§9.41.1ὁπόσα δὲ εἶναι τῶν Ἡφαίστου ποιηταί τε ᾄδουσι καὶ τῶν ἀνθρώπων ἠκολούθηκεν ἡ φήμη, τούτων, ὅτι μὴ τὸ Ἀγαμέμνονος σκῆπτρον, ἄλλο γε οὐδὲν ἀξιόχρεών ἐστιν ἐς πίστιν.
在诗人歌咏和世人传闻中被称为赫菲斯托斯作品的所有器物中,除了阿伽门农的王笏之外,没有其他任何一件是值得信赖的。
Λύκιοι μέν γε ἐν Πατάροις ἐν τῷ ναῷ τοῦ Ἀπόλλωνος χαλκοῦν ἐπιδεικνύουσι κρατῆρα, ἀνάθημα εἶναι φάμενοι Τηλέφου καὶ ἔργον Ἡφαίστου· καὶ σφᾶς, ὥς γε εἰκός, λέληθε Θεόδωρον καὶ Ῥοῖκον Σαμίους εἶναι τοὺς διαχέαντας χαλκὸν πρώτους.
因为吕基亚人在帕塔拉阿波罗神庙里展示一个青铜混和瓮,声称那是特勒福斯的奉纳物,是赫菲斯托斯的作品;但他们显然并不知道,最先熔铸青铜的人是萨摩斯人塞奥多罗斯和罗伊科斯。
§9.41.2Πατρεῖς δὲ οἱ Ἀχαιοὶ λόγῳ μὲν λέγουσιν ὅτι Ἡφαίστου ποίημά ἐστιν ἡ λάρναξ ἣν Εὐρύπυλος ἤνεγκεν ἐξ Ἰλίου, ἔργῳ δὲ οὐ παρέχουσιν αὐτὴν θεάσασθαι.
而亚该亚的帕特雷人口头上虽然说,欧律皮洛斯从伊利翁带来的小箱是赫菲斯托斯的作品,但实际上并不让人观赏。
ἔστι δὲ Ἀμαθοῦς ἐν Κύπρῳ πόλις, Ἀδώνιδος ἐν αὐτῇ καὶ Ἀφροδίτης ἱερόν ἐστιν ἀρχαῖον· ἀνακεῖσθαι δὲ ἐνταῦθα λέγουσιν ὅρμον Ἁρμονίᾳ μὲν δοθέντα ἐξ ἀρχῆς, καλούμενον δὲ Ἐριφύλης, ὅτι αὐτὴ δῶρον ἔλαβεν ἐπὶ τῷ ἀνδρί·
塞浦路斯有一座城市叫阿玛苏斯,城内有阿多尼斯和阿佛洛狄忒的古老神庙;据他们说,那里奉纳着一条起初送给哈耳摩尼亚、却被称为埃里费勒的项链,因为她是以丈夫的性命为代价得到这件礼物的。
ὃν ἀνέθεσαν μὲν οἱ παῖδες ἐς Δελφοὺς οἱ Φηγέως—τρόπον δὲ ὅντινα ἐκτήσαντο αὐτόν, ἐδήλωσεν ἤδη μοι τὰ ἐς Ἀρκάδας ἔχοντα—, ἐσυλήθη δὲ ὑπὸ τυράννων τῶν ἐν Φωκεῦσιν.
这条项链是菲勾斯的儿子们奉纳给德尔斐的——至于他们是如何得到它的,我那篇关于阿卡迪亚的记述已经交代清楚了——,后来被福基斯的僭主们掠夺了。
§9.41.3οὐ μὴν παρὰ Ἀμαθουσίοις γε ἐν τῷ ἱερῷ τοῦ Ἀδώνιδος ἐμοὶ δοκεῖν ἐστίν· ἐν Ἀμαθοῦντι μὲν γάρ ἐστι λίθοι χλωροὶ συνδέοντος χρυσοῦ σφᾶς ὁ ὅρμος, τὸν δὲ τῇ Ἐριφύλῃ δοθέντα Ὅμηρός φησιν ἐν Ὀδυσσείᾳ πεποιῆσθαι χρυσοῦ, καὶ οὕτως ἔχει· "
ἣ χρυσὸν φίλου ἀνδρὸς ἐδέξατο τιμήεντα. " §9.41.4οὐ μὲν οὐδὲ ἠγνόει τοὺς ὅρμους τοὺς ποικίλους· ἐν μέν γε τοῖς Εὐμαίου λόγοις πρὸς Ὀδυσσέα, πρὶν ἢ ἐκ Πύλου Τηλέμαχον ἀφικέσθαι σφίσιν ἐπὶ τὴν αὐλήν, ἐν τούτοις τοῖς λόγοις ἐστὶν
"
ἤλυθʼ ἀνὴρ πολύιδρις ἐμοῦ πρὸς δώματα πατρός
χρύσεον ὅρμον ἔχων, μετὰ δʼ ἠλέκτροισιν ἔερτο,
" §9.41.5καὶ ἐν Πηνελόπης δώροις—ἄλλους τε γὰρ τῶν μνηστήρων δῶρα καὶ Εὐρύμαχον διδόντα Πηνελόπῃ πεποίηκεν—
"
ὅρμον δʼ Εὐρύμαχος πολυδαίδαλον αὐτίκʼ ἔνεικε
χρύσεον, ἠλέκτροισιν ἐερμένον, ἠέλιον ὥς· "
Ἐριφύλην δὲ οὐ χρυσῷ καὶ λίθοις ποικίλον δέξασθαί φησιν ὅρμον.
然而在我看来,它并不在阿玛苏斯人的阿多尼斯神庙里;因为在阿玛苏斯的项链是由金子串联起来的绿宝石制成的,而荷马在《奥德赛》中却说,给埃里费勒的那条是纯金制作的,诗句如下: "ἣ χρυσὸν φίλου ἀνδρὸς ἐδέξατο τιμήεντα. "而且,他并非不知道那些花样繁多的项链;因为在特勒马科斯从皮洛斯回到他们的牧场之前,尤迈奥斯对奥德修斯说的话中,就有这么一段: "ἤλυθʼ ἀνὴρ πολύιδρις ἐμοῦ πρὸς δώματα πατρός χρύσεον ὅρμον ἔχων, μετὰ δʼ ἠλέκτροισιν ἔερτο, "在给珀涅罗珀的礼物中——因为他让其他求婚者以及欧律马科斯都向珀涅罗珀献上礼物—— "ὅρμον δʼ Εὐρύμαχος πολυδαίδαλον αὐτίκʼ ἔνεικε χρύσεον, ἠλέκτροισιν ἐερμένον, ἠέλιον ὥς· "但他说,埃里费勒所接受的并不是用金子和宝石装饰的花哨项链。
οὕτω τὸ εἰκὸς τῷ σκήπτρῳ πρόσεστιν εἶναι μόνον ποίημα Ἡφαίστου.
因此,只有那根王笏才具有是赫菲斯托斯作品的合理性。
§9.41.6ἔστι δὲ ὑπὲρ τὴν πόλιν κρημνὸς Πετραχὸς καλούμενος· Κρόνον δὲ ἐθέλουσιν ἐνταῦθα ἀπατηθῆναι δεξάμενον ἀντὶ Διὸς πέτρον παρὰ τῆς Ῥέας, καὶ ἄγαλμα Διὸς οὐ μέγα ἐστὶν ἐπὶ κορυφῇ τοῦ ὄρους.
在城市上方有一座悬崖,名叫佩特拉科斯;人们声称,克洛诺斯曾在这里受骗,从瑞亚那里接过了石头来代替宙斯;而在山顶上有一尊不大的宙斯神像。
§9.41.7ἐνταῦθα ἐν τῇ Χαιρωνείᾳ μύρα ἀπὸ ἀνθῶν ἕψουσι κρίνου καὶ ῥόδου καὶ ναρκίσσου καὶ ἴρεως· ταῦτα ἀλγηδόνων ἰάματα ἀνθρώποις γίνεται.
在这里,即凯罗尼亚,人们用百合、玫瑰、水仙和鸢尾的花朵熬制香膏;这些成为了人类痛苦的解药。
τὸ δὲ ἐκ τῶν ῥόδων ποιούμενον, εἰ καὶ ἀγάλματα εἰργασμένα ξύλου χρίοις, ῥύεται καὶ ταῦτα σηπεδόνος.
而由玫瑰制成的那种香膏,即使涂在木雕神像上,也能保护它们免于腐烂。
ἡ δὲ ἶρις φύεται μὲν ἐν ἕλεσι, μέγεθος δʼ ἐστὶν ἴση κρίνῳ, χρόαν δὲ οὐ λευκή, καὶ ὀσμὴν ἀποδεῖ κρίνου.
而鸢尾则生长在沼泽中,大小与百合相当,但颜色不是白色的,并且气味也不如百合。