§9.32.1τοῖς δὲ ἐν Κρεύσιδι, ἐπινείῳ τῷ Θεσπιέων, οἰκοῦσιν ἐν κοινῷ μέν ἐστιν οὐδέν, ἐν ἰδιώτου δὲ ἀνδρὸς ἄγαλμα ἦν Διονύσου γύψου πεποιημένον καὶ ἐπικεκοσμημένον γραφῇ.
对于居住在忒斯庇哀人的港口克雷乌西斯的人们来说,公共财产中一无所有,但在一个私人的房屋里有一尊用石膏制作并饰有彩绘的狄奥尼索斯像。
πλοῦς δὲ ἐς Κρεῦσίν ἐστιν ἐκ Πελοποννήσου σκολιός τε καὶ ἄλλως οὐκ εὔδιος· ἄκραι τε γὰρ ἀνέχουσιν ὡς μὴ κατʼ εὐθὺ τῆς θαλάσσης περαιοῦσθαι καὶ ἅμα ἐκ τῶν ὀρῶν καταπνέουσιν ἄνεμοι βίαιοι.
从伯罗奔尼撒乘船前往克雷乌西斯的航线弯曲,而且在其他方面也不平静;因为海岬突出,以至于无法直航渡海,同时暴风从山中吹下。
§9.32.2πλέοντι δὲ ἐκ Κρεύσιδος οὐκ ἄνω, παρὰ δὲ αὐτὴν Βοιωτίαν, πόλις ἐστὶν ἐν δεξιᾷ Θίσβη.
从克雷乌西斯乘船不往内陆,而是沿着玻俄提亚本土航行,右侧有一座城市叫蒂斯贝。
πρῶτα μὲν ὄρος ἐστὶ πρὸς θαλάσσῃ, τοῦτο δὲ ὑπερβαλόντα πεδίον σε ἐκδέξεται καὶ μετὰ τοῦτο ἄλλο ὄρος· ἐν δὲ ταῖς ὑπωρείαις ἐστὶν ἡ πόλις.
首先是在海边有一座山,翻过这座山,一片平原将会迎接你,在这之后是另一座山;而在这两座山的脚下便是这座城市。
Ἡρακλέους δὲ ἱερὸν καὶ ἄγαλμα ὀρθὸν ἐνταῦθά ἐστι λίθου, καὶ Ἡράκλεια ἑορτὴν ἄγουσι.
这里有赫拉克勒斯的神殿和一尊石制的立像,他们在此举办“赫拉克勒亚”节日。
§9.32.3τὸ δὲ πεδίον τὸ μεταξὺ τῶν ὀρῶν ἐκώλυεν οὐδὲν ἂν λίμνην ὑπὸ πλήθους εἶναι τοῦ ὕδατος, εἰ μὴ διὰ μέσου χῶμά σφισιν ἐπεποίητο ἰσχυρόν·
山峦之间的这片平原,如果不是在其中间为他们筑起了一道坚固的堤坝,本来绝没有什么能阻止它因水量充沛而成为湖泊。
καὶ οὕτω παρὰ ἔτος ἐς μὲν τὰ ἐπέκεινα τοῦ χώματος ἐκτρέπουσι τὸ ὕδωρ, τὸ δὲ ἐπὶ τὰ ἕτερα αὐτοῦ γεωργοῦσι.
因此,他们每隔一年将水排向堤坝的另一侧,而在其另一侧进行耕作。
Θίσβην δὲ λέγουσιν ἐπιχώριον εἶναι νύμφην, ἀφʼ ἧς ἡ πόλις τὸ ὄνομα ἔσχηκεν.
他们说蒂斯贝是当地的宁芙,该城因她而得名。
§9.32.4παραπλέοντι δὲ αὐτόθεν πόλισμά ἐστιν οὐ μέγα ἐπὶ θαλάσσῃ Τίφα· Ἡρακλεῖόν τε Τιφαιεῦσίν ἐστι καὶ ἑορτὴν ἄγουσιν ἐπέτειον.
从那里继续沿海航行,有一座海边的小镇叫蒂帕;蒂帕人有赫拉克勒斯的神殿,并且举办年度节日。
οὗτοι Βοιωτῶν μάλιστα ἐκ παλαιοῦ τὰ θαλάσσια ἐθέλουσιν εἶναι σοφοί, Τῖφυν ἄνδρα μνημονεύοντες ἐπιχώριον ὡς προκριθείη γενέσθαι τῆς Ἀργοῦς κυβερνήτης· ἀποφαίνουσι δὲ καὶ πρὸ τῆς πόλεως ἔνθα ἐκ Κόλχων ὀπίσω κομιζομένην ὁρμίσασθαι τὴν Ἀργὼ λέγουσιν.
这些玻俄提亚人尤其是自古以来就自诩在航海事务上很聪明,他们纪念当地人蒂费斯被选为阿尔戈号的舵手;他们还指出城市前方他们所说的阿尔戈号从科尔基斯返回时停泊的地方。
§9.32.5ἀπὸ δὲ Θεσπίας ἰόντι ἄνω πρὸς ἤπειρον ἔστιν Ἁλίαρτος.
从忒斯庇哀向内陆朝大陆方向走,有哈利亚尔托斯。
ὅστις δὲ Ἁλιάρτου γέγονε καὶ Κορωνείας οἰκιστής, οὔ με ἀπὸ τῶν ἐς Ὀρχομενίους ἐχόντων εἰκὸς ἦν χωρίζειν· κατὰ δὲ τὴν ἐπιστρατείαν τοῦ Μήδου φρονήσασιν Ἁλιαρτίοις τὰ Ἑλλήνων μοῖρα τῆς Ξέρξου στρατιᾶς γῆν τέ σφισιν ὁμοῦ καὶ τὴν πόλιν ἐπεξῆλθε καίουσα.
至于谁成了哈利亚尔托斯和科罗内亚的建立者,我将其与关于奥尔霍墨诺斯人的事务分开是不妥当的;但在波斯人入侵期间,由于哈利亚尔托斯人支持希腊人的事业,薛西斯军队的一支同时侵入了他们的土地和城市并予以焚毁。
ἐν Ἁλιάρτῳ δέ ἐστι Λυσάνδρου τοῦ Λακεδαιμονίου μνῆμα· προσβαλὼν γὰρ τῷ Ἁλιάρτῳ πρὸς τὸ τεῖχος στρατιᾶς ἔκ τε Θηβῶν ἐνούσης ἔνδον καὶ ἐξ Ἀθηνῶν καὶ ἐπεξελθόντων τῶν πολεμίων ἔπεσεν ἐν τῇ μάχῃ.
在哈利亚尔托斯有拉刻代蒙人莱桑德的墓;因为他在攻打哈利亚尔托斯的城墙时,由于城内有来自底比斯和雅典的军队,且敌人出城迎击,他便在战斗中战死了。
§9.32.6Λύσανδρον δὲ τὰ μὲν ἐς τὰ μάλιστα ἐπαινέσαι, τὰ δὲ καὶ πικρῶς ἔστι μέμψασθαι.
对于莱桑德,有的方面可以大大赞扬,但在另一些方面也可以严厉谴责。
σοφίαν μέν γε τοιαύτην ἐπεδείξατο· ἡγούμενος Πελοποννησίων ταῖς τριήρεσιν Ἀντίοχον κυβερνήτην ὄντα Ἀλκιβιάδου, φυλάξας Ἀλκιβιάδην ἀπόντα τοῦ ναυτικοῦ, τηνικαῦτα τὸν Ἀντίοχον ἐπηγάγετο ἐς ἐλπίδα ὡς ὄντα ἀξιόμαχον ναυμαχῆσαι Λακεδαιμονίοις, καὶ ἀναγαγόμενον ὑπὸ θράσους τε καὶ ἀλαζονίας ἐνίκησεν αὐτὸν οὐ πόρρω τοῦ Κολοφωνίων ἄστεως.
他展示了这样的智谋:当他率领伯罗奔尼撒人的三段半战船时,趁着阿尔基比亚德斯的舵手安提奥克斯的看守,并在阿尔基比亚德斯离开舰队时,引导安提奥克斯抱有能够与拉刻代蒙人一战的希望,并乘其因胆大和自负而起锚出航之机,在离科洛丰人城市不远的地方击败了他。
§9.32.7ὡς δὲ καὶ δεύτερα ὁ Λύσανδρος ἐπὶ τὰς τριήρεις ἀφίκετο ἐκ Σπάρτης, ἡμερώσατο μὲν οὕτω Κῦρον ὡς χρήματα, ὁπότε ἐς τὸ ναυτικὸν αἰτοίη, παρεῖναί οἱ κατὰ καιρόν τε καὶ ἄφθονα· ὁρμούντων δὲ ναυσὶν ἑκατὸν ἐν Αἰγὸς ποταμοῖς Ἀθηναίων, εἷλεν αὐτῶν τὰ πλοῖα, ἐσκεδασμένους ἐπί τε ὕδωρ τοὺς ναύτας καὶ ἐπὶ ἀγορὰν φυλάξας.
当莱桑德第二次从斯巴达来到三段半战船处时,他如此驯服了居鲁士,以至于每当他为舰队请求资金时,资金都会及时且充足地提供给他;而在雅典人的一百艘船停泊在羊河(埃戈斯波塔米)时,莱桑德趁着水兵们分散去取水和去市场时,夺取了他们的船只。
παρέσχετο δὲ καὶ ἔργον τοιόνδε ἐς δικαιοσύνην.
在正义方面,他也表现出了这样的行为。
§9.32.8Αὐτολύκῳ τῷ παγκρατιάσαντι, οὗ δὴ καὶ εἰκόνα ἰδὼν οἶδα ἐν πρυτανείῳ τῷ Ἀθηναίων, τούτῳ τῷ ἀνδρὶ ἐς ἀμφισβήτησιν ὅτου δὴ κτήματος Ἐτεόνικος ἦλθεν ὁ Σπαρτιάτης· ὡς δὲ ἄρα λέγων ἡλίσκετο οὐ δίκαια—ἦν γὰρ δὴ τηνικαῦτα Ἀθηναίοις τῶν τριάκοντα ἡ ἀρχὴ καὶ παρῆν ἔτι ὁ Λύσανδρος—τούτων ἕνεκα Ἐτεόνικος πληγῶν τε ἄρχειν ἐπήρθη καὶ ἀμυνάμενον τὸν Αὐτόλυκον ἦγεν ἐπὶ Λύσανδρον, παντάπασιν ἐκεῖνον ἐς χάριν τὴν ἑαυτοῦ δικάσειν ἐλπίζων· Λύσανδρος δὲ ἀδικεῖν Ἐτεόνικον κατέγνω καὶ ἀπέπεμψεν ἀτιμάσας τῷ λόγῳ.
对于潘克拉辛的获胜者奥托吕科斯(我也曾在雅典人的市政厅见过他的肖像),斯巴达人埃特奥尼科斯与这位男子因某项财产发生了争执;而当埃特奥尼科斯在申辩时被发现其言不公——因为当时雅典正处于三十人篡权统治时期,且莱桑德还在现场——为此埃特奥尼科斯竟动手打人,而进行自卫的奥托吕科斯则被他带到了莱桑德面前,埃特奥尼科斯完全指望莱桑德会看在人情的分上做出有利于自己的判决;然而莱桑德判定埃特奥尼科斯不义,并在言辞中羞辱他而将他打发走了。
§9.32.9τάδε μὲν Λυσάνδρῳ τὰ ἐς δόξαν ὑπάρχοντα ἦν, ἄλλα δὲ τοσάδε ὀνείδη.
这些是莱桑德所拥有的荣耀,但也有同等数量的耻辱。
Φιλοκλέα γὰρ Ἀθηναῖον ἐν Αἰγὸς ποταμοῖς καὶ αὐτὸν στρατηγοῦντα καὶ Ἀθηναίων τῶν ἄλλων ὅσον τετρακισχιλίους αἰχμαλώτους ὄντας ἀπέκτεινεν ὁ Λύσανδρος καί σφισιν οὐδὲ ἀποθανοῦσιν ἐπήνεγκε γῆν, ὃ καὶ Μήδων τοῖς ἀποβᾶσιν ἐς Μαραθῶνα ὑπῆρξε παρὰ Ἀθηναίων καὶ αὐτῶν Λακεδαιμονίων τοῖς πεσοῦσιν ἐν Θερμοπύλαις ἐκ βασιλέως Ξέρξου.
因为在羊河(埃戈斯波塔米),莱桑德杀害了同为将军的雅典人菲洛克莱斯以及其他大约四千名成为俘虏的雅典人,并且在他们死后甚至没有在他们身上盖土(予以掩埋),而这甚至是雅典人给予在马拉松登陆的波斯人,以及国王薛西斯给予在温泉关战死的拉刻代蒙人自己的待遇。
μείζονα δὲ ἔτι Λακεδαιμονίοις ὀνείδη γενέσθαι παρεσκεύασεν ὁ Λύσανδρος ἐπί τε δεκαδαρχίαις ἃς κατέστησε ταῖς πόλεσι καὶ ἐπὶ τοῖς Λάκωσιν ἁρμοσταῖς.
由于他在各城市建立的十人委员会以及拉刻代蒙人的督政官,莱桑德使拉刻代蒙人蒙受了更大的耻辱。
§9.32.10Λακεδαιμονίων δὲ χρήματα οὐ νομιζόντων κτᾶσθαι κατὰ δή τι μάντευμα, ὡς ἡ φιλοχρηματία μόνη γένοιτο ἂν ἀπώλεια τῇ Σπάρτῃ, ὁ δὲ καὶ χρημάτων πόθον σφίσιν ἐνεποίησεν ἰσχυρόν.
由于拉刻代蒙人根据某条神谕认为不应当获取金钱,该神谕说唯有贪财才会成为斯巴达的毁灭,他反而在他们之中激起了对金钱的强烈渴望。
ἐγὼ μὲν δὴ Πέρσαις τε ἑπόμενος καὶ δικάζων νόμῳ γε τῷ ἐκείνων βλάβος κρίνω Λακεδαιμονίοις μᾶλλον ἢ ὠφέλειαν γενέσθαι Λύσανδρον·
我顺从波斯人的观点,并根据他们的法律来评判,认为莱桑德给拉刻代蒙人带来的是伤害而非益处;