Humanitext Reader

保萨尼亚斯 · 希腊志 §9.37.1-9.37.8

埃尔吉诺斯与建筑师特罗丰尼俄斯的传说

第 404 段,共 465 段 · 希腊语

内容简介

在阿尔穆斯家族绝嗣后,统治权传给了克律梅诺斯家族,其子埃尔吉诺斯在与赫拉克勒斯冲突后重新积累了财富。他根据神托娶妻生下特罗丰尼俄斯与阿加墨德斯,两人成为著名的建筑师,却因行窃许里埃乌斯的宝库而以悲剧收场。

§9.37.1ἔδει δὲ ἄρα παυσθῆναι καὶ τὸ Ἄλμου γένος· οὐχ ὑπολείπεται γὰρ παῖδα Ὀρχομενός, καὶ οὕτως ἐς Κλύμενον τὸν Πρέσβωνος τοῦ Φρίξου περιῆλθεν ἡ ἀρχή.
然而,阿尔穆斯的家族似乎也注定要走向终结;因为奥尔霍墨诺斯没有留下子嗣,因此王位传给了普雷斯蓬之子、弗里克索斯之孙克律梅诺斯。
Κλυμένου δὲ γίνονται παῖδες, πρεσβύτατος μὲν Ἐργῖνος, ἐπὶ δὲ αὐτῷ Στράτιος καὶ Ἄρρων καὶ Πύλεος, νεώτατος δὲ Ἀζεύς.
克律梅诺斯生有数子:长子是埃尔吉诺斯,其后依次是斯特拉提俄斯、阿龙和匹勒俄斯,最年轻的是阿泽乌斯。
Κλύμενον μὲν ἐν τῇ ἑορτῇ τοῦ Ὀγχηστίου Ποσειδῶνος Θηβαίων φονεύουσιν ἄνδρες ἐξ ἀφορμῆς μικρᾶς ἐς ἅπαν θυμοῦ προαχθέντες· Ἐργῖνος δὲ ὁ πρεσβύτατος τῶν Κλυμένου παίδων τὴν βασιλείαν παραλαμβάνει.
在翁凯斯托斯波塞冬的节日里,克律梅诺斯被底比斯人所杀,他们因微不足道的起因被激怒到了极点;于是,克律梅诺斯的长子埃尔吉诺斯接掌了王位。
§9.37.2δύναμιν δὲ αὐτίκα αὐτός τε καὶ οἱ ἀδελφοὶ συλλέξαντες ἦλθον ἐπὶ τὰς Θήβας· καὶ μάχῃ μὲν ἐκράτησαν, τὸ δὲ ἀπὸ τούτου χωροῦσιν ἐς ὁμολογίαν Θηβαίους κατὰ ἔτος ἕκαστον τελεῖν δασμὸν τοῦ Κλυμένου φόνου.
他和他的兄弟们立即聚集了军队,向底比斯进军;他们在战斗中获获胜,此后达成协议,底比斯人每年要为杀害克律梅诺斯一事缴纳贡税。
Ἡρακλέους δὲ ἐπιτραφέντος ἐν Θήβαις, οὕτω τοῦ δασμοῦ τε ἠλευθερώθησαν οἱ Θηβαῖοι καὶ οἱ Μινύαι μεγάλως τῷ πολέμῳ προσέπταισαν· §9.37.3Ἐργῖνος δὲ ἅτε κεκακωμένων ἐς τὸ ἔσχατον τῶν πολιτῶν πρὸς μὲν τὸν Ἡρακλέα ἐποιήσατο εἰρήνην, πλοῦτον δὲ τὸν πρότερον καὶ εὐδαιμονίαν ἐκείνην ἀνασώσασθαι ζητῶν ἠμέλησεν ἁπάντων ὁμοίως τῶν ἄλλων, ὥστε καὶ ἔλαθεν ἄγαμος καὶ ἄπαις ἀφικόμενος ἐς γῆρας.
但当赫拉克勒斯在底比斯成长起来后,底比斯人便得以免除贡税,而米纽亚斯人在战争中遭到了沉重的打击;埃尔吉诺斯由于他的公民们已陷入了极度的困顿之中,因而与赫拉克勒斯讲和,但为了恢复先前的财富和过去的繁荣,他同样忽略了所有其他事情,以至于在不知不觉中便到了暮年,既未成婚也无子嗣。
ὡς δὲ αὐτῷ χρήματα συνείλεκτο, ἐνταῦθα ἐπεθύμησέν οἱ γενέσθαι παῖδας· §9.37.4ἐλθόντι δὲ ἐς Δελφοὺς καὶ ἐρομένῳ περὶ παίδων χρᾷ τάδε ἡ Πυθία· " Ἐργῖνε Κλυμένοιο πάι Πρεσβωνιάδαο, ὄψʼ ἦλθες γενεὴν διζήμενος, ἀλλʼ ἔτι καὶ νῦν ἱστοβοῆι γέροντι νέην ποτίβαλλε κορώνην.
当财富重新积累起来后,他便渴望能有自己的孩子;他前往德尔斐询问关于孩子的事,女祭司皮提亚作出了如下的神托: “普雷斯蓬的后裔、克律梅诺斯之子埃尔吉诺斯,你来寻找后代已是迟了,但即便在今日,且给那老旧的犁杆装上新的尖端吧。
" λαβόντι δὲ αὐτῷ νέαν γυναῖκα κατὰ τὸ μάντευμα Τροφώνιος γίνεται καὶ Ἀγαμήδης.
” 当他按照神托娶了年轻的妻子时,特罗丰尼俄斯和阿加墨德斯诞生了。
§9.37.5λέγεται δὲ ὁ Τροφώνιος Ἀπόλλωνος εἶναι καὶ οὐκ Ἐργίνου· καὶ ἐγώ τε πείθομαι καὶ ὅστις παρὰ Τροφώνιον ἦλθε δὴ μαντευσόμενος.
但传说特罗丰尼俄斯是阿波罗之子,而非埃尔吉诺斯之子;我对此坚信不疑,任何曾实际前往特罗丰尼俄斯那里求取神托的人也会相信。
τούτους φασίν, ὡς ηὐξήθησαν, γενέσθαι δεινοὺς θεοῖς τε ἱερὰ κατασκευάσασθαι καὶ βασίλεια ἀνθρώποις· καὶ γὰρ τῷ Ἀπόλλωνι τὸν ναὸν ᾠκοδόμησαν τὸν ἐν Δελφοῖς καὶ Ὑριεῖ τὸν θησαυρόν.
据说这两个人在长大后,变得十分擅长为神明建造神殿、为人类建造宫殿;因为他们为德尔斐的阿波罗建造了神殿,并为许里埃乌斯建造了宝库。
ἐποίησαν δὲ ἐνταῦθα τῶν λίθων ἕνα εἶναί σφισιν ἀφαιρεῖν κατὰ τὸ ἐκτός· καὶ οἱ μὲν ἀεί τι ἀπὸ τῶν τιθεμένων ἐλάμβανον· Ὑριεὺς δὲ εἴχετο ἀφασίᾳ, κλεῖς μὲν καὶ σημεῖα τὰ ἄλλα ὁρῶν ἀκίνητα, τὸν δὲ ἀριθμὸν ἀεὶ τῶν χρημάτων ἐλάττονα.
在那里,他们设计使其中的一块石头能够从外面被他们取下;于是,他们总是源源不断地从存放在那里的财物中拿走一部分;许里埃乌斯陷入了目瞪口呆之中,因为他看到钥匙和其他封印都完好无损,但钱财的数量却一直在减少。
§9.37.6ἵστησιν οὖν ὑπὲρ τῶν ἀγγείων, ἐν οἷς ὅ τε ἄργυρος ἐνῆν καὶ ὁ χρυσός οἱ, πάγας ἤ τι καὶ ἄλλο ὃ τὸν ἐσελθόντα καὶ ἁπτόμενον τῶν χρημάτων καθέξειν ἔμελλεν.
于是,在存放他金银的容器上方,他设置了陷阱或某种能够将潜入并触碰财宝者牢牢扣住的机关。
ἐσελθόντος δὲ τοῦ Ἀγαμήδους τὸν μὲν ὁ δεσμὸς κατεῖχε, Τροφώνιος δὲ ἀπέτεμεν αὐτοῦ τὴν κεφαλήν, ὅπως μὴ ἡμέρας ἐπισχούσης ἐκεῖνος γένοιτο ἐν αἰκίαις καὶ αὐτὸς μηνυθείη μετέχων τοῦ τολμήματος.
当阿加墨德斯潜入时,陷阱扣住了他;特罗丰尼俄斯砍下了他的头颅,以免天亮后他遭受严刑拷打,从而使自己作为这桩大胆罪行的共犯而被供出。
§9.37.7καὶ Τροφώνιον μὲν ἐνταῦθα ἐδέξατο ἡ γῆ διαστᾶσα, ἔνθα ἐστὶν ἐν τῷ ἄλσει τῷ ἐν Λεβαδείᾳ βόθρος τε Ἀγαμήδους καλούμενος καὶ πρὸς αὐτῷ στήλη·
就在那里,大地裂开吞没了特罗丰尼俄斯,那地方就在莱巴德亚的圣林中,有被称为阿加墨德斯之坑的深穴,其旁立着一通石碑。
τὴν δὲ ἀρχὴν τῶν Ὀρχομενίων ἔσχεν Ἀσκάλαφος καὶ Ἰάλμενος Ἄρεως εἶναι λεγόμενοι, μητρὸς δὲ Ἀστυόχης ἦσαν τῆς Ἄκτορος τοῦ Ἀζέως τοῦ Κλυμένου·
而奥尔霍墨诺斯人的统治权由阿斯卡拉포斯和伊阿尔墨诺斯继承,他们被传为阿瑞斯之子,母亲是阿斯蒂奥克,她是克律梅诺斯之子阿泽乌斯之子阿克托尔的女儿。
καὶ ὑπὸ τούτοις ἡγεμόσι Μινύαι στρατεύουσιν ἐς Τροίαν.
在这些领袖的率领下,米纽亚斯人出征特洛伊。
§9.37.8μετέσχον Ὀρχομένιοι καὶ τοῖς Κόδρου παισὶν ἐς Ἰωνίαν τοῦ στόλου.
奥尔霍墨诺斯人还与科德鲁斯的子嗣一起参与了前往伊奥尼亚的远征。
γενομένους δὲ ἀναστάτους ὑπὸ Θηβαίων κατήγαγεν αὖθις ἐς Ὀρχομενὸν Φίλιππος ὁ Ἀμύντου·
在他们被底比斯人驱逐之后,阿敏塔斯之子腓力又将他们带回了奥尔霍墨诺斯。
τὰ δὲ ἀπὸ τοῦ δαιμονίου σφίσιν ἐς τὸ ἀσθενέστερον ἔμελλεν ἀεὶ ῥέψειν.
然而,上天注定他们的命运此后将始终走向衰落。

词汇与语法注释

  1. §9.37.3ἔλαθεν ἄγαμος καὶ ἄπαις ἀφικόμενος — 动词 `λανθάνω`(未察觉)的直陈式过去时 `ἔλαθεν` 与主格分词 `ἀφικόμενος`(抵达)相结合,表示主语在“不知不觉中便达到了”某种状态。形容词 `ἄγαμος καὶ ἄπαις` 同样为主格,修饰主语(埃尔吉诺斯)。
  2. §9.37.4Πρεσβωνιάδαο — 带有父称后缀 `-ιάδης` 的荷马式属格形式(-αο),意为“普雷斯蓬的后代”。由于埃尔吉诺斯的父亲是克律梅诺斯,普雷斯蓬是其祖父,因此这一父称是在诗歌中用作广义的“普雷斯蓬的末裔”,而非字面上的直接儿子。
  3. §9.37.5εἶναί σφισιν ἀφαιρεῖν — 不定式 `εἶναι` 作为动词 `ἐποίησαν`(他们使之)的宾语,其后又连带了说明性的说明不定式(epexegetic infinitive)`ἀφαιρεῖν`(取下)。与格代词 `σφισιν` 则表示动作的主体或利益相关者(即“使之能够被他们自己取下”)。

引用这一段

保萨尼亚斯, 希腊志 §9.37.1-9.37.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:9.37.1-9.37.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。