Humanitext Reader

保萨尼亚斯 · 希腊志 §9.35.1-9.35.7

美惠女神的诸传闻与艺术表现的变迁

第 402 段,共 465 段 · 希腊语

内容简介

作者比较了关于美惠三女神传统数量和名字的地方传说以及荷马、赫西俄德等人的文学记载,并讨论了艺术作品中其形象从着衣向裸体转变的历史。

§9.35.1τὸν δὲ Ἐτεοκλέα λέγουσιν οἱ Βοιωτοὶ Χάρισιν ἀνθρώπων θῦσαι πρῶτον.
波奥蒂亚人说,埃特奥克勒斯是人类中第一个向美惠三女神献祭的人。
καὶ ὅτι μὲν τρεῖς εἶναι Χάριτας κατεστήσατο ἴσασιν, ὀνόματα δὲ οἷα ἔθετο αὐταῖς οὐ μνημονεύουσιν· ἐπεὶ Λακεδαιμόνιοί γε εἶναι Χάριτας δύο καὶ Λακεδαίμονα ἱδρύσασθαι τὸν Ταϋγέτης φασὶν αὐτὰς καὶ ὀνόματα θέσθαι Κλήταν καὶ Φαένναν.
他们知道他确立了美惠三女神为三位,但他们不记得他给她们起了什么名字;因为斯巴达人说美惠三女神只有两位,并且是塔宇革忒之子拉刻代蒙设立了她们,并给她们命名为克勒塔和法恩纳。
§9.35.2ἐοικότα μὲν δὴ Χάρισιν ὀνόματα καὶ ταῦτα, ἐοικότα δὲ καὶ παρʼ Ἀθηναίοις· τιμῶσι γὰρ ἐκ παλαιοῦ καὶ Ἀθηναῖοι Χάριτας Αὐξὼ καὶ Ἡγεμόνην.
确实,这些名字很适合美惠女神,而雅典人那里的名字也同样合适;因为雅典人自古以来也崇拜作为美惠女神的奥克索和赫革摩涅。
τὸ γὰρ τῆς Καρποῦς ἐστὶν οὐ Χάριτος ἀλλὰ Ὥρας ὄνομα· τῇ δὲ ἑτέρᾳ τῶν Ὡρῶν νέμουσιν ὁμοῦ τῇ Πανδρόσῳ τιμὰς οἱ Ἀθηναῖοι, Θαλλὼ τὴν θεὸν ὀνομάζοντες.
因为卡尔波这个名字不属于美惠女神,而是属于荷拉(时序女神)的名字;雅典人将对另一位荷拉的崇拜与潘德罗索斯结合在一起,称这位女神为塔洛。
§9.35.3παρὰ δὲ Ἐτεοκλέους τοῦ Ὀρχομενίου μαθόντες τρισὶν ἤδη νομίζομεν Χάρισιν εὔχεσθαι· καὶ Ἀγγελίων τε καὶ Τεκταῖος†ὅσοι γε Διονύσου †τὸν Ἀπόλλωνα ἐργασάμενοι Δηλίοις τρεῖς ἐποίησαν ἐπὶ τῇ χειρὶ αὐτοῦ Χάριτας· καὶ Ἀθήνῃσι πρὸ τῆς ἐς τὴν ἀκρόπολιν ἐσόδου Χάριτές εἰσι καὶ αὗται τρεῖς, παρὰ δὲ αὐταῖς τελετὴν ἄγουσιν ἐς τοὺς πολλοὺς ἀπόρρητον.
但是,自从向奥尔霍墨诺斯的埃特奥克勒斯学习之后,我们现在已经习惯向三位美惠女神祈祷;安格利翁和泰克泰奥斯在为提洛人制作阿波罗像时,也在他的手上制作了三位美惠女神;在雅典,通往卫城的入口前也有美惠三女神,这同样是三位,在她们身旁,人们举行对大众保密的仪式。
§9.35.4Πάμφως μὲν δὴ πρῶτος ὧν ἴσμεν ᾖσεν ἐς Χάριτας, πέρα δὲ οὔτε ἀριθμοῦ πέρι οὔτε ἐς τὰ ὀνόματά ἐστιν οὐδὲν αὐτῷ πεποιημένον· Ὅμηρος δὲ—ἐμνημόνευσε γὰρ Χαρίτων καὶ οὗτος—τὴν μὲν Ἡφαίστου γυναῖκα εἶναι λέγει καὶ ὄνομα αὐτῇ τίθεται Χάριν, Πασιθέας δὲ εἶναί φησιν ἐραστὴν Ὕπνον, ἐν δὲ Ὕπνου τοῖς λόγοις τὸ ἔπος ἐποίησεν " ἦ μέν μοι δώσειν Χαρίτων μίαν ὁπλοτεράων.
在我们所知道的人中,潘佛斯是第一个赞美美惠女神的人,但在他的诗中,除了提到她们之外,既没有说明数量,也没有给出名字;而荷马——因为他也提到了美惠女神——说其中一位是赫菲斯托斯的妻子,并给她起名叫卡里斯,并说许普诺斯是帕西忒亚的爱慕者,并在许普诺斯的台词中写下了诗句: “确实要将年轻的美惠女神之一赐予我。
" τούτου δὲ ἕνεκα ὑπόνοια δὴ παρέστη τισὶν ὡς Χάριτας ἄρα καὶ πρεσβυτέρας οἶδεν ἄλλας Ὅμηρος.
” 因此,一些人产生了一种怀疑,认为荷马一定也知道其他更年长的美惠女神。
§9.35.5Ἡσίοδος δὲ ἐν Θεογονίᾳ—προσιέσθω δὲ ὅτῳ φίλον τὴν Θεογονίαν—, ἐν δʼ οὖν τῇ ποιήσει ταύτῃ τὰς Χάριτάς φησιν εἶναι Διός τε καὶ Εὐρυνόμης καί σφισιν ὀνόματα Εὐφροσύνην τε καὶ Ἀγλαΐαν εἶναι καὶ Θαλίαν.
而赫西俄德在《神谱》中——谁喜欢《神谱》就让谁接受它好了——总之在这部诗作中,他说美惠女神是宙斯和欧律诺墨的女儿,她们的名字是欧佛洛绪涅、阿格莱亚和塔利亚。
κατὰ ταὐτὰ δὲ ἐν ἔπεσίν ἐστι τοῖς Ὀνομακρίτου.
在奥诺马克里托斯的诗句中也是如此。
Ἀντίμαχος δὲ οὔτε ἀριθμὸν Χαρίτων οὔτε ὀνόματα εἰπὼν Αἴγλης εἶναι θυγατέρας καὶ Ἡλίου φησὶν αὐτάς.
安提马科斯则既没有说出美惠女神的数量,也没有说出她们的名字,只说她们是埃格勒和赫利俄斯的女儿。
Ἑρμησιάνακτι δὲ τῷ τὰ ἐλεγεῖα γράψαντι τοσόνδε οὐ κατὰ τὴν τῶν πρότερον δόξαν ἐστὶν αὐτῷ πεποιημένον, ὡς ἡ Πειθὼ Χαρίτων εἴη καὶ αὐτὴ μία.
而撰写哀歌诗的赫尔墨西亚纳克斯所作的诗句则与前人的观点不同,他认为佩托也是美惠女神之一。
§9.35.6ὅστις δὲ ἦν ἀνθρώπων ὁ γυμνὰς πρῶτος Χάριτας ἤτοι πλάσας ἢ γραφῇ μιμησάμενος, οὐχ οἷόν τε ἐγένετο πυθέσθαι με, ἐπεὶ τά γε ἀρχαιότερα ἐχούσας ἐσθῆτα οἵ τε πλάσται καὶ κατὰ ταὐτὰ ἐποίουν οἱ ζωγράφοι· καὶ Σμυρναίοις τοῦτο μὲν ἐν τῷ ἱερῷ τῶν Νεμέσεων ὑπὲρ τῶν ἀγαλμάτων χρυσοῦ Χάριτες ἀνάκεινται, τέχνη Βουπάλου, τοῦτο δέ σφισιν ἐν τῷ Ὠιδείῳ Χάριτός ἐστιν εἰκών, Ἀπελλοῦ γραφή, Περγαμηνοῖς δὲ ὡσαύτως ἐν τῷ Ἀττάλου θαλάμῳ, Βουπάλου καὶ αὗται· §9.35.7καὶ πρὸς τῷ ὀνομαζομένῳ Πυθίῳ Χάριτες καὶ ἐνταῦθά εἰσι Πυθαγόρου γράψαντος Παρίου· Σωκράτης τε ὁ Σωφρονίσκου πρὸ τῆς ἐς τὴν ἀκρόπολιν ἐσόδου Χαρίτων εἰργάσατο ἀγάλματα Ἀθηναίοις.
至于在人类中,是谁第一个不管是通过雕塑还是绘画,模仿并展现了裸体的美惠三女神,我无法查明,因为在更古老的时代,雕塑家和画家们同样都让她们穿着衣服;对士麦那人来说,一方面在涅墨西斯神殿中,神像上方献纳了黄金的美惠女神像,这是布帕洛斯的作品,另一方面,在他们的音乐厅(Odeum)里有一幅美惠女神的画像,是阿佩莱斯的画作;在帕加马人那里也同样,在阿塔罗斯的卧房里也有这些雕像,同样是布帕洛斯的作品;在被称为皮提翁的神殿旁,这里也有美惠女神,是帕罗斯人毕达哥拉斯所画;而索夫罗尼斯科斯之子苏格拉底也为雅典人制作了美惠三女神像,就放在卫城入口前。
καὶ ταῦτα μέν ἐστιν ὁμοίως ἅπαντα ἐν ἐσθῆτι, οἱ δὲ ὕστερον— οὐκ οἶδα ἐφʼ ὅτῳ—μεταβεβλήκασι τὸ σχῆμα αὐταῖς· Χάριτας γοῦν οἱ κατʼ ἐμὲ ἔπλασσόν τε καὶ ἔγραφον γυμνάς.
这些雕像和画像都同样穿着衣服,但后来的艺术家——我不知道是什么原因——改变了她们的外形;至少我那个时代的人在雕刻和绘画美惠女神时,都让她们赤裸着身体。

词汇与语法注释

  1. 9.35.1τὸν δὲ Ἐτεοκλέα — 不定式 θῦσαι 的逻辑主语,整体构成由 λέγουσιν 引导的“对格与不定式”(AcI)结构。πρῶτον 与属格 ἀνθρώπων 连用,作状语表示“在人类中第一个”。
  2. 9.35.5προσιέσθω δὲ ὅτῳ φίλον — 第三人称单数祈使语气(现在中被动语态)的 προσιέσθω(“让……接受/认可”)与与格关系代词从句 ὅτῳ φίλον(“对任何喜欢它的人”)相结合的惯用表达,表示作者对神话解释的保留态度。
  3. 9.35.6τοῦτο μὲν ... τοῦτο δέ — 副词性对格的对立关联结构,相当于 τὸ μὲν ... τὸ δὲ(“一方面……另一方面……”),用于并列说明士麦那人的两处不同的艺术品奉献实例。

引用这一段

保萨尼亚斯, 希腊志 §9.35.1-9.35.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:9.35.1-9.35.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。