀριάδνην λαβεῖν παρὰ Δαιδάλου, καὶ ἡνίκα ἠκολούθησε τῷ Θησεῖ, τὸ ἄγαλμα ἐπεκομίζετο οἴκοθεν· ἀφαιρεθέντα δὲ αὐτῆς τὸν Θησέα οὕτω φασὶν οἱ Δήλιοι τὸ ξόανον τῆς θεοῦ ἀναθεῖναι τῷ Ἀπόλλωνι τῷ Δηλίῳ, ἵνα μὴ οἴκαδε ἐπαγόμενος ἐς ἀνάμνησίν τε Ἀριάδνης ἐφέλκηται καὶ ἀεὶ νέας ἐπὶ τῷ ἔρωτι εὑρίσκηται τὰς συμφοράς.
我相信阿里亚德妮是从代达罗斯那里得到这尊雕像的,当她跟随忒修斯时,她把这尊雕像从家里带了出来;提洛人说,当她被夺走后,忒修斯就这样把这尊女神的木雕像奉献给了提洛的阿波罗,以免他把雕像带回家中,勾起对阿里亚德妮的记忆,从而在爱情上不断遭受新的不幸。
πέρα δὲ οὐκ οἶδα ὑπόλοιπα ὄντα τῶν Δαιδάλου· τοῖς γὰρ ἀνατεθεῖσιν ὑπὸ Ἀργείων ἐς τὸ Ἡραῖον καὶ ἐς Γέλαν τὴν ἐν Σικελίᾳ κομισθεῖσιν ἐξ Ὀμφάκης, ἀφανισθῆναί σφισιν ὁ χρόνος καθέστηκεν αἴτιος.
除这些之外,我不知道代达罗斯还有什么作品存留;因为对于阿耳戈斯人奉献在赫拉神庙中的作品,以及从翁法刻运往西西里杰拉的作品,时间已经成为它们消逝的原因。
§9.40.5Λεβαδέων δὲ ἔχονται Χαιρωνεῖς.
凯罗尼亚人与莱巴德亚人接壤。
ἐκαλεῖτο δὲ ἡ πόλις καὶ τούτοις Ἄρνη τὸ ἀρχαῖον· θυγατέρα δὲ εἶναι λέγουσιν Αἰόλου τὴν Ἄρνην, ἀπὸ δὲ ταύτης κληθῆναι καὶ ἑτέραν ἐν Θεσσαλίᾳ πόλιν·
他们的城市在古代也被称为阿耳涅;他们说阿耳涅是埃俄洛斯的女儿,色萨利的另一座城市也是以她命名的。
τὸ δὲ νῦν τοῖς Χαιρωνεῦσιν ὄνομα γεγονέναι ἀπὸ Χαίρωνος, ὃν Ἀπόλλωνός φασιν εἶναι, μητέρα δὲ αὐτοῦ Θηρὼ τὴν Φύλαντος εἶναι.
但他们说,现在凯罗尼亚人的名字来自凯隆,据说他是阿波罗的儿子,而他的母亲是菲拉斯的女儿忒罗。
μαρτυρεῖ δὲ καὶ ὁ τὰ ἔπη τὰς μεγάλας Ἠοίας ποιήσας·
创作了叙事诗《大赫俄亚伊》的诗人也证实了这一点:

词汇与语法注释

  1. 9.40.1τούτοις αἰτοῦσιν ... προσέταξεν ἡ Πυθία παρὰ Τροφώνιον ἐς Λεβάδειαν ἐλθοῦσιν εὕρασθαι — 动词 προσέταξεν 支配指示对象的与格(τούτοις αἰτοῦσιν)和表示指示内容的不定式(εὕρασθαι)。过去时分词 ἐλθοῦσιν 亦为与格,语法上与 τούτοις αἰτοῦσιν 一致,同时充当不定式的逻辑主语。
  2. 9.40.2καὶ παρέστη οἱ ... καὶ αὐτὸς ἕπεσθαι — 在无人称表达 παρέστη οἱ(“他心中产生……的念头”)中,由于不定式 ἕπεσθαι(“跟随”)的逻辑主语与主句中与格代词 οἱ 指代的是同一人,因此起强调作用的强意代词 αὐτός 使用主格而非宾格来修饰不定式。
  3. 9.40.4νέας ἐπὶ τῷ ἔρωτι εὑρίσκηται τὰς συμφοράς — 形容词 νέας 作为名词 τὰς συμφοράς(不幸)的谓语性修饰语。其含义并非单纯的“遭遇新的不幸”,而是强调“他所遭遇(发现)的不幸,在其爱情关系中总是呈现为新的(不断产生的)形式”。

引用这一段

保萨尼亚斯, 希腊志 §9.40.1-9.40.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:9.40.1-9.40.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。