§9.4.1Πλαταιεῦσι δὲ Ἀθηνᾶς ἐπίκλησιν Ἀρείας ἐστὶν ἱερόν· ᾠκοδομήθη δὲ ἀπὸ λαφύρων ἃ τῆς μάχης σφίσιν Ἀθηναῖοι τῆς Μαραθῶνι ἀπένειμαν.
普拉塔亚人有一座别号为阿雷亚的雅典娜神殿;它是用雅典人从马拉松战役中分配给他们的战利品建造的。
τὸ μὲν δὴ ἄγαλμα ξόανόν ἐστιν ἐπίχρυσον, πρόσωπον δέ οἱ καὶ χεῖρες ἄκραι καὶ πόδες λίθου τοῦ Πεντελησίου εἰσί· μέγεθος μὲν οὐ πολὺ δή τι ἀποδεῖ τῆς ἐν ἀκροπόλει χαλκῆς, ἣν καὶ αὐτὴν Ἀθηναῖοι τοῦ Μαραθῶνι ἀπαρχὴν ἀγῶνος ἀνέθηκαν, Φειδίας δὲ καὶ Πλαταιεῦσιν ἦν ὁ τῆς Ἀθηνᾶς τὸ ἄγαλμα ποιήσας.
神像是一尊贴金的木雕像,但其面部、手部和脚部都是用彭特利库斯石雕刻成的;在尺寸上,它并不比卫城上的青铜像小多少,那尊青铜像也是雅典人自己作为马拉松战役的初献祭品而奉纳的;而为普拉塔亚人制作这尊雅典娜神像的也正是斐迪亚斯。
§9.4.2γραφαὶ δέ εἰσιν ἐν τῷ ναῷ Πολυγνώτου μὲν Ὀδυσσεὺς τοὺς μνηστῆρας ἤδη κατειργασμένος, Ὀνασία δὲ Ἀδράστου καὶ Ἀργείων ἐπὶ Θήβας ἡ προτέρα στρατεία.
神殿内有几幅画作:一幅是波利格诺托斯所画的、已经消灭了求婚者们的奥德修斯;另一幅是奥纳西亚斯所画的、阿德拉斯托斯和阿耳戈斯人对底比斯的第一次远征。
αὗται μὲν δή εἰσιν ἐπὶ τοῦ προνάου τῶν τοίχων αἱ γραφαί, κεῖται δὲ τοῦ ἀγάλματος πρὸς τοῖς ποσὶν εἰκὼν Ἀριμνήστου· ὁ δὲ Ἀρίμνηστος ἔν τε τῇ πρὸς Μαρδόνιον μάχῃ καὶ ἔτι πρότερον ἐς Μαραθῶνα Πλαταιεῦσιν ἡγήσατο.
这些画作就在前殿的墙壁上,而在神像脚下则安放着阿里姆涅斯托斯的画像;这位阿里姆涅斯托斯在与马多尼乌斯的战役中,以及更早的马拉松战役中,都曾担任普拉塔亚人的领袖。
§9.4.3ἔστι δὲ καὶ Δήμητρος ἐπίκλησιν Ἐλευσινίας ἱερὸν ἐν Πλαταιαῖς καὶ Ληίτου μνῆμα· τῶν δὲ ἡγεμόνων, οἳ Βοιωτοὺς ἐς Τροίαν ἤγαγον, μόνος ἀνέστρεψεν οἴκαδε οὗτος ὁ Λήιτος.
普拉塔亚还有一座别号为埃琉西尼亚的德墨忒尔神殿,以及莱伊托斯之墓;在带领波奥蒂亚人前往特洛伊的领袖中,唯有这位莱伊托斯独自回到了家乡。
τὴν δὲ κρήνην τὴν Γαργαφίαν Μαρδόνιος καὶ ἡ ἵππος συνέχεεν ἡ Περσῶν, ὅτι τὸ Ἑλλήνων στράτευμα τὸ ἀντικαθήμενόν σφισιν ἀπʼ αὐτῆς ἔπινεν· ὕστερον μέντοι τὸ ὕδωρ ἀνεσώσαντο οἱ Πλαταιεῖς.
加尔加菲亚泉被马多尼乌斯和波斯骑兵填塞了,因为与他们对峙的希腊军队曾饮用这里的水;然而后来,普拉塔亚人重新恢复了水源。
§9.4.4ἐκ Πλαταίας δὲ ἰοῦσιν ἐς Θήβας ποταμός ἐστιν Ὠερόη· θυγατέρα δὲ εἶναι τὴν Ὠερόην τοῦ Ἀσωποῦ λέγουσι.
对于从普拉塔亚前往底比斯的人来说,有一条奥埃罗埃河;据说奥埃罗埃是阿索波斯的女儿。
πρὶν δὲ ἢ διαβῆναι τὸν Ἀσωπόν, παρʼ αὐτὸ τὸ ῥεῦμα ἀποτραπεῖσιν ἐς τὰ κάτω καὶ προελθοῦσιν ὅσον τεσσαράκοντα στάδια ἔστιν ἐρείπια Σκώλου· Δήμητρος δὲ καὶ Κόρης ἐν τοῖς ἐρειπίοις οὐκ ἐξειργασμένος ὁ ναός, ἡμίεργα δὲ καὶ ταῖς θεαῖς ἐστι τὰ ἀγάλματα.
在渡过阿索波斯河之前,顺着溪流折向下方,前行大约四十斯塔德,便有斯科罗斯的遗迹;在遗迹中,有一座尚未完工的德墨忒尔与科勒的神殿,女神们的雕像也是半成品。
ἀποκρίνει δὲ καὶ νῦν ἔτι ἀπὸ τῆς Θηβαίων τὴν Πλαταιίδα ὁ Ἀσωπός.
直到今天,阿索波斯河依然将普拉塔亚领土与底比斯人的领土隔开。