Humanitext Reader

保萨尼亚斯 · 希腊志 §9.2.1-9.2.7

普拉塔亚境内的遗迹与城中纪念碑

第 366 段,共 465 段 · 希腊语

内容简介

鲍桑尼亚斯描述了普拉塔亚境内的许西亚和埃勒乌特赖遗迹、马尔多尼奥斯的墓地、阿克泰翁的泉水与岩石,以及普拉塔亚市内的自由宙斯祭坛、战士墓地和赫拉神庙中的雕像(包括普拉克西特列斯与卡利马科斯的作品)。

§9.2.1γῆς δὲ τῆς Πλαταιίδος ἐν τῷ Κιθαιρῶνι ὀλίγον τῆς εὐθείας ἐκτραπεῖσιν ἐς δεξιὰ Ὑσιῶν καὶ Ἐρυθρῶν ἐρείπιά ἐστι.
在普拉塔亚的土地上,于基泰戎山中,对于那些从直路向右稍微偏离的人来说,有许西亚和埃勒乌特赖的遗迹。
πόλεις δέ ποτε τῶν Βοιωτῶν ἦσαν, καὶ νῦν ἔτι ἐν τοῖς ἐρειπίοις τῶν Ὑσιῶν ναός ἐστιν Ἀπόλλωνος ἡμίεργος καὶ φρέαρ ἱερόν· πάλαι δὲ ἐκ τοῦ φρέατος κατὰ τὸν Βοιωτῶν λόγον ἐμαντεύοντο πίνοντες.
它们曾经是波奥蒂亚人的城市,甚至现在在许西亚的遗迹中,还有一座未完工的阿波罗神庙和一口圣泉;古时候,根据波奥蒂亚人的说法,人们通过饮用泉水来进行占卜。
§9.2.2ἐπανελθοῦσι δὲ ἐς τὴν λεωφόρον ἐστὶν αὖθις ἐν δεξιᾷ Μαρδονίου λεγόμενον μνῆμα εἶναι.
对于回到大路的人来说,右侧再次有据说是马尔多尼奥斯的墓地。
καὶ ὅτι μὲν εὐθὺς ἦν μετὰ τὴν μάχην ἀφανὴς ὁ Μαρδονίου νεκρός, ἔστιν ὡμολογημένον· τὸν δὲ θάψαντα οὐ κατὰ ταὐτά, ὅστις ἦν, λέγουσι·
在战役之后,马尔多尼奥斯的尸体随即消失了,这是公认的事实;但关于是谁埋葬了他,人们的说法并不一致。
φαίνεται δὲ Ἀρτόντης ὁ Μαρδονίου πλεῖστα μὲν δοὺς Διονυσοφάνει δῶρα ἀνδρὶ Ἐφεσίῳ, δοὺς μέντοι καὶ ἄλλοις Ἰώνων ὡς οὐδὲ ἐκείνοις ἀμελὲς γενόμενον ταφῆναι Μαρδόνιον.
然而,显而易见的是,马尔多尼奥斯的儿子阿尔顿特斯向一位名叫迪奥纽索法内斯的埃斐索斯人赠送了极多礼物,并且也向其他爱奥尼亚人赠送了礼物,以便马尔多尼奥斯的葬礼即使在他们看来也不会被忽视。
§9.2.3αὕτη μὲν ἀπʼ Ἐλευθερῶν ἐς Πλάταιαν ἄγει, τοῖς δὲ ἐκ Μεγάρων ἰοῦσι πηγή τέ ἐστιν ἐν δεξιᾷ καὶ προελθοῦσιν ὀλίγον πέτρα· καλοῦσι δὲ τὴν μὲν Ἀκταίωνος κοίτην, ἐπὶ ταύτῃ καθεύδειν φάμενοι τῇ πέτρᾳ τὸν Ἀκταίωνα ὁπότε κάμοι θηρεύων, ἐς δὲ τὴν πηγὴν ἐνιδεῖν λέγουσιν αὐτὸν λουμένης Ἀρτέμιδος ἐν τῇ πηγῇ.
这条路是从埃勒乌特赖通往普拉塔亚的,但对于从梅加拉来的人来说,右侧有一处泉水,再往前走一点有一块岩石;人们称这块岩石为“阿克泰翁的睡榻”,说阿克泰翁每当狩猎疲倦时就在这块岩石上睡觉,他们还说阿克泰翁在泉水中窥视了正在沐浴的阿耳忒弥斯。
Στησίχορος δὲ ὁ Ἱμεραῖος ἔγραψεν ἐλάφου περιβαλεῖν δέρμα Ἀκταίωνι τὴν θεόν, παρασκευάζουσάν οἱ τὸν ἐκ τῶν κυνῶν θάνατον, ἵνα δὴ μὴ γυναῖκα Σεμέλην λάβοι.
但希梅拉的司提悉科罗斯写道,女神给阿克泰翁披上鹿皮,为他准备了被猎犬咬死的命运,正是为了不让他娶塞墨勒为妻。
§9.2.4ἐγὼ δὲ ἄνευ θεοῦ πείθομαι νόσον λύσσαν τοῦ Ἀκταίωνος ἐπιλαβεῖν τοὺς κύνας· μανέντες δὲ καὶ οὐ διαγινώσκοντες διαφορήσειν ἔμελλον πάντα τινὰ ὅτῳ περιτύχοιεν.
但我相信,在没有神明干预的情况下,狂犬病这种疾病袭击了阿克泰翁的猎犬;它们发疯且无法辨认主人,因而必然会撕碎它们遇到的任何人。
καθότι δὲ τοῦ Κιθαιρῶνος Πενθεῖ τῷ Ἐχίονος ἐγένετο ἡ συμφορὰ ἢ Οἰδίποδα ὅπῃ τεχθέντα ἐξέθεσαν, οἶδεν οὐδείς, καθάπερ γε ἴσμεν τὴν Σχιστὴν ὁδὸν τὴν ἐπὶ Φωκέων, ἐφʼ ᾗ τὸν πατέρα Οἰδίπους ἀπέκτεινεν, ἃ δὴ καὶ ἐς πλέον ἐπέξειμι, ἐπειδὰν ἐς αὐτὰ ὁ λόγος καθήκῃ μοι.
至于在基泰戎山的哪个地方,埃希翁之子彭透斯遭遇了不幸,或者俄狄浦斯出生时被丢弃在何处,没有人知道,正如我们知道通往福基斯的“分叉路”(斯奇斯特路),俄狄浦斯曾在那条路上杀死了他的父亲,当我的叙述涉及到这些内容时,我将进行更详细的讨论。
§9.2.5κατὰ δὲ τὴν ἔσοδον μάλιστα τὴν ἐς Πλάταιαν τάφοι τῶν πρὸς Μήδους μαχεσαμένων εἰσί.
就在普拉塔亚的入口处,有与波斯人作战的战士们的墓地。
τοῖς μὲν οὖν λοιποῖς ἐστιν Ἕλλησι μνῆμα κοινόν· Λακεδαιμονίων δὲ καὶ Ἀθηναίων τοῖς πεσοῦσιν ἰδίᾳ τέ εἰσιν οἱ τάφοι καὶ ἐλεγεῖά ἐστι Σιμωνίδου γεγραμμένα ἐπʼ αὐτοῖς.
对于其余的希腊人,有一个共同的纪念碑;而对于落难的拉凯戴蒙人和雅典人,则有单独的墓地,上面刻有西摩尼得斯所作的双行体哀歌。
οὐ πόρρω δὲ ἀπὸ τοῦ κοινοῦ τῶν Ἑλλήνων Διός ἐστιν Ἐλευθερίου βωμὸς τοῦτον μὲν δὴ χαλκοῦ, τοῦ Διὸς δὲ τόν τε βωμὸν καὶ τὸ ἄγαλμα ἐποίησεν λευκοῦ λίθου.
距离希腊人共同纪念碑不远的地方是自由宙斯的祭坛;这个祭坛是青铜做的,但宙斯的祭坛和神像则是用白色大理石制作的。
§9.2.6ἄγουσι δὲ καὶ νῦν ἔτι ἀγῶνα διὰ ἔτους πέμπτου τὰ Ἐλευθέρια, ἐν ᾧ μέγιστα γέρα πρόκειται δρόμου· θέουσι δὲ ὡπλισμένοι πρὸ τοῦ βωμοῦ.
而且他们至今仍每五年举行一次“自由节”竞技会,其中为徒竞走设立了最丰厚的奖赏;他们穿着盔甲在祭坛前奔跑。
τρόπαιον δέ, ὃ τῆς μάχης τῆς Πλαταιᾶσιν ἀνέθεσαν οἱ Ἕλληνες, πεντεκαίδεκα σταδίοις μάλιστα ἕστηκεν ἀπωτέρω τῆς πόλεως.
希腊人为普拉塔亚战役设立的战胜纪念碑,立在距离城市大约十五斯塔德的地方。
§9.2.7ἐν αὐτῇ δὲ τῇ πόλει προϊοῦσιν ἀπὸ τοῦ βωμοῦ καὶ τοῦ ἀγάλματος ἃ τῷ Διὶ πεποίηται τῷ Ἐλευθερίῳ, Πλαταίας ἐστὶν ἡρῷον· καί μοι τὰ ἐς αὐτὴν ἤδη, τὰ λεγόμενα καὶ ὁποῖα αὐτὸς εἴκαζον, ἔστιν εἰρημένα.
在城市内部,对于从为自由宙斯制作的祭坛和神像处继续前行的人来说,有普拉塔亚的英雄祠;关于她,我已经讲述了传闻以及我自己所做的推测。
Πλαταιεῦσι δὲ ναός ἐστιν Ἥρας, θέας ἄξιος μεγέθει τε καὶ ἐς τῶν ἀγαλμάτων τὸν κόσμον.
普拉塔亚人还有一座赫拉神庙,其规模和雕像的装饰都值得一看。
ἐσελθοῦσι μὲν Ῥέα τὸν πέτρον κατειλημένον σπαργάνοις, οἷα δὴ τὸν παῖδα ὃν ἔτεκε, Κρόνῳ κομίζουσά ἐστι· τὴν δὲ Ἥραν Τελείαν καλοῦσι, πεποίηται δὲ ὀρθὸν μεγέθει ἄγαλμα μέγα·
对于进入的人来说,瑞亚正把用襁褓裹着的石头,当作自己所生的孩子,递给克罗诺斯;他们称赫拉为“特莱亚”(完满者),它被塑造成一尊巨大的立像。
λίθου δὲ ἀμφότερα τοῦ Πεντελησίου, Πραξιτέλους δέ ἐστιν ἔργα.
这两尊雕像都是用彭特利库斯大理石制成的,是普拉克西特列斯的作品。
ἐνταῦθα καὶ ἄλλο Ἥρας ἄγαλμα καθήμενον Καλλίμαχος ἐποίησε· Νυμφευομένην δὲ τὴν θεὸν ἐπὶ λόγῳ τοιῷδε ὀνομάζουσιν.
这里还有另一尊坐姿的赫拉雕像,是卡利马科斯制作的;他们因以下缘由而称这位女神为“婚嫁者”。

词汇与语法注释

  1. 9.2.1γῆς δὲ τῆς Πλαταιίδος — 属格“γῆς”的功能。它可以被解释为限定地理范围的分格性属格,或修饰后文“遗迹”(ἐρείπιά)的领属属格。在这里,将其理解为引入地理背景的独立主题属格是最自然的。
  2. 9.2.1ἐκτραπεῖσιν — 给予格分词“ἐκτραπεῖσιν”(对于偏离的人来说),即“指路给予格”。在地理描述中,使用给予格分词来设定读者或旅行者的视角和行动,是鲍桑尼亚斯文体的一个显著特征。
  3. 9.2.2ὡς οὐδὲ ἐκείνοις ἀμελὲς γενόμενον — 带有连词“ὡς”的宾格绝对(accusative absolute)。这里使用了无人称动词的中性单数分词“γενόμενον”,用以表示主观意图或理由,意为“仿佛对他们而言,马尔多尼奥斯的安葬也不应被忽视”。
  4. 9.2.7ἐσελθοῦσι — 给予格分词“ἐσελθοῦσι”(对于进入的人来说)。这也是鲍桑尼亚斯著作中频繁出现的表达方式,用于向读者展示进入建筑物或神庙内部时所能见到的景象。

引用这一段

保萨尼亚斯, 希腊志 §9.2.1-9.2.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:9.2.1-9.2.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。